§406ΣΩ. Κλειτοφῶντα τὸν Ἀριστωνύμου τις ἡμῖν διηγεῖτο ἔναγχος, ὅτι Λυσίᾳ διαλεγόμενος τὰς μὲν μετὰ Σωκράτους διατριβὰς ψέγοι, τὴν Θρασυμάχου δὲ συνουσίαν ὑπερεπαινοῖ.
苏格拉底:最近有人向我们报告,说阿里斯托纽摩斯之子克勒托丰在与里斯亚斯交谈时,批评了与苏格拉底相处的时光,而对色拉叙马霍斯的交往则赞不绝口。
ΚΛΕΙ. ὅστις, ὦ Σώκρατες, οὐκ ὀρθῶς ἀπεμνημόνευέ σοι τοὺς ἐμοὶ περὶ σοῦ γενομένους λόγους πρὸς Λυσίαν·
克勒托丰:苏格拉底,无论那个人是谁,他都没有把你我之间关于你的谈话正确地转告给里斯亚斯。
τὰ μὲν γὰρ ἔγωγε οὐκ ἐπῄνουν σε, τὰ δὲ καὶ ἐπῄνουν.
因为我固然在某些方面没有称赞你,但在另一些方面我也确实称赞了你。
ἐπεὶ δὲ δῆλος εἶ μεμφόμενος μέν μοι, προσποιούμενος δὲ μηδὲν φροντίζειν, ἥδιστʼ ἄν σοι διεξέλθοιμι αὐτοὺς αὐτός, ἐπειδὴ καὶ μόνω τυγχάνομεν ὄντε, ἵνα ἧττόν με ἡγῇ πρὸς σὲ φαύλως ἔχειν.
既然你显然在责怪我,却又假装毫不介意,我非常乐意亲自向你详细说明,反正现在只有我们两个人,这样你对我的看法可能就不会那么差了。
νῦν γὰρ ἴσως οὐκ ὀρθῶς ἀκήκοας, ὥστε φαίνῃ πρὸς ἐμὲ ἔχειν τραχυτέρως τοῦ δέοντος·
因为现在,你也许听到的并不正确,所以你对我显得比应有的还要粗暴。
εἰ δέ μοι δίδως παρρησίαν, ἥδιστα ἂν δεξαίμην καὶ ἐθέλω λέγειν.
但如果你允许我畅所欲言,我非常乐意接受,也愿意说个明白。
§407ΣΩ. ἀλλʼ αἰσχρὸν μὴν σοῦ γε ὠφελεῖν με προθυμουμένου μὴ ὑπομένειν·
苏格拉底:确实,在你热切地想要帮助我的情况下,我如果不予以接受,那将是可耻的。
δῆλον γὰρ ὡς γνοὺς ὅπῃ χείρων εἰμὶ καὶ βελτίων, τὰ μὲν ἀσκήσω καὶ διώξομαι, τὰ δὲ φεύξομαι κατὰ κράτος.
因为显然,一旦我知道了自己在哪些地方较差,在哪些地方较好,我就将去实践和追求好的,并竭力逃避坏的。
ΚΛΕΙ. ἀκούοις ἄν.
克勒托丰:那么,请听我说。
ἐγὼ γάρ, ὦ Σώκρατες, σοὶ συγγιγνόμενος πολλάκις ἐξεπληττόμην ἀκούων, καί μοι ἐδόκεις παρὰ τοὺς ἄλλους ἀνθρώπους κάλλιστα λέγειν, ὁπότε ἐπιτιμῶν τοῖς ἀνθρώποις, ὥσπερ ἐπὶ μηχανῆς τραγικῆς θεός, ὕμνεις λέγων·
因为,苏格拉底,当我与你相处时,我常常在听到你的话时感到震惊,在我看来,你比其他任何人说得都要好,特别是当你责备人们时,就像悲剧舞台上的神仙降临一般,你反复吟诵着说: “人们啊,你们正流向何方?
ποῖ φέρεσθε, ὤνθρωποι;
你们难道不知道自己连一件该做的事都没有做吗?
καὶ ἀγνοεῖτε οὐδὲν τῶν δεόντων πράττοντες, οἵτινες χρημάτων μὲν πέρι τὴν πᾶσαν σπουδὴν ἔχετε ὅπως ὑμῖν ἔσται, τῶν δʼ ὑέων οἷς ταῦτα παραδώσετε ὅπως ἐπιστήσονται χρῆσθαι δικαίως τούτοις, οὔτε διδασκάλους αὐτοῖς εὑρίσκετε τῆς δικαιοσύνης, εἴπερ μαθητόν—εἰ δὲ μελετητόν τε καὶ ἀσκητόν, οἵτινες ἐξασκήσουσιν καὶ ἐκμελετήσουσιν ἱκανῶς—οὐδέ γʼ ἔτι πρότερον ὑμᾶς αὐτοὺς οὕτως ἐθεραπεύσατε.
你们把所有的心思都放在了财富上,以确保自己能拥有它;但是对于你们要将财富传给的儿子们,你们既没有为他们寻找正义的教师,以便让他们懂得如何正义地使用它——如果正义确实是可以传授的;如果是可以通过练习和训练获得的,你们也没有寻找那些能够充分训练和培养他们的人——甚至在这之前,你们自己也没有以这种方式来照料自己。
ἀλλʼ ὁρῶντες γράμματα καὶ μουσικὴν καὶ γυμναστικὴν ὑμᾶς τε αὐτοὺς καὶ τοὺς παῖδας ὑμῶν ἱκανῶς μεμαθηκότας—ἃ δὴ παιδείαν ἀρετῆς εἶναι τελέαν ἡγεῖσθε—κἄπειτα οὐδὲν ἧττον κακοὺς γιγνομένους περὶ τὰ χρήματα, πῶς οὐ καταφρονεῖτε τῆς νῦν παιδεύσεως οὐδὲ ζητεῖτε οἵτινες ὑμᾶς παύσουσι ταύτης τῆς ἀμουσίας;
相反,你们看到自己和孩子们已经充分学习了文字、音乐和体育——你们确实认为这就是美德的完美教育——然而在财富面前却依然不免变得同样邪恶。
καίτοι διά γε ταύτην τὴν πλημμέλειαν καὶ ῥᾳθυμίαν, ἀλλʼ οὐ διὰ τὴν ἐν τῷ ποδὶ πρὸς τὴν λύραν ἀμετρίαν, καὶ ἀδελφὸς ἀδελφῷ καὶ πόλεις πόλεσιν ἀμέτρως καὶ ἀναρμόστως προσφερόμεναι στασιάζουσι καὶ πολεμοῦντες τὰ ἔσχατα δρῶσιν καὶ πάσχουσιν.
你们怎么会不鄙视现在的教育,也不去寻找那些能帮你们结束这种不学无术状态的人呢?
ὑμεῖς δέ φατε οὐ διʼ ἀπαιδευσίαν οὐδὲ διʼ ἄγνοιαν ἀλλʼ ἑκόντας τοὺς ἀδίκους ἀδίκους εἶναι, πάλιν δʼ αὖ τολμᾶτε λέγειν ὡς αἰσχρὸν καὶ θεομισὲς ἡ ἀδικία·
然而,正是因为这种不协调和疏忽,而不是因为脚与琴弦之间的不合节奏,兄弟与兄弟之间,城邦与城邦之间才会以这种极不协调、极不和谐的方式相处,互相争斗,并在战争中做尽受尽最惨痛的恶行。
πῶς οὖν δή τις τό γε τοιοῦτον κακὸν ἑκὼν αἱροῖτʼ ἄν;
但你们却说,行不义者并非由于缺乏教育或无知,而是自愿作恶,而另一方面,你们又胆敢说不义是可耻且为神所憎恶的。
Ἥττων ὃς ἂν ᾖ, φατέ, τῶν ἡδονῶν.
那么,谁会自愿选择这样的恶呢?
οὐκοῦν καὶ τοῦτο ἀκούσιον, εἴπερ τὸ νικᾶν ἑκούσιον;
‘那些屈服于快乐的人’,你们说。
ὥστε ἐκ παντὸς τρόπου τό γε ἀδικεῖν ἀκούσιον ὁ λόγος αἱρεῖ, καὶ δεῖν ἐπιμέλειαν τῆς νῦν πλείω ποιεῖσθαι πάντʼ ἄνδρα ἰδίᾳ θʼ ἅμα καὶ δημοσίᾳ συμπάσας τὰς πόλεις.
但是,如果战胜快乐是自愿的,那么屈服不也是非自愿的吗?
ταῦτʼ οὖν, ὦ Σώκρατες, ἐγὼ ὅταν ἀκούω σοῦ θαμὰ λέγοντος, καὶ μάλα ἄγαμαι καὶ θαυμαστῶς ὡς ἐπαινῶ.
因此,无论如何,论证表明行不义确实是非自愿的,每一个人在私底下,同时所有城邦在公家,都必须比现在更加注重这方面的关怀。
καὶ ὁπόταν αὖ φῇς τὸ ἐφεξῆς τούτῳ, τοὺς ἀσκοῦντας μὲν τὰ σώματα, τῆς δὲ ψυχῆς ἠμεληκότας ἕτερόν τι πράττειν τοιοῦτον, τοῦ μὲν ἄρξοντος ἀμελεῖν, περὶ δὲ τὸ ἀρξόμενον ἐσπουδακέναι.
” 每当我听到你经常说这些话时,苏格拉底,我都非常钦佩,并且赞赏得无以复加。
καὶ ὅταν λέγῃς ὡς ὅτῳ τις μὴ ἐπίσταται χρῆσθαι, κρεῖττον ἐᾶν τὴν τούτου χρῆσιν·
而当你又说出与此相接续的那些话时,也是一样:那些锻炼了身体却忽略了灵魂的人,是在做类似的事情——忽略了应当起主导作用的部分,而把心思放在了被主导的部分上。
εἰ δή τις μὴ ἐπίσταται ὀφθαλμοῖς χρῆσθαι μηδὲ ὠσὶν μηδὲ σύμπαντι τῷ σώματι, τούτῳ μήτε ἀκούειν μήθʼ ὁρᾶν μήτʼ ἄλλην χρείαν μηδεμίαν χρῆσθαι τῷ σώματι κρεῖττον ἢ ὁπῃοῦν χρῆσθαι.
当你还说,如果有人不知道如何使用某样东西,那么最好不要去使用它;如果有人不知道如何使用眼睛、耳朵,或者整个身体,那么对他来说,不听、不看,也不以任何其他方式使用身体,要比以任何方式去使用它更好。