← プラトン

クレイトポン

§408

徳の勧めを超えた正義の習得への問い

クレイトポンは、魂を正しく用いる術(政治術や正義)を欠く者は他者に従うべきだというソクラテスの主張を称賛しつつ、その徳の勧め(勧勉)の段階から一歩進んで、実際にどのように正義を学ぶべきかについてソクラテスの弟子たちに問いかけた経緯を語る。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§408

ΚΛΕΙ. καὶ δὴ καὶ περὶ τέχνην ὡσαύτως· ὅστις γὰρ δὴ μὴ ἐπίσταται τῇ ἑαυτοῦ λύρᾳ χρῆσθαι, δῆλον ὡς οὐδὲ τῇ τοῦ γείτονος, οὐδὲ ὅστις μὴ τῇ τῶν ἄλλων, οὐδὲ τῇ ἑαυτοῦ, οὐδʼ ἄλλῳ τῶν ὀργάνων οὐδὲ κτημάτων οὐδενί. καὶ τελευτᾷ δὴ καλῶς ὁ λόγος οὗτός σοι, ὡς ὅστις ψυχῇ μὴ ἐπίσταται χρῆσθαι, τούτῳ τὸ ἄγειν ἡσυχίαν τῇ ψυχῇ καὶ μὴ ζῆν κρεῖττον ἢ ζῆν πράττοντι καθʼ αὑτόν·1 εἰ δέ τις ἀνάγκη ζῆν εἴη, δούλῳ ἄμεινον ἢ ἐλευθέρῳ διάγειν τῷ τοιούτῳ τὸν βίον ἐστὶν ἄρα, καθάπερ πλοίου παραδόντι2 τὰ πηδάλια τῆς διανοίας ἄλλῳ, τῷ μαθόντι τὴν τῶν ἀνθρώπων κυβερνητικήν, ἣν δὴ σὺ πολιτικήν, ὦ Σώκρατες, ἐπονομάζεις πολλάκις, τὴν αὐτὴν δὴ ταύτην δικαστικήν τε καὶ δικαιοσύνην ὡς ἔστιν λέγων. τούτοις δὴ τοῖς λόγοις καὶ ἑτέροις τοιούτοις παμπόλλοις καὶ παγκάλως λεγομένοις, ὡς διδακτὸν ἀρετὴ καὶ πάντων ἑαυτοῦ δεῖ μάλιστα ἐπιμελεῖσθαι, σχεδὸν οὔτʼ ἀντεῖπον πώποτε οὔτʼ οἶμαι μήποτε ὕστερον ἀντείπω, προτρεπτικωτάτους τε ἡγοῦμαι καὶ ὠφελιμωτάτους, καὶ ἀτεχνῶς ὥσπερ καθεύδοντας ἐπεγείρειν ἡμᾶς. προσεῖχον δὴ τὸν νοῦν τὸ μετὰ ταῦτα ὡς ἀκουσόμενος, ἐπανερωτῶν οὔτι σὲ τὸ πρῶτον, ὦ Σώκρατες, ἀλλὰ τῶν ἡλικιωτῶν τε καὶ συνεπιθυμητῶν ἢ ἑταίρων σῶν, ἢ ὅπως δεῖ πρὸς σὲ περὶ αὐτῶν τὸ τοιοῦτον ὀνομάζειν. τούτων γὰρ τοὺς τὶ μάλιστα εἶναι δοξαζομένους ὑπὸ σοῦ πρώτους ἐπανηρώτων, πυνθανόμενος τίς ὁ μετὰ ταῦτʼ εἴη λόγος, καὶ κατὰ σὲ τρόπον τινὰ ὑποτείνων αὐτοῖς, ὦ βέλτιστοι, ἔφην, ὑμεῖς, πῶς ποτε νῦν ἀποδεχόμεθα τὴν Σωκράτους προτροπὴν ἡμῶν ἐπʼ ἀρετήν; ὡς ὄντος μόνου τούτου,3 ἐπεξελθεῖν δὲ οὐκ ἔνι τῷ πράγματι καὶ λαβεῖν αὐτὸ τελέως, ἀλλʼ ἡμῖν παρὰ πάντα δὴ τὸν βίον ἔργον τοῦτʼ ἔσται, τοὺς μήπω προτετραμμένους προτρέπειν, καὶ ἐκείνους αὖ ἑτέρους; ἢ δεῖ τὸν Σωκράτη καὶ ἀλλήλους ἡμᾶς τὸ μετὰ τοῦτʼ ἐπανερωτᾶν, ὁμολογήσαντας τοῦτʼ αὐτὸ ἀνθρώπῳ πρακτέον εἶναι, τί τοὐντεῦθεν; πῶς ἄρχεσθαι δεῖν φαμεν δικαιοσύνης πέρι μαθήσεως; ὥσπερ ἂν εἴ τις4 ἡμᾶς προύτρεπεν τοῦ σώματος ἐπιμέλειαν ποιεῖσθαι, μηδὲν προνοοῦντας ὁρῶν καθάπερ παῖδας ὡς ἔστιν τις γυμναστικὴ καὶ ἰατρική, κἄπειτα ὠνείδιζεν, λέγων ὡς αἰσχρὸν πυρῶν μὲν καὶ κριθῶν καὶ ἀμπέλων ἐπιμέλειαν πᾶσαν ποιεῖσθαι, καὶ ὅσα τοῦ σώματος ἕνεκα διαπονούμεθά τε καὶ κτώμεθα, τούτου δʼ αὐτοῦ μηδεμίαν τέχνην μηδὲ μηχανήν, ὅπως ὡς βέλτιστον ἔσται τὸ σῶμα, ἐξευρίσκειν, καὶ ταῦτα οὖσαν.

クレイトポン:そしてまた技術に関しても同様だ。すなわち、自分自身の竪琴を使う知識がない者は、隣人のものも使うことができないのが明らかであるし、他人のものを使えない者は、自分のものも、他のいかなる道具も所有物も、使うことができないからだ。そして、あなたのこの議論は次のように見事に締めくくられる。すなわち、魂を使う知識がない者にとっては、魂を静止させておき、自分勝手に行動しながら生きるよりは、生きないことの方がよい、と。しかし、もし生きる必要がどうしてもあるならば、そのような者にとっては、船の舵を他人に委ねるように、知性の舵を人々の操舵術を学んだ者に委ねて、自由人としてよりも奴隷として人生を送る方がやはり良いのだ、と。ソクラテスよ、君がしばしば政治術と呼び、まさにこれと同じものを裁判術や正義とも呼んでいる、あの操舵術を学んだ者にね。徳は教えられうるものであり、何よりもまず自分自身のケアをしなければならないという、これらの議論や、極めて見事に語られる他の非常に多くの同様の議論に対しては、私はこれまでほとんど反論したことがないし、今後も決して反論することはないと思う。そしてそれらを最も勧勉的であり、最も有益なものとみなしているし、文字通り、眠っている我々を呼び覚ますものだと思っている。そこで私は、その後に続くことを聞こうと注意を向けていた。そして、ソクラテスよ、最初から君自身にではなく、君と同世代の者たち、また同じ志を持つ者たちや、君の仲間たち――あるいは彼らについて君に対してどのようにそのような名前を呼ぶべきかわからないが――に問い質したのだ。というのも、彼らのうちで君によって最も重んじられていると思われる者たちに、まず最初に問い質し、その後に続く議論は何であるのかを尋ね、また君のやり方にいくらか倣って、彼らに次のように持ちかけたからだ。「最も優れた方々よ」と私は言った。「私たちは今、ソクラテスの私たちに対する徳への勧めを、いったいどのように受け止めているのだろうか。これだけしか存在せず、その事柄を最後まで追求して完全に把握することは不可能であって、生涯を通じて私たちの仕事は、まだ勧められていない人々を勧め、その人々がさらに他の人々を勧めることだけなのだろうか。それとも、まさにこれこそが人間がなすべきことであると同意した上で、その次は何か、とソクラテスや私たち互いにその先を問い質すべきなのだろうか。正義に関する学習について、どのように始めるべきだと私たちは言うのだろうか。ちょうど、私たちがまるで子供のように、体育や医学というものが存在することを全く予見していないのを見て、身体のケアをするようにと誰かが私たちに勧め、その上で、小麦や大麦や葡萄の木、また身体のために私たちが労苦して獲得するすべてのものに対してはあらゆる配慮を払う一方で、身体そのものができるだけ良い状態になるための技術や手段を、それが存在しているにもかかわらず、全く見出そうとしないのは恥ずべきことだと難詰するようなものだ。」

構文注4 件
  1. 408aπράττοντι καθʼ αὑτόν

    「自分自身で(すなわち他者の指導なしに自己判断で)行動しながら」という意味。ここでは、魂の正しい使い方を知らない者が自律的に行動することの危険性を強調している。

  2. 408bπαραδόντι

    与格 τῷ τοιούτῳ(そのような者に)に一致する与格分詞。条件「委ねるならば」あるいは手段「委ねることによって」を表す。

  3. 408dὡς ὄντος μόνου τούτου

    接続詞 ὡς を伴う属格独立分詞構文。主観的な想定(「これだけが存在するかのように」)を表す。

  4. 408eὥσπερ ἂν εἴ τις

    ἄν は εἴ 節(過去直説法 προύτρεπεν)と結びつき、「もし誰かが〜するならば、ちょうどそうであるだろうように」という仮想・潜在の帰結(apodosis)を暗示している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(1 件・最終 2026-09-30)
  • 2026-09-30 表記の統一 — 訳文 1 件
urn:cts:greekLit:tlg0059.tlg029.humanitext-grc2:408