Humanitext Reader

柏拉图 · 美涅克塞努篇 §246-247

阵亡将士对遗属子孙与父母的训诫

第 7 段,共 8 段 · 希腊语

内容简介

苏格拉底赞美了在近期战争中阵亡的人们,并代他们向其幸存的子孙和父母传达了一番寄语,告诫他们要带着美德与崇高的勇气生活。

§246ΣΩ. ἀνδρῶν μέντοι ἀγαθῶν καὶ ἐν τούτῳ τῷ πολέμῳ ἐστερήθημεν, τῶν τε ἐν Κορίνθῳ χρησαμένων δυσχωρίᾳ καὶ ἐν Λεχαίῳ προδοσίᾳ· ἀγαθοὶ δὲ καὶ οἱ βασιλέα ἐλευθερώσαντες καὶ ἐκβαλόντες ἐκ τῆς θαλάττης Λακεδαιμονίους· ὧν ἐγὼ μὲν ὑμᾶς ἀναμιμνῄσκω, ὑμᾶς δὲ πρέπει συνεπαινεῖν τε καὶ κοσμεῖν τοιούτους ἄνδρας.
苏格拉底:然而,在这场战争中,我们也失去了许多勇士,包括在科林斯遭遇险恶地形的那些人,以及在雷开翁因背叛而牺牲的那些人;而那些解放了国王并把拉刻代蒙人赶出海洋的人,同样是勇士;我向你们提起这些人,而你们共同颂扬并表彰这些勇士也是理所当然的。
καὶ τὰ μὲν δὴ ἔργα ταῦτα τῶν ἀνδρῶν τῶν ἐνθάδε κειμένων καὶ τῶν ἄλλων ὅσοι ὑπὲρ τῆς πόλεως τετελευτήκασι, πολλὰ μὲν τὰ εἰρημένα καὶ καλά, πολὺ δʼ ἔτι πλείω καὶ καλλίω τὰ ὑπολειπόμενα· πολλαὶ γὰρ ἂν ἡμέραι καὶ νύκτες οὐχ ἱκαναὶ γένοιντο τῷ τὰ πάντα μέλλοντι περαίνειν.
至于躺在这里的勇士们,以及其他所有为城邦捐躯的人们的功绩,虽然已被传颂的已有很多且很美好,但那遗留下来未被提及的,还要更多、更美好;因为对于想要述说尽所有一切的人来说,即使有许多个昼夜也是不够的。
τούτων οὖν χρὴ μεμνημένους τοῖς τούτων ἐκγόνοις πάντʼ ἄνδρα παρακελεύεσθαι, ὥσπερ ἐν πολέμῳ, μὴ λείπειν τὴν τάξιν τὴν τῶν προγόνων μηδʼ εἰς τοὐπίσω ἀναχωρεῖν εἴκοντας κάκῃ.
因此,记住这些事,每个人都应当告诫这些人的后代,就像在战争中一样,不要脱离祖先的行列,也不要因为向怯懦妥协而退缩。
ἐγὼ μὲν οὖν καὶ αὐτός, ὦ παῖδες ἀνδρῶν ἀγαθῶν, νῦν τε παρακελεύομαι καὶ ἐν τῷ λοιπῷ χρόνῳ, ὅπου ἄν τῳ ἐντυγχάνω ὑμῶν, καὶ ἀναμνήσω καὶ διακελεύσομαι προθυμεῖσθαι εἶναι ὡς ἀρίστους· ἐν δὲ τῷ παρόντι δίκαιός εἰμι εἰπεῖν ἃ οἱ πατέρες ἡμῖν ἐπέσκηπτον ἀπαγγέλλειν τοῖς ἀεὶ λειπομένοις, εἴ τι πάσχοιεν, ἡνίκα κινδυνεύσειν ἔμελλον.
因此我本人也一样,勇士们的子孙啊,我现在劝告你们,并且在未来的岁月里,无论在哪里遇到你们中的哪一位,我都会提醒并督促你们,要努力做到最好;但在目前,我有义务转达我们的父亲们在面临危险时嘱托我们向留守下来的人传达的话,即如果他们遭遇不测的话。
φράσω δὲ ὑμῖν ἅ τε αὐτῶν ἤκουσα ἐκείνων καὶ οἷα νῦν ἡδέως ἂν εἴποιεν ὑμῖν λαβόντες δύναμιν, τεκμαιρόμενος ἐξ ὧν τότε ἔλεγον.
我将告诉你们我从他们本人那里听到的,以及根据他们当时的言论所推测的,如果他们现在拥有力量、会乐意对你们说些什么。
ἀλλὰ νομίζειν χρὴ αὐτῶν ἀκούειν ἐκείνων ἃ ἂν ἀπαγγέλλω· ἔλεγον δὲ τάδε— ὦ παῖδες, ὅτι μέν ἐστε πατέρων ἀγαθῶν, αὐτὸ μηνύει τὸ νῦν παρόν· ἡμῖν δὲ ἐξὸν ζῆν μὴ καλῶς, καλῶς αἱρούμεθα μᾶλλον τελευτᾶν, πρὶν ὑμᾶς τε καὶ τοὺς ἔπειτα εἰς ὀνείδη καταστῆσαι καὶ πρὶν τοὺς ἡμετέρους πατέρας καὶ πᾶν τὸ πρόσθεν γένος αἰσχῦναι, ἡγούμενοι τῷ τοὺς αὑτοῦ αἰσχύναντι ἀβίωτον εἶναι, καὶ τῷ τοιούτῳ οὔτε τινὰ ἀνθρώπων οὔτε θεῶν φίλον εἶναι οὔτʼ ἐπὶ γῆς οὔθʼ ὑπὸ γῆς τελευτήσαντι.
但你们应该相信,你们现在听到的是我转达的他们亲口说的话;他们曾这样说: “孩子们啊,你们拥有高尚的父亲,眼前的这一刻本身就昭示了这一点;我们本可以苟且偷生,但我们宁愿体面地死去,而不愿让你们和后人蒙受耻辱,也不愿羞辱我们的父亲们和先前的整个宗族,因为我们认为,对于羞辱自己亲人的人,生命是无法苟活的,而且对于这样的人,无论是在人世还是在死后步入地下,无论人还是神,没有谁会视其为友。
χρὴ οὖν μεμνημένους τῶν ἡμετέρων λόγων, ἐάν τι καὶ ἄλλο ἀσκῆτε, ἀσκεῖν μετʼ ἀρετῆς, εἰδότας ὅτι τούτου λειπόμενα πάντα καὶ κτήματα καὶ ἐπιτηδεύματα αἰσχρὰ καὶ κακά.
所以,你们必须牢记我们的话,如果你们还要追求其他任何事物,也必须伴随着美德去追求,须知一切缺乏美德的财产和事业都是可耻而卑劣的。
οὔτε γὰρ πλοῦτος κάλλος φέρει τῷ κεκτημένῳ μετʼ ἀνανδρίας— ἄλλῳ γὰρ ὁ τοιοῦτος πλουτεῖ καὶ οὐχ ἑαυτῷ—οὔτε σώματος κάλλος καὶ ἰσχὺς δειλῷ καὶ κακῷ συνοικοῦντα πρέποντα φαίνεται ἀλλʼ ἀπρεπῆ, καὶ ἐπιφανέστερον ποιεῖ τὸν ἔχοντα καὶ ἐκφαίνει τὴν δειλίαν· §247ΣΩ. πᾶσά τε ἐπιστήμη χωριζομένη δικαιοσύνης καὶ τῆς ἄλλης ἀρετῆς πανουργία, οὐ σοφία φαίνεται.
因为,伴随怯懦的财富并不能给其拥有者带来体面——因为这样的人是为他人致富,而非为自己——一个卑劣胆小之人若配上身体的美丽与强壮,也显得毫不相称,反倒显得格格不入,更使拥有者惹人注目,暴露其懦弱;而一切与公正及其他美德分离的知识,都只是狡黠,而非智慧。
ὧν ἕνεκα καὶ πρῶτον καὶ ὕστατον καὶ διὰ παντὸς πᾶσαν πάντως προθυμίαν πειρᾶσθε ἔχειν ὅπως μάλιστα μὲν ὑπερβαλεῖσθε καὶ ἡμᾶς καὶ τοὺς πρόσθεν εὐκλείᾳ· εἰ δὲ μή, ἴστε ὡς ἡμῖν, ἂν μὲν νικῶμεν ὑμᾶς ἀρετῇ, ἡ νίκη αἰσχύνην φέρει, ἡ δὲ ἧττα, ἐὰν ἡττώμεθα, εὐδαιμονίαν.
为此,无论始末,在所有事情上,你们要尽一切努力怀有无比的渴望,力求在名望上超越我们及前人;但若不然,你们当知,对我们而言,若我们在美德上胜过你们,这胜利便带给我们耻辱;反之,若我们被你们击败,这失败却带给我们幸福。
μάλιστα δʼ ἂν νικῴμεθα καὶ ὑμεῖς νικῴητε, εἰ παρασκευάσαισθε τῇ τῶν προγόνων δόξῃ μὴ καταχρησόμενοι μηδʼ ἀναλώσοντες αὐτήν, γνόντες ὅτι ἀνδρὶ οἰομένῳ τὶ εἶναι οὐκ ἔστιν αἴσχιον οὐδὲν ἢ παρέχειν ἑαυτὸν τιμώμενον μὴ διʼ ἑαυτὸν ἀλλὰ διὰ δόξαν προγόνων.
而最能让我们服输、让你们获胜的方法,就是你们做好准备,不滥用也不挥霍祖先的光荣,须知对于一个自视甚高的人来说,最可耻的事莫过于让自己不是因自身而是因祖先的光荣而受到尊敬。
εἶναι μὲν γὰρ τιμὰς γονέων ἐκγόνοις καλὸς θησαυρὸς καὶ μεγαλοπρεπής· χρῆσθαι δὲ καὶ χρημάτων καὶ τιμῶν θησαυρῷ, καὶ μὴ τοῖς ἐκγόνοις παραδιδόναι, αἰσχρὸν καὶ ἄνανδρον, ἀπορίᾳ ἰδίων αὑτοῦ κτημάτων τε καὶ εὐδοξιῶν.
因为父母的荣誉确实是后代美丽而宏伟的宝藏;然而,若将财富与荣誉的宝藏挥霍殆尽,且因缺乏自身的财产和声望而未能将其传给子孙,则是可耻且懦弱的。
καὶ ἐὰν μὲν ταῦτα ἐπιτηδεύσητε, φίλοι παρὰ φίλους ἡμᾶς ἀφίξεσθε, ὅταν ὑμᾶς ἡ προσήκουσα μοῖρα κομίσῃ· ἀμελήσαντας δὲ ὑμᾶς καὶ κακισθέντας οὐδεὶς εὐμενῶς ὑποδέξεται.
如果你们践行这些话,那么当你们注定的命运把你们带到这里时,你们将作为朋友来到我们这些朋友身边;但如果你们懈怠且变得卑劣,就没有谁会善意地接纳你们。
τοῖς μὲν οὖν παισὶ ταῦτʼ εἰρήσθω.
那么,对孩子们就说这些吧。
πατέρας δὲ ἡμῶν, οἷς εἰσί, καὶ μητέρας ἀεὶ χρὴ παραμυθεῖσθαι ὡς ῥᾷστα φέρειν τὴν συμφοράν, ἐὰν ἄρα συμβῇ γενέσθαι, καὶ μὴ συνοδύρεσθαι—οὐ γὰρ τοῦ λυπήσοντος προσδεήσονται· ἱκανὴ γὰρ ἔσται καὶ ἡ γενομένη τύχη τοῦτο πορίζειν—ἀλλʼ ἰωμένους καὶ πραΰνοντας ἀναμιμνῄσκειν αὐτοὺς ὅτι ὧν ηὔχοντο τὰ μέγιστα αὐτοῖς οἱ θεοὶ ἐπήκοοι γεγόνασιν.
而对于我们的父亲(若尚在世)和母亲,我们必须常常安慰他们,使他们在不幸真的发生时,能够尽可能轻松地承受,千万不要和他们一起哀号——因为他们并不需要任何人来让他们悲伤;因为已发生的事变本身就足以提供这一点——而是要安抚和抚慰他们,提醒他们:神明已经听允了他们最大的祈求。
οὐ γὰρ ἀθανάτους σφίσι παῖδας ηὔχοντο γενέσθαι ἀλλʼ ἀγαθοὺς καὶ εὐκλεεῖς, ὧν ἔτυχον, μεγίστων ἀγαθῶν ὄντων· πάντα δὲ οὐ ῥᾴδιον θνητῷ ἀνδρὶ κατὰ νοῦν ἐν τῷ ἑαυτοῦ βίῳ ἐκβαίνειν.
因为他们并不曾祈求自己的孩子长生不死,而是祈求他们勇敢且荣耀,而他们已经得到了这些最大的福祉;然而,凡人的一生中,万事皆如愿以偿并不是件易事。
καὶ φέροντες μὲν ἀνδρείως τὰς συμφορὰς δόξουσι τῷ ὄντι ἀνδρείων παίδων πατέρες εἶναι καὶ αὐτοὶ τοιοῦτοι, ὑπείκοντες δὲ ὑποψίαν παρέξουσιν ἢ μὴ ἡμέτεροι εἶναι ἢ ἡμῶν τοὺς ἐπαινοῦντας καταψεύδεσθαι·
如果他们能勇敢地承受不幸,他们便会显得真正是勇敢孩子的父亲,且他们自身也是这样的人;但若屈服,他们便会让人怀疑,要么他们并非我们的父母,要么那些颂扬我们的人说了假话。
χρὴ δὲ οὐδέτερα τούτων, ἀλλʼ ἐκείνους μάλιστα ἡμῶν ἐπαινέτας εἶναι ἔργῳ, παρέχοντας αὑτοὺς φαινομένους τῷ ὄντι πατέρας ὄντας ἄνδρας ἀνδρῶν.
这两种情况都不该发生,相反,他们应该用行动成为我们最大的赞许者,展现并证明自己确实是养育了勇士的勇士之父。
πάλαι γὰρ δὴ τὸ μηδὲν ἄγαν λεγόμενον καλῶς δοκεῖ λέγεσθαι· τῷ γὰρ ὄντι εὖ λέγεται.
因为自古以来,‘凡事勿过度’这句格言就被认为是说得极好的,而事实上它也确实说得好。 ”

词汇与语法注释

  1. 246cδίκαιός εἰμι εἰπεῖν — 意为“我有义务说”或“我理所当然该说”。这是人称句式(δίκαιος + 系动词 + 不定式),用以代替无人称句式 δίκαιόν ἐστιν ἐμὲ εἰπεῖν(我理应说)。
  2. 246dἡμῖν δὲ ἐξὸν ζῆν μὴ καλῶς — ἐξόν 是无人称动词 ἔξεστι(可能、允许)的现在分词中性单数宾格,作宾格绝对(accusative absolute)使用。表示让步:“尽管我们本可以不体面地活下去”。
  3. 246dτῷ τοὺς αὑτοῦ αἰσχύναντι — 与格定冠词 τῷ 修饰分词 αἰσχύναντι,意为“对于羞辱自己亲人的人”。它与后文的 τῷ τοιούτῳ(对于这样的人)形成平行关系,指明“无法活下去”(ἀβίωτον εἶναι)的对象。
  4. 247bἀνδρὶ οἰομένῳ τὶ εἶναι — 不定代词 τὶ(某物/某人)在此处意为“重要的人物”或“有价值的存在”。因此整句意为“对于一个自以为是个人物(重要人物)的男人而言”。

引用这一段

柏拉图, 美涅克塞努篇 §246-247. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg028.humanitext-grc2:246-247

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。