§408ΚΛΕΙ. καὶ δὴ καὶ περὶ τέχνην ὡσαύτως·
克勒托丰:而且关于技术也是同样如此。
ὅστις γὰρ δὴ μὴ ἐπίσταται τῇ ἑαυτοῦ λύρᾳ χρῆσθαι, δῆλον ὡς οὐδὲ τῇ τοῦ γείτονος, οὐδὲ ὅστις μὴ τῇ τῶν ἄλλων, οὐδὲ τῇ ἑαυτοῦ, οὐδʼ ἄλλῳ τῶν ὀργάνων οὐδὲ κτημάτων οὐδενί.
因为显然,凡是不知道如何使用自己的竖琴的人,也不会使用邻居的竖琴;凡是不知道如何使用别人的竖琴的人,也不会使用自己的竖琴,更不会使用任何其他工具或财产。
καὶ τελευτᾷ δὴ καλῶς ὁ λόγος οὗτός σοι, ὡς ὅστις ψυχῇ μὴ ἐπίσταται χρῆσθαι, τούτῳ τὸ ἄγειν ἡσυχίαν τῇ ψυχῇ καὶ μὴ ζῆν κρεῖττον ἢ ζῆν πράττοντι καθʼ αὑτόν· εἰ δέ τις ἀνάγκη ζῆν εἴη, δούλῳ ἄμεινον ἢ ἐλευθέρῳ διάγειν τῷ τοιούτῳ τὸν βίον ἐστὶν ἄρα, καθάπερ πλοίου παραδόντι τὰ πηδάλια τῆς διανοίας ἄλλῳ, τῷ μαθόντι τὴν τῶν ἀνθρώπων κυβερνητικήν, ἣν δὴ σὺ πολιτικήν, ὦ Σώκρατες, ἐπονομάζεις πολλάκις, τὴν αὐτὴν δὴ ταύτην δικαστικήν τε καὶ δικαιοσύνην ὡς ἔστιν λέγων.
而你的这一论证最终极其完美地总结道:凡是不知道如何使用灵魂的人,对其而言,让灵魂保持静止且不活下去,要比凭着自己行事而活下去更好;但如果非活不可的话,那么对这样的人来说,像交出船舵一样,将自己理智的舵盘交给别人,即交给学会了治理人类之航海术的人,从而作为奴隶而不是自由人度过一生,反倒是更好的。 苏格拉底啊,你经常把这种技术称为政治术,并说这同一技术也就是司法术和正义。
τούτοις δὴ τοῖς λόγοις καὶ ἑτέροις τοιούτοις παμπόλλοις καὶ παγκάλως λεγομένοις, ὡς διδακτὸν ἀρετὴ καὶ πάντων ἑαυτοῦ δεῖ μάλιστα ἐπιμελεῖσθαι, σχεδὸν οὔτʼ ἀντεῖπον πώποτε οὔτʼ οἶμαι μήποτε ὕστερον ἀντείπω, προτρεπτικωτάτους τε ἡγοῦμαι καὶ ὠφελιμωτάτους, καὶ ἀτεχνῶς ὥσπερ καθεύδοντας ἐπεγείρειν ἡμᾶς.
对于这些论证以及其他无数极其优美地表述出来的类似论证——即美德是可教的,且在所有事情中人最应当照料自己——我几乎从未反驳过,也认为以后绝不会反驳。 我认为它们最具劝勉性,也最有用益,简直就像是把我们从睡梦中唤醒一样。
προσεῖχον δὴ τὸν νοῦν τὸ μετὰ ταῦτα ὡς ἀκουσόμενος, ἐπανερωτῶν οὔτι σὲ τὸ πρῶτον, ὦ Σώκρατες, ἀλλὰ τῶν ἡλικιωτῶν τε καὶ συνεπιθυμητῶν ἢ ἑταίρων σῶν, ἢ ὅπως δεῖ πρὸς σὲ περὶ αὐτῶν τὸ τοιοῦτον ὀνομάζειν.
因此,我集中注意力于其后的内容,指望能听到它,首先询问的并非是你,苏格拉底,而是你的同龄人、志同道合者或你的同伴们——或者不知道应当如何向你称呼他们的这种关系。
τούτων γὰρ τοὺς τὶ μάλιστα εἶναι δοξαζομένους ὑπὸ σοῦ πρώτους ἐπανηρώτων, πυνθανόμενος τίς ὁ μετὰ ταῦτʼ εἴη λόγος, καὶ κατὰ σὲ τρόπον τινὰ ὑποτείνων αὐτοῖς,
ὦ βέλτιστοι,
ἔφην,
ὑμεῖς, πῶς ποτε νῦν ἀποδεχόμεθα τὴν Σωκράτους προτροπὴν ἡμῶν ἐπʼ ἀρετήν;
因为在他们之中,我最先询问了那些被你认为最有分量的人,打听接下来的论证是什么,并且在某种程度上模仿你的方式,向他们提出问题:‘最优秀的人们啊,’我说道,‘我们现在究竟该如何接受苏格拉底对我们的美德劝勉?
ὡς ὄντος μόνου τούτου, ἐπεξελθεῖν δὲ οὐκ ἔνι τῷ πράγματι καὶ λαβεῖν αὐτὸ τελέως, ἀλλʼ ἡμῖν παρὰ πάντα δὴ τὸν βίον ἔργον τοῦτʼ ἔσται, τοὺς μήπω προτετραμμένους προτρέπειν, καὶ ἐκείνους αὖ ἑτέρους;
难道仅仅只有这一件事,而我们无法彻底探究并完全掌握这一事物,以至于我们终生的工作就是去劝勉那些尚未受到劝勉的人,而他们又去劝勉其他人吗?
ἢ δεῖ τὸν Σωκράτη καὶ ἀλλήλους ἡμᾶς τὸ μετὰ τοῦτʼ ἐπανερωτᾶν, ὁμολογήσαντας τοῦτʼ αὐτὸ ἀνθρώπῳ πρακτέον εἶναι, τί τοὐντεῦθεν;
还是说,在同意了这正是人应当做的事情之后,我们必须向苏格拉底以及我们彼此追问:在此之后又是什么?
πῶς ἄρχεσθαι δεῖν φαμεν δικαιοσύνης πέρι μαθήσεως;
我们该说关于正义的学习应当如何开始?
ὥσπερ ἂν εἴ τις ἡμᾶς προύτρεπεν τοῦ σώματος ἐπιμέλειαν ποιεῖσθαι, μηδὲν προνοοῦντας ὁρῶν καθάπερ παῖδας ὡς ἔστιν τις γυμναστικὴ καὶ ἰατρική, κἄπειτα ὠνείδιζεν, λέγων ὡς αἰσχρὸν πυρῶν μὲν καὶ κριθῶν καὶ ἀμπέλων ἐπιμέλειαν πᾶσαν ποιεῖσθαι, καὶ ὅσα τοῦ σώματος ἕνεκα διαπονούμεθά τε καὶ κτώμεθα, τούτου δʼ αὐτοῦ μηδεμίαν τέχνην μηδὲ μηχανήν, ὅπως ὡς βέλτιστον ἔσται τὸ σῶμα, ἐξευρίσκειν, καὶ ταῦτα οὖσαν.
就像如果有人看到我们像小孩子一样,完全没有预料到有体育和医学这样的东西,因而劝勉我们要照料身体,接着又责备我们说:对小麦、大麦、葡萄藤以及一切我们为了身体而劳苦获得的东西付出所有的关怀,却不去寻找任何能使身体本身处于最佳状态的技术或方法,尤其是这种技术明明存在,这样做是可耻的。 ’