Humanitext Reader

柏拉图 · 美涅克塞努篇 §248-249

抚慰遗属与演说结语

第 8 段,共 8 段 · 希腊语

内容简介

苏格拉底阐述了自立贤者的态度,劝慰逝者亲属节哀,并接受城邦提供的充分支持与荣誉。在结束了这段代阿斯帕西亚转达的演说后,他与美内克塞诺斯就她的智慧进行了交谈。

§248ΣΩ. ὅτῳ γὰρ ἀνδρὶ εἰς ἑαυτὸν ἀνήρτηται πάντα τὰ πρὸς εὐδαιμονίαν φέροντα ἢ ἐγγὺς τούτου, καὶ μὴ ἐν ἄλλοις ἀνθρώποις αἰωρεῖται ἐξ ὧν ἢ εὖ ἢ κακῶς πραξάντων πλανᾶσθαι ἠνάγκασται καὶ τὰ ἐκείνου, τούτῳ ἄριστα παρεσκεύασται ζῆν, οὗτός ἐστιν ὁ σώφρων καὶ οὗτος ὁ ἀνδρεῖος καὶ φρόνιμος·
苏格拉底:因为,对于一个凡是通往幸福的事物都完全、或几乎完全依赖于自身,而不悬系于他人、不因他人的成败而被迫使自己的命运也随之漂泊不定的男人来说,他已经做好了最充分的生活准备。 这样的人便是克己、勇敢且明智的人。
οὗτος γιγνομένων χρημάτων καὶ παίδων καὶ διαφθειρομένων μάλιστα πείσεται τῇ παροιμίᾳ· οὔτε γὰρ χαίρων οὔτε λυπούμενος ἄγαν φανήσεται διὰ τὸ αὑτῷ πεποιθέναι.
这样的人在财富与儿女诞生和消逝时,将最能遵循那句格言;因为由于对自身的信任,他既不会显得过分高兴,也不会显得过分悲伤。
τοιούτους δὲ ἡμεῖς γε ἀξιοῦμεν καὶ τοὺς ἡμετέρους εἶναι καὶ βουλόμεθα καὶ φαμέν, καὶ ἡμᾶς αὐτοὺς νῦν παρέχομεν τοιούτους, οὐκ ἀγανακτοῦντας οὐδὲ φοβουμένους ἄγαν εἰ δεῖ τελευτᾶν ἐν τῷ παρόντι.
我们也要求我们的亲人成为这样的人,我们希望并宣称他们是这样的人,且我们现在也将自己展现为这样的人,在面临眼下必须死去的时刻,既不过分愤慨,也不过分恐惧。
δεόμεθα δὴ καὶ πατέρων καὶ μητέρων τῇ αὐτῇ ταύτῃ διανοίᾳ χρωμένους τὸν ἐπίλοιπον βίον διάγειν, καὶ εἰδέναι ὅτι οὐ θρηνοῦντες οὐδὲ ὀλοφυρόμενοι ἡμᾶς ἡμῖν μάλιστα χαριοῦνται, ἀλλʼ εἴ τις ἔστι τοῖς τετελευτηκόσιν αἴσθησις τῶν ζώντων, οὕτως ἀχάριστοι εἶεν ἂν μάλιστα, ἑαυτούς τε κακοῦντες καὶ βαρέως φέροντες τὰς συμφοράς· κούφως δὲ καὶ μετρίως μάλιστʼ ἂν χαρίζοιντο.
因此,我们恳求父亲们和母亲们也怀着这完全相同的心态度过余生,并且知晓,他们通过哀悼和痛哭我们并不能最大程度地取悦我们。 相反,如果逝者对生者还有任何感知的话,他们因折磨自己、沉重地承受不幸,从而会变得最为不领情;而若能轻柔且节制地承受,他们便最能取悦我们。
τὰ μὲν γὰρ ἡμέτερα τελευτὴν ἤδη ἕξει ἥπερ καλλίστη γίγνεται ἀνθρώποις, ὥστε πρέπει αὐτὰ μᾶλλον κοσμεῖν ἢ θρηνεῖν·
因为我们的生命现在已经有了一个对人类而言最为美好的结局,因此对其更应加以点缀,而非哀悼。
γυναικῶν δὲ τῶν ἡμετέρων καὶ παίδων ἐπιμελούμενοι καὶ τρέφοντες καὶ ἐνταῦθα τὸν νοῦν τρέποντες τῆς τε τύχης μάλιστʼ ἂν εἶεν ἐν λήθῃ καὶ ζῷεν κάλλιον καὶ ὀρθότερον καὶ ἡμῖν προσφιλέστερον.
通过关怀和抚养我们的妻子与孩子,并将心思转向此处,他们便能最有效地忘却不幸,且活得更美好、更正直,也更令我们感到亲切。
ταῦτα δὴ ἱκανὰ τοῖς ἡμετέροις παρʼ ἡμῶν ἀγγέλλειν·
这些话确实足够代表我们向亲人们传达了。
τῇ δὲ πόλει παρακελευοίμεθʼ ἂν ὅπως ἡμῖν καὶ πατέρων καὶ ὑέων ἐπιμελήσονται, τοὺς μὲν παιδεύοντες κοσμίως, τοὺς δὲ γηροτροφοῦντες ἀξίως·
另一方面,我们当劝告城邦,务必照料我们的父亲和儿子,对后者施以得体的教育,对前者予以相称的赡养。
νῦν δὲ ἴσμεν ὅτι καὶ ἐὰν μὴ ἡμεῖς παρακελευώμεθα, ἱκανῶς ἐπιμελήσεται.
不过,我们现在也知道,即便我们不提出劝告,城邦也会给予充分的照料。
ταῦτα οὖν, ὦ παῖδες καὶ γονῆς τῶν τελευτησάντων, ἐκεῖνοί τε ἐπέσκηπτον ἡμῖν ἀπαγγέλλειν, καὶ ἐγὼ ὡς δύναμαι προθυμότατα ἀπαγγέλλω·
孩子们,以及逝者的父母们啊,这些便是他们嘱托我们转达的话,我也正尽我所能、满怀热忱地转达。
καὶ αὐτὸς δέομαι ὑπὲρ ἐκείνων, τῶν μὲν μιμεῖσθαι τοὺς αὑτῶν, τῶν δὲ θαρρεῖν ὑπὲρ αὑτῶν, ὡς ἡμῶν καὶ ἰδίᾳ καὶ δημοσίᾳ γηροτροφησόντων ὑμᾶς καὶ ἐπιμελησομένων, ὅπου ἂν ἕκαστος ἑκάστῳ ἐντυγχάνῃ ὁτῳοῦν τῶν ἐκείνων.
我自己也代他们恳求,孩子们要效仿自己的先辈,父母们要为自己鼓起勇气,须知无论是私人还是城邦,在我们遇到你们中属于他们的任何一人时,我们都将赡养并照料你们。
§249ΣΩ. τῆς δὲ πόλεως ἴστε που καὶ αὐτοὶ τὴν ἐπιμέλειαν, ὅτι νόμους θεμένη περὶ τοὺς τῶν ἐν τῷ πολέμῳ τελευτησάντων παῖδάς τε καὶ γεννήτορας ἐπιμελεῖται, καὶ διαφερόντως τῶν ἄλλων πολιτῶν προστέτακται φυλάττειν ἀρχῇ ἥπερ μεγίστη ἐστίν, ὅπως ἂν οἱ τούτων μὴ ἀδικῶνται πατέρες τε καὶ μητέρες·
苏格拉底:城邦的照料,想必你们自己也是知道的,她通过制定关于战争中牺牲者之子嗣及父母的法律来进行照料,并且下令让最高的官职——即最重要的官职——以不同于其他公民的方式,特别予以看护,以免这些人的父母受到不公正对待。
τοὺς δὲ παῖδας συνεκτρέφει αὐτή, προθυμουμένη ὅτι μάλιστʼ ἄδηλον αὐτοῖς τὴν ὀρφανίαν γενέσθαι, ἐν πατρὸς σχήματι καταστᾶσα αὐτοῖς αὐτὴ ἔτι τε παισὶν οὖσιν, καὶ ἐπειδὰν εἰς ἀνδρὸς τέλος ἴωσιν, ἀποπέμπει ἐπὶ τὰ σφέτερʼ αὐτῶν πανοπλίᾳ κοσμήσασα, ἐνδεικνυμένη καὶ ἀναμιμνῄσκουσα τὰ τοῦ πατρὸς ἐπιτηδεύματα ὄργανα τῆς πατρῴας ἀρετῆς διδοῦσα, καὶ ἅμα οἰωνοῦ χάριν ἄρχεσθαι ἰέναι ἐπὶ τὴν πατρῴαν ἑστίαν ἄρξοντα μετʼ ἰσχύος ὅπλοις κεκοσμημένον.
她亲自共同抚养孩子们,渴望使他们的孤儿境境尽可能对他们不着痕迹,在他们还年幼时她便亲自充当父亲的角色,当他们成年时,她便用他们父亲的美德之工具——全套铠甲——装饰他们,并将这些交予他们以送行。 同时也为了讨个吉利,让他们在武器的装饰下、带着力量,开始走向祖先的炉灶去主持家园。
αὐτοὺς δὲ τοὺς τελευτήσαντας τιμῶσα οὐδέποτε ἐκλείπει, καθʼ ἕκαστον ἐνιαυτὸν αὐτὴ τὰ νομιζόμενα ποιοῦσα κοινῇ πᾶσιν ἅπερ ἑκάστῳ ἰδίᾳ γίγνεται, πρὸς δὲ τούτοις ἀγῶνας γυμνικοὺς καὶ ἱππικοὺς τιθεῖσα καὶ μουσικῆς πάσης, καὶ ἀτεχνῶς τῶν μὲν τελευτησάντων ἐν κληρονόμου καὶ ὑέος μοίρᾳ καθεστηκυῖα, τῶν δὲ ὑέων ἐν πατρός, γονέων δὲ τῶν τούτων ἐν ἐπιτρόπου, πᾶσαν πάντων παρὰ πάντα τὸν χρόνον ἐπιμέλειαν ποιουμένη.
而对于牺牲者本身,城邦也从未停止过对他们的尊崇,每年都亲自为所有人共同举行对于个人而言本应独自履行的常规仪式,此外还举办体育、马术以及各种音乐的竞技。 可以说,对于逝者而言,她已置身于继承人和儿子的地位,对儿子们而言,她处于父亲的地位,对父母而言,她处于监护人的地位,在任何时候都对所有人给予全方位的关怀。
ὧν χρὴ ἐνθυμουμένους πρᾳότερον φέρειν τὴν συμφοράν· τοῖς τε γὰρ τελευτήσασι καὶ τοῖς ζῶσιν οὕτως ἂν προσφιλέστατοι εἶτε καὶ ῥᾷστοι θεραπεύειν τε καὶ θεραπεύεσθαι.
你们应当记住这些,更温和地承受不幸;因为这样,你们对于逝者和生者而言都将是最亲切的,也最容易照料和被照料。
νῦν δὲ ἤδη ὑμεῖς τε καὶ οἱ ἄλλοι πάντες κοινῇ κατὰ τὸν νόμον τοὺς τετελευτηκότας ἀπολοφυράμενοι ἄπιτε.
现在,你们和所有其他人,在根据法律共同哀悼完逝者之后,便离去吧。
οὗτός σοι ὁ λόγος, ὦ Μενέξενε, Ἀσπασίας τῆς Μιλησίας ἐστίν.
梅内克塞诺斯啊,这就是米雷特的阿斯帕西亚为你作的演说。
ΜΕΝ. νὴ Δία, ὦ Σώκρατες, μακαρίαν γε λέγεις τὴν Ἀσπασίαν, εἰ γυνὴ οὖσα τοιούτους λόγους οἵα τʼ ἐστὶ συντιθέναι.
梅内:凭宙斯起誓,苏格拉底,你说的阿斯帕西亚真是个了不起的女人,她身为一介女流,竟能构思出这样的演说。
ΣΩ. ἀλλʼ εἰ μὴ πιστεύεις, ἀκολούθει μετʼ ἐμοῦ, καὶ ἀκούσῃ αὐτῆς λεγούσης.
苏克:但如果你不信,就跟我来,你就能听到她亲自演说了。
ΜΕΝ. πολλάκις, ὦ Σώκρατες, ἐγὼ ἐντετύχηκα Ἀσπασίᾳ, καὶ οἶδα οἵα ἐστίν.
梅内:苏格拉底,我曾多次见过阿斯帕西亚,知道她是怎样的人。
ΣΩ. τί οὖν;
苏克:那又如何?
οὐκ ἄγασαι αὐτὴν καὶ νῦν χάριν ἔχεις τοῦ λόγου αὐτῇ;
你现在难道不佩服她、不因这篇演说而感谢她吗?
ΜΕΝ. καὶ πολλήν γε, ὦ Σώκρατες, ἐγὼ χάριν ἔχω τούτου τοῦ λόγου ἐκείνῃ ἢ ἐκείνῳ ὅστις σοι ὁ εἰπών ἐστιν αὐτόν· καὶ πρός γε ἄλλων πολλῶν χάριν ἔχω τῷ εἰπόντι.
梅内:当然,苏格拉底,我非常感谢她,或者是那个把这篇演说讲给你听的人,不管是她还是他;而且,我也感谢把它讲出来的你。
ΣΩ. εὖ ἂν ἔχοι·
苏克:那就太好了。
ἀλλʼ ὅπως μου μὴ κατερεῖς, ἵνα καὶ αὖθίς σοι πολλοὺς καὶ καλοὺς λόγους παρʼ αὐτῆς πολιτικοὺς ἀπαγγέλλω.
但你千万别出卖我,好让我也能再次向你转达她口中许多美好的政治演说。
ΜΕΝ. θάρρει, οὐ κατερῶ·
梅内:放心吧,我绝不出卖你。
μόνον ἀπάγγελλε.
你只要转达便是。
ΣΩ. ἀλλὰ ταῦτʼ ἔσται.
苏克:好,一言为定。

词汇与语法注释

  1. 248aὅτῳ γὰρ ἀνδρὶ εἰς ἑαυτὸν ἀνήρτηται πάντα τὰ πρὸς εὐδαιμονίαν φέροντα — 应作为先行词的名词 ἀνδρὶ 被并入了由关系代词 ὅτῳ 引导的关系从句中(先行词的同化或并入)。主句中的 τούτῳ 充当了整个关系从句的复指与接受成分。
  2. 248aἐξ ὧν ἢ εὖ ἢ κακῶς πραξάντων — 前置词 ἐξ 支配着关系代词 ὧν,分词 πραξάντων 与之保持一致。这构成了一个表示原因或伴随情况的分词结构,意为“由于他们的境遇(好或坏)”。
  3. 249eἐκείνῃ ἢ ἐκείνῳ ὅστις σοι ὁ εἰπών ἐστιν αὐτόν — 女性指示代词 ἐκείνῃ(指阿斯帕西亚)与阳性指示代词 ἐκείνῳ 通过连词 ἤ 并列,而关系从句 ὅστις... 则与阳性形式一致,此处阳性形式作为泛指(包容两性),或暗示了该演说可能出自某位男性作者之手。

引用这一段

柏拉图, 美涅克塞努篇 §248-249. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg028.humanitext-grc2:248-249

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。