Humanitext Reader

柏拉图 · 克雷托丰篇 §409

正义的特有成果与对和合的追问

第 3 段,共 4 段 · 希腊语

内容简介

克勒托丰追问苏格拉底的同伴,正义作为灵魂的技术究竟能产生什么特有的成果。同伴们提出正义的成果是在城邦中建立“和合”,但当被问及这种和合究竟是知识还是意见时,他们陷入了困境。

§409ΚΛΕΙ. εἰ δʼ ἐπανηρόμεθα τὸν ταῦθʼ ἡμᾶς προτρέποντα· λέγεις δὲ εἶναι τίνας ταύτας τὰς τέχνας;
克勒托丰:如果我们进一步追问那个劝勉我们做这些事的人:“你所说的这些技术究竟是什么?
εἶπεν ἂν ἴσως ὅτι γυμναστικὴ καὶ ἰατρική.
”他或许会说:“是体育和医学。
καὶ νῦν δὴ τίνα φαμὲν εἶναι τὴν ἐπὶ τῇ τῆς ψυχῆς ἀρετῇ τέχνην;
”那么现在,我们说针对灵魂美德的技术是什么?
λεγέσθω.
且让我们说明。
ὁ δὴ δοκῶν αὐτῶν ἐρρωμενέστατος εἶναι πρὸς ταῦτα ἀποκρινόμενος εἶπέν μοι ταύτην τὴν τέχνην εἶναι ἥνπερ ἀκούεις σὺ λέγοντος, ἔφη, Σωκράτους, οὐκ ἄλλην ἢ δικαιοσύνην.
而他们之中在回答这些问题时似乎最有力的一位对我说,这门技术正是你,他说,听到苏格拉底所说的,不是别的,正是正义。
εἰπόντος δʼ ἐμοῦ μή μοι τὸ ὄνομα μόνον εἴπῃς, ἀλλὰ ὧδε.
而当我说道: “请不要只告诉我名字,而是要这样说明。
ἰατρική πού τις λέγεται τέχνη· ταύτης δʼ ἐστὶν διττὰ τὰ ἀποτελούμενα, τὸ μὲν ἰατροὺς ἀεὶ πρὸς τοῖς οὖσιν ἑτέρους ἐξεργάζεσθαι, τὸ δὲ ὑγίειαν·
医学无疑被说成是一门技术,其产生的结果是双重的:其一是不断培养出在现有医生之外的其他医生,其二是健康。
ἔστιν δὲ τούτων θάτερον οὐκέτι τέχνη, τῆς τέχνης δὲ τῆς διδασκούσης τε καὶ διδασκομένης ἔργον, ὃ δὴ λέγομεν ὑγίειαν.
而这两者中的一个不再是技术本身,而是那门传授与被传授的技术的成果,即我们所说的健康。
καὶ τεκτονικῆς δὲ κατὰ ταὐτὰ οἰκία τε καὶ τεκτονικὴ τὸ μὲν ἔργον, τὸ δὲ δίδαγμα.
同样,关于建筑术,房子和建筑术也是其结果,前者是成果,后者是教理。
τῆς δὴ δικαιοσύνης ὡσαύτως τὸ μὲν δικαίους ἔστω ποιεῖν, καθάπερ ἐκεῖ τοὺς τεχνίτας ἑκάστους· τὸ δʼ ἕτερον, ὃ δύναται ποιεῖν ἡμῖν ἔργον ὁ δίκαιος, τί τοῦτό φαμεν;
那么对于正义也是如此,就让其中之一是培养正义的人,就像在其他技术中培养各自的工匠一样;但另一个,即正义的人能为我们产生的成果,我们说这是什么?
εἰπέ.
请告诉我。
οὗτος μέν, ὡς οἶμαι, τὸ συμφέρον ἀπεκρίνατο, ἄλλος δὲ τὸ δέον, ἕτερος δὲ τὸ ὠφέλιμον, ὁ δὲ τὸ λυσιτελοῦν.
” 那个人,我认为,回答说是“利益”,另一个人说是“应然”,又一个人说是“有益”,还有一个说是“划算”。
ἐπανῄειν δὴ ἐγὼ λέγων ὅτι κἀκεῖ τά γε ὀνόματα ταῦτʼ ἐστὶν ἐν ἑκάστῃ τῶν τεχνῶν, ὀρθῶς πράττειν, λυσιτελοῦντα, ὠφέλιμα καὶ τἆλλα τὰ τοιαῦτα·
于是我进一步追问说: “在那些技术中,这些名词在每门技术里也都存在——正确行事、划算、有益以及其他类似的说辞;但所有这些所指向的具体目标,每门技术都会说明其特有的成果。
ἀλλὰ πρὸς ὅτι ταῦτα πάντα τείνει, ἐρεῖ τὸ ἴδιον ἑκάστη ἡ τέχνη, οἷον ἡ τεκτονικὴ τὸ εὖ, τὸ καλῶς, τὸ δεόντως, ὥστε τὰ ξύλινα, φήσει, σκεύη γίγνεσθαι, ἃ δὴ οὐκ ἔστιν τέχνη.
例如建筑术会说,好、美、得当地行事,是为了制作出木制器具,而这器具显然不是技术本身。
λεγέσθω δὴ καὶ τὸ τῆς δικαιοσύνης ὡσαύτως.
那么,正义的成果也请同样说明。
τελευτῶν ἀπεκρίνατό τις ὦ Σώκρατές μοι τῶν σῶν ἑταίρων, ὃς δὴ κομψότατα ἔδοξεν εἰπεῖν, ὅτι τοῦτʼ εἴη τὸ τῆς δικαιοσύνης ἴδιον ἔργον, ὃ τῶν ἄλλων οὐδεμιᾶς, φιλίαν ἐν ταῖς πόλεσιν ποιεῖν.
” 苏格拉底啊,最后,你的同伴中有一位作了回答,他似乎说得最得体,他说:这就是正义特有的成果,是其他任何技术都不具备的,那就是在城邦中建立和合。
οὗτος δʼ αὖ ἐρωτώμενος τὴν φιλίαν ἀγαθόν τʼ ἔφη εἶναι καὶ οὐδέποτε κακόν, τὰς δὲ τῶν παίδων φιλίας καὶ τὰς τῶν θηρίων, ἃς ἡμεῖς τοῦτο τοὔνομα ἐπονομάζομεν, οὐκ ἀπεδέχετο εἶναι φιλίας ἐπανερωτώμενος·
而此人在被追问时,又说和合是一件好事,绝非坏事;但当我们进一步追问他时,对于孩子之间的友情和野兽之间的交情——这些我们同样用这个名字来称呼的关系——他却不承认那是和合。
συνέβαινε γὰρ αὐτῷ τὰ πλείω τὰς τοιαύτας βλαβερὰς ἢ ἀγαθὰς εἶναι.
因为对他来说,这种情况大多是有害的而非有益的。
φεύγων δὴ τὸ τοιοῦτον οὐδὲ φιλίας ἔφη τὰς τοιαύτας εἶναι, ψευδῶς δὲ ὀνομάζειν αὐτὰς τοὺς οὕτως ὀνομάζοντας· τὴν δὲ ὄντως καὶ ἀληθῶς φιλίαν εἶναι σαφέστατα ὁμόνοιαν.
为了避免这种结论,他说这类关系甚至连和合都算不上,这样称呼它们的人是在错误地使用这个名字;而真正和真实的友谊,最明确不过地就是和合。
τὴν δὲ ὁμόνοιαν ἐρωτώμενος εἰ ὁμοδοξίαν εἶναι λέγοι ἢ ἐπιστήμην, τὴν μὲν ὁμοδοξίαν ἠτίμαζεν· ἠναγκάζοντο γὰρ πολλαὶ καὶ βλαβεραὶ γίγνεσθαι ὁμοδοξίαι ἀνθρώπων, τὴν δὲ φιλίαν ἀγαθὸν ὡμολογήκει πάντως εἶναι καὶ δικαιοσύνης ἔργον, ὥστε ταὐτὸν ἔφησεν εἶναι ὁμόνοιαν ἐπιστήμην οὖσαν, ἀλλʼ οὐ δόξαν.
当被问及和合是指意见一致还是指知识时,他贬低了意见一致;因为人们之间必然会产生许多有害的意见一致,而他已经同意友谊全然是一件好事,是正义的成果,因此他说和合是同一回事,它是知识而非意见。

词汇与语法注释

  1. 409aἥνπερ ἀκούεις σὺ λέγοντος, ἔφη, Σωκράτους — 关系代词 ἥνπερ(其先行词为 τὴν τέχνην)作动词 ἀκούεις 的宾语(宾格),在该句型中与表示说话者的属格(λέγοντος Σωκράτους)连用,表示“听某人说某事”。
  2. 409bἔστιν δὲ τούτων θάτερον οὐκέτι τέχνη — τούτων θάτερον(两者之一)指代前文提到的“健康(ὑγίειαν)”。此句解释说,与另一种结果(培养其他医生,即技术的自我延续)不同,健康本身不再是一门技术,而是应用技术所产生的外部成果(ἔργ容)。
  3. 409eὥστε ταὐτὸν ἔφησεν εἶναι ὁμόνοιαν ἐπιστήμην οὖσαν, ἀλλʼ οὐ δόξαν. — 在带对格的不定式结构中,ταὐτόν 为表语,而 ὁμόνοιαν(伴随分词短语 ἐπιστήμην οὖσαν, ἀλλʼ οὐ δόξαν,“是知识而非意见”)为主语。其含义是,和合因为是知识而非意见,所以与前述真正的友谊(正义的成果)是同一回事。

引用这一段

柏拉图, 克雷托丰篇 §409. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg029.humanitext-grc2:409

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。