Humanitext Reader

柏拉图 · 美涅克塞努篇 §240-241

马拉松战役与希波战争中的各项功绩

第 4 段,共 8 段 · 希腊语

内容简介

苏格拉底讲述了波斯在冈比西斯和达利乌斯统治下的扩张、埃雷特里亚的陷落以及马拉松战役,将马拉松的胜利者赞誉为希腊自由之父。接着,他赞美了随后在萨拉米斯和阿提密修姆的海战、普拉提亚的陆战,以及后来确保希腊安全的各项远征功绩。

§240ΣΩ. ὁ δὲ ὑὸς Αἰγύπτου τε καὶ Λιβύης ὅσον οἷόν τʼ ἦν ἐπιβαίνειν, τρίτος δὲ Δαρεῖος πεζῇ μὲν μέχρι Σκυθῶν τὴν ἀρχὴν ὡρίσατο, ναυσὶ δὲ τῆς τε θαλάττης ἐκράτει καὶ τῶν νήσων, ὥστε μηδὲ ἀξιοῦν ἀντίπαλον αὐτῷ μηδένα εἶναι· αἱ δὲ γνῶμαι δεδουλωμέναι ἁπάντων ἀνθρώπων ἦσαν· οὕτω πολλὰ καὶ μεγάλα καὶ μάχιμα γένη καταδεδουλωμένη ἦν ἡ Περσῶν ἀρχή.
“而他的儿子[统治了]埃及和利比亚所有可能涉足的地方,第三代国王达利乌斯在陆路上规定其帝国边界直达斯基泰,通过船队则统治了海洋和岛屿,以至于没有任何人敢自负为他的对手;所有人的精神都已被奴役;波斯帝国征服了如此之多、强盛且好战的民族。
αἰτιασάμενος δὲ Δαρεῖος ἡμᾶς τε καὶ Ἐρετριᾶς, Σάρδεσιν ἐπιβουλεῦσαι προφασιζόμενος, πέμψας μυριάδας μὲν πεντήκοντα ἔν τε πλοίοις καὶ ναυσίν, ναῦς δὲ τριακοσίας, Δᾶτιν δὲ ἄρχοντα, εἶπεν ἥκειν ἄγοντα Ἐρετριᾶς καὶ Ἀθηναίους, εἰ βούλοιτο τὴν ἑαυτοῦ κεφαλὴν ἔχειν·
达利乌斯以密谋反对萨尔迪斯为借口,指控我们和埃雷特里亚人,派出了五十万名乘船和乘舰的士兵,以及三百艘战船,并以达提斯为司令官,下令如果他想要保住自己的脑袋,就必须带着埃雷特里亚人和雅典人回来。
ὁ δὲ πλεύσας εἰς Ἐρέτριαν ἐπʼ ἄνδρας οἳ τῶν τότε Ἑλλήνων ἐν τοῖς εὐδοκιμώτατοι ἦσαν τὰ πρὸς τὸν πόλεμον καὶ οὐκ ὀλίγοι, τούτους ἐχειρώσατο μὲν ἐν τρισὶν ἡμέραις, διηρευνήσατο δὲ αὐτῶν πᾶσαν τὴν χώραν, ἵνα μηδεὶς ἀποφύγοι, τοιούτῳ τρόπῳ· ἐπὶ τὰ ὅρια ἐλθόντες τῆς Ἐρετρικῆς οἱ στρατιῶται αὐτοῦ, ἐκ θαλάττης εἰς θάλατταν διαστάντες, συνάψαντες τὰς χεῖρας διῆλθον ἅπασαν τὴν χώραν, ἵνʼ ἔχοιεν τῷ βασιλεῖ εἰπεῖν ὅτι οὐδεὶς σφᾶς ἀποπεφευγὼς εἴη.
他航行到埃雷特里亚,针对在当时的希腊人中在战争事务上最享有盛名且人数不少的人们,在三天之内制服了他们,并彻底搜查了他们的全部国土,以防有人逃脱,其方法如下:他的士兵来到埃雷特里亚的边境,从海到海排成一列,手拉手穿过整个国土,以便能够对国王说没有人逃脱他们。
τῇ δʼ αὐτῇ διανοίᾳ κατηγάγοντο ἐξ Ἐρετρίας εἰς Μαραθῶνα, ὡς ἕτοιμόν σφισιν ὂν καὶ Ἀθηναίους ἐν τῇ αὐτῇ ταύτῃ ἀνάγκῃ ζεύξαντας Ἐρετριεῦσιν ἄγειν.
他们怀着同样的意图,从埃雷特里亚在马拉松登陆,仿佛把雅典人也套入与埃雷特里亚人同样的困境并带走对他们而言是轻而易举的事一般。
τούτων δὲ τῶν μὲν πραχθέντων, τῶν δʼ ἐπιχειρουμένων οὔτʼ Ἐρετριεῦσιν ἐβοήθησεν Ἑλλήνων οὐδεὶς οὔτε Ἀθηναίοις πλὴν Λακεδαιμονίων—οὗτοι δὲ τῇ ὑστεραίᾳ τῆς μάχης ἀφίκοντο—οἱ δʼ ἄλλοι πάντες ἐκπεπληγμένοι, ἀγαπῶντες τὴν ἐν τῷ παρόντι σωτηρίαν, ἡσυχίαν ἦγον.
在这些事情有的已经做成、有的正在企图之时,希腊人中没有任何人援助埃雷特里亚人或雅典人,除了拉刻代蒙人——而他们在战斗的次日才到达——其他所有人都惊恐万分,甘于眼前的安全而保持静观。
ἐν τούτῳ δὴ ἄν τις γενόμενος γνοίη οἷοι ἄρα ἐτύγχανον ὄντες τὴν ἀρετὴν οἱ Μαραθῶνι δεξάμενοι τὴν τῶν βαρβάρων δύναμιν καὶ κολασάμενοι τὴν ὑπερηφανίαν ὅλης τῆς Ἀσίας καὶ πρῶτοι στήσαντες τρόπαια τῶν βαρβάρων, ἡγεμόνες καὶ διδάσκαλοι τοῖς ἄλλοις γενόμενοι ὅτι οὐκ ἄμαχος εἴη ἡ Περσῶν δύναμις, ἀλλὰ πᾶν πλῆθος καὶ πᾶς πλοῦτος ἀρετῇ ὑπείκει.
在这种境地中,任何人若设身处地,都会明白在马拉松迎击野蛮人的军队、惩罚整个亚洲的傲慢并首先树立对野蛮人的战胜纪念碑的人们在美德上实际上是多么优秀。 他们成为了其他人的领导者和教师,表明波斯的军队并非不可战胜,而是任何多势和财富都屈服于美德。
ἐγὼ μὲν οὖν ἐκείνους τοὺς ἄνδρας φημὶ οὐ μόνον τῶν σωμάτων τῶν ἡμετέρων πατέρας εἶναι, ἀλλὰ καὶ τῆς ἐλευθερίας τῆς τε ἡμετέρας καὶ συμπάντων τῶν ἐν τῇδε τῇ ἠπείρῳ· εἰς ἐκεῖνο γὰρ τὸ ἔργον ἀποβλέψαντες καὶ τὰς ὑστέρας μάχας ἐτόλμησαν διακινδυνεύειν οἱ Ἕλληνες ὑπὲρ τῆς σωτηρίας, μαθηταὶ τῶν Μαραθῶνι γενόμενοι.
因此,我说那些人不仅是我们肉体的父亲,也是我们以及这片大陆上所有人的自由之父;因为希腊人正是瞩目于那场伟业,作为马拉松战役者的弟子,才敢于在后来的战斗中为了自身的安全去冒生命危险。
§241ΣΩ. τὰ μὲν οὖν ἀριστεῖα τῷ λόγῳ ἐκείνοις ἀναθετέον, τὰ δὲ δευτερεῖα τοῖς περὶ Σαλαμῖνα καὶ ἐπʼ Ἀρτεμισίῳ ναυμαχήσασι καὶ νικήσασι.
” “因此,在言辞上必须将首奖归于他们,而将次奖归于在萨拉米斯和阿提密修姆附近进行海战并获得胜利的人。
καὶ γὰρ τούτων τῶν ἀνδρῶν πολλὰ μὲν ἄν τις ἔχοι διελθεῖν, καὶ οἷα ἐπιόντα ὑπέμειναν κατά τε γῆν καὶ κατὰ θάλατταν, καὶ ὡς ἠμύναντο ταῦτα· ὃ δέ μοι δοκεῖ καὶ ἐκείνων κάλλιστον εἶναι, τούτου μνησθήσομαι, ὅτι τὸ ἑξῆς ἔργον τοῖς Μαραθῶνι διεπράξαντο.
因为关于这些男子,人们也会有许多事情可讲述,比如他们在陆上和海上承受了怎样的进攻,以及他们如何击退了这些进攻;但其中在我看来最美丽的事情,我要予以提及,那就是他们完成了紧随马拉松战役之后的伟业。
οἱ μὲν γὰρ Μαραθῶνι τοσοῦτον μόνον ἐπέδειξαν τοῖς Ἕλλησιν, ὅτι κατὰ γῆν οἷόν τε ἀμύνασθαι τοὺς βαρβάρους ὀλίγοις πολλούς, ναυσὶ δὲ ἔτι ἦν ἄδηλον καὶ δόξαν εἶχον Πέρσαι ἄμαχοι εἶναι κατὰ θάλατταν καὶ πλήθει καὶ πλούτῳ καὶ τέχνῃ καὶ ῥώμῃ· τοῦτο δὴ ἄξιον ἐπαινεῖν τῶν ἀνδρῶν τῶν τότε ναυμαχησάντων, ὅτι τὸν ἐχόμενον φόβον διέλυσαν τῶν Ἑλλήνων καὶ ἔπαυσαν φοβουμένους πλῆθος νεῶν τε καὶ ἀνδρῶν.
因为马拉松的那些人仅向希腊人表明了这一点:在陆上,少数人有可能抵御多数野蛮人,但在船只方面仍然未知,且波斯人在海上由于其数量、财富、技术和力量而保持着不可战胜的名声;这确实是当时进行海战的男子们值得赞美之处:他们消除了笼罩在希腊人头上的恐惧,使他们不再害怕船只和男子的数量。
ὑπʼ ἀμφοτέρων δὴ συμβαίνει, τῶν τε Μαραθῶνι μαχεσαμένων καὶ τῶν ἐν Σαλαμῖνι ναυμαχησάντων, παιδευθῆναι τοὺς ἄλλους Ἕλληνας, ὑπὸ μὲν τῶν κατὰ γῆν, ὑπὸ δὲ τῶν κατὰ θάλατταν μαθόντας καὶ ἐθισθέντας μὴ φοβεῖσθαι τοὺς βαρβάρους.
正是通过双方——在马拉松战斗的人们和在萨拉米斯进行海战的人们——其他希腊人得到了教育,通过在陆上战斗的人们和在海上战斗的人们学会并习惯了不惧怕野蛮人。
τρίτον δὲ λέγω τὸ ἐν Πλαταιαῖς ἔργον καὶ ἀριθμῷ καὶ ἀρετῇ γενέσθαι τῆς Ἑλληνικῆς σωτηρίας, κοινὸν ἤδη τοῦτο Λακεδαιμονίων τε καὶ Ἀθηναίων.
第三,我说在普拉提亚的伟业在数量和美德上都成为了希腊救赎的原因,这如今已是拉刻代蒙人和雅典人的共同事业。
τὸ μὲν οὖν μέγιστον καὶ χαλεπώτατον οὗτοι πάντες ἠμύναντο, καὶ διὰ ταύτην τὴν ἀρετὴν νῦν τε ὑφʼ ἡμῶν ἐγκωμιάζονται καὶ εἰς τὸν ἔπειτα χρόνον ὑπὸ τῶν ὕστερον· μετὰ δὲ τοῦτο πολλαὶ μὲν πόλεις τῶν Ἑλλήνων ἔτι ἦσαν μετὰ τοῦ βαρβάρου, αὐτὸς δὲ ἠγγέλλετο βασιλεὺς διανοεῖσθαι ὡς ἐπιχειρήσων πάλιν ἐπὶ τοὺς Ἕλληνας.
因此,这最伟大、最艰难的一关由他们所有人击退了,由于这种美德,他们现在受到我们的歌颂,并且在以后的时间里受到后世人的歌颂;在这之后,虽然希腊的许多城邦仍与野蛮人站在一起,但有消息称国王本人正盘算着再次对希腊人发起进攻。
δίκαιον δὴ καὶ τούτων ἡμᾶς ἐπιμνησθῆναι, οἳ τοῖς τῶν προτέρων ἔργοις τέλος τῆς σωτηρίας ἐπέθεσαν ἀνακαθηράμενοι καὶ ἐξελάσαντες πᾶν τὸ βάρβαρον ἐκ τῆς θαλάττης.
因此,我们提及这些人也是公正的:他们扫除并驱逐了海上所有的野蛮人势力,在先辈的功绩上放上了救赎的冠冕。
ἦσαν δὲ οὗτοι οἵ τε ἐπʼ Εὐρυμέδοντι ναυμαχήσαντες καὶ οἱ εἰς Κύπρον στρατεύσαντες καὶ οἱ εἰς Αἴγυπτον πλεύσαντες καὶ ἄλλοσε πολλαχόσε, ὧν χρὴ μεμνῆσθαι καὶ χάριν αὐτοῖς εἰδέναι, ὅτι βασιλέα ἐποίησαν δείσαντα τῇ ἑαυτοῦ σωτηρίᾳ τὸν νοῦν προσέχειν, ἀλλὰ μὴ τῇ τῶν Ἑλλήνων ἐπιβουλεύειν φθορᾷ.
这些人就是那些在欧里梅敦进行海战的人、远征塞浦路斯的人、航行至埃及以及其他许多地方的人,我们应当记住他们并对他们心存感激,因为他们使国王在恐惧中不得不专注于自身的安全,而不再企图毁灭希腊人。 ”

词汇与语法注释

  1. 240ὁ δὲ ὑός — 省略了谓语动词,需从前句(239e)中补出 `ἦρξεν`(统治)。主语指的是库鲁斯的儿子冈比西斯二世。
  2. 240aεἰ βούλοιτο τὴν ἑαυτοῦ κεφαλὴν ἔχειν — 带有条件希求法的习语,字面意思是“如果他想保留自己的脑袋”,暗示如果任务失败将被处死的警告。
  3. 240cὡς ἕτοιμόν σφισιν ὂν — 带有 `ὡς` 的宾格绝对句(非人称动词 `ἕτοιμόν ἐστιν` 的中性宾格分词 `ὄν`),表示主观的假设或预期,译为“仿佛对他们而言是轻而易举的事一般”。
  4. 240dἄν τις γενόμενος γνοίη — 不定过去时分词 `γενόμενος` 起条件从句作用,与潜在希求法 `ἄν... γνοίη`(源自 `γιγνώσκω`)结合,意为“任何人若置身于该境地,就会明白”。

引用这一段

柏拉图, 美涅克塞努篇 §240-241. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg028.humanitext-grc2:240-241

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。