§238ΣΩ. ὃ δὴ καὶ ἡ ἡμετέρα γῆ τε καὶ μήτηρ ἱκανὸν τεκμήριον παρέχεται ὡς ἀνθρώπους γεννησαμένη· μόνη γὰρ ἐν τῷ τότε καὶ πρώτη τροφὴν ἀνθρωπείαν ἤνεγκεν τὸν τῶν πυρῶν καὶ κριθῶν καρπόν, ᾧ κάλλιστα καὶ ἄριστα τρέφεται τὸ ἀνθρώπειον γένος, ὡς τῷ ὄντι τοῦτο τὸ ζῷον αὐτὴ γεννησαμένη.
“这确实也是我们的土地和母亲提供的一个充分证据,证明她生育了人类;因为在当时,她是唯一且最先产出人类食物的, 238a¦ 即小麦和大麦的果实,人类借此得到最美好、最完善的抚育,这表明她确实亲自生育了这种生物。
μᾶλλον δὲ ὑπὲρ γῆς ἢ γυναικὸς προσήκει δέχεσθαι τοιαῦτα τεκμήρια· οὐ γὰρ γῆ γυναῖκα μεμίμηται κυήσει καὶ γεννήσει, ἀλλὰ γυνὴ γῆν.
将这样的证据归于土地而非女性是更为合适的;因为土地并没有在怀孕和生育上模仿女性,而是女性模仿了土地。
τούτου δὲ τοῦ καρποῦ οὐκ ἐφθόνησεν, ἀλλʼ ἔνειμεν καὶ τοῖς ἄλλοις.
对于这种果实,她毫不吝啬,而是也分发给了其他人。
μετὰ δὲ τοῦτο ἐλαίου γένεσιν, πόνων ἀρωγήν, ἀνῆκεν τοῖς ἐκγόνοις· θρεψαμένη δὲ καὶ αὐξήσασα πρὸς ἥβην ἄρχοντας καὶ διδασκάλους αὐτῶν θεοὺς ἐπηγάγετο·
在这之后,她为子孙们带来了橄榄的诞生,作为对劳苦的帮助;在抚养他们并使其成长至青年时期之后,她为他们引进了神明作为统治者和教师。
ὧν τὰ μὲν ὀνόματα πρέπει ἐν τῷ τοιῷδε ἐᾶν—ἴσμεν γάρ—οἳ τὸν βίον ἡμῶν κατεσκεύασαν πρός τε τὴν καθʼ ἡμέραν δίαιταν, τέχνας πρώτους παιδευσάμενοι, καὶ πρὸς τὴν ὑπὲρ τῆς χώρας φυλακὴν ὅπλων κτῆσίν τε καὶ χρῆσιν διδαξάμενοι.
这些神明的名字在这样的场合最好省略——因为我们是知道的——他们为了我们的日常生活而整顿了我们的生活,首先传授了我们技艺,并且为了保卫国土,教授了我们武器的获取和使用。
γεννηθέντες δὲ καὶ παιδευθέντες οὕτως οἱ τῶνδε πρόγονοι ᾤκουν πολιτείαν κατασκευασάμενοι, ἧς ὀρθῶς ἔχει διὰ βραχέων ἐπιμνησθῆναι.
如此出生并受教育的这些人的祖先,建立并生活在一种国制之中,对此进行简要的提及是正确的。
πολιτεία γὰρ τροφὴ ἀνθρώπων ἐστίν, καλὴ μὲν ἀγαθῶν, ἡ δὲ ἐναντία κακῶν.
因为国制是人类的抚育,美好的国制培育优秀的人,相反的则培育坏人。
ὡς οὖν ἐν καλῇ πολιτείᾳ ἐτράφησαν οἱ πρόσθεν ἡμῶν, ἀναγκαῖον δηλῶσαι, διʼ ἣν δὴ κἀκεῖνοι ἀγαθοὶ καὶ οἱ νῦν εἰσιν, ὧν οἵδε τυγχάνουσιν ὄντες οἱ τετελευτηκότες.
因此,有必要表明我们的先辈是如何在美好的国制中被抚育的,正因为这一国制,他们和现代的人都是优秀的,而这些死者也正是现代人中的一员。
ἡ γὰρ αὐτὴ πολιτεία καὶ τότε ἦν καὶ νῦν, ἀριστοκρατία, ἐν ᾗ νῦν τε πολιτευόμεθα καὶ τὸν ἀεὶ χρόνον ἐξ ἐκείνου ὡς τὰ πολλά.
因为当时和现在都是同一种国制,即贵族制,我们现在生活在其中,且自那时以来的大部分时间里一直如此。
καλεῖ δὲ ὁ μὲν αὐτὴν δημοκρατίαν, ὁ δὲ ἄλλο, ᾧ ἂν χαίρῃ, ἔστι δὲ τῇ ἀληθείᾳ μετʼ εὐδοξίας πλήθους ἀριστοκρατία.
有人称其为民主制,另有人随其所好称其为其他名字,但实际上,它是伴随着大众赞同的贵族制。
βασιλῆς μὲν γὰρ ἀεὶ ἡμῖν εἰσιν· οὗτοι δὲ τοτὲ μὲν ἐκ γένους, τοτὲ δὲ αἱρετοί·
因为我们一直有国王;他们有时是世袭的,有时是选出来的;但在大多数情况下,大众控制着城邦,并将官职和权力授予那些在不同时期被认为是最优秀的人。
ἐγκρατὲς δὲ τῆς πόλεως τὰ πολλὰ τὸ πλῆθος, τὰς δὲ ἀρχὰς δίδωσι καὶ κράτος τοῖς ἀεὶ δόξασιν ἀρίστοις εἶναι, καὶ οὔτε ἀσθενείᾳ οὔτε πενίᾳ οὔτʼ ἀγνωσίᾳ πατέρων ἀπελήλαται οὐδεὶς οὐδὲ τοῖς ἐναντίοις τετίμηται, ὥσπερ ἐν ἄλλαις πόλεσιν, ἀλλὰ εἷς ὅρος, ὁ δόξας σοφὸς ἢ ἀγαθὸς εἶναι κρατεῖ καὶ ἄρχει.
没有人因为虚弱、贫穷或父亲身份不明而被排除在外,也没有人因为相反的情况而受到尊崇,这与在其他城邦不同,而是只有一个标准:被认为聪明或优秀的人进行统治和管理。
αἰτία δὲ ἡμῖν τῆς πολιτείας ταύτης ἡ ἐξ ἴσου γένεσις.
我们拥有这种国制的原因在于我们的出身平等。
§239ΣΩ. αἱ μὲν γὰρ ἄλλαι πόλεις ἐκ παντοδαπῶν κατεσκευασμέναι ἀνθρώπων εἰσὶ καὶ ἀνωμάλων, ὥστε αὐτῶν ἀνώμαλοι καὶ αἱ πολιτεῖαι, τυραννίδες τε καὶ ὀλιγαρχίαι· οἰκοῦσιν οὖν ἔνιοι μὲν δούλους, οἱ δὲ δεσπότας ἀλλήλους νομίζοντες· ἡμεῖς δὲ καὶ οἱ ἡμέτεροι, μιᾶς μητρὸς πάντες ἀδελφοὶ φύντες, οὐκ ἀξιοῦμεν δοῦλοι οὐδὲ δεσπόται ἀλλήλων εἶναι, ἀλλʼ ἡ ἰσογονία ἡμᾶς ἡ κατὰ φύσιν ἰσονομίαν ἀναγκάζει ζητεῖν κατὰ νόμον, καὶ μηδενὶ ἄλλῳ ὑπείκειν ἀλλήλοις ἢ ἀρετῆς δόξῃ καὶ φρονήσεως.
” “因为其他城邦是由各种各样且不平等的人建立的,所以他们的国制也是不平等的,包括僭主制和寡头制;因此,在他们中,有的人彼此视为奴隶,有的人则彼此视为主人;但我们和我们的人, 239a¦ 既然都是同一位母亲所生的兄弟,便不认为彼此应当成为奴隶或主人,相反,我们自然上的出身平等迫使我们去寻求法律上的权利平等,且除了在美德和智慧的声誉之外,彼此不屈服于任何其他事物。
ὅθεν δὴ ἐν πάσῃ ἐλευθερίᾳ τεθραμμένοι οἱ τῶνδέ γε πατέρες καὶ οἱ ἡμέτεροι καὶ αὐτοὶ οὗτοι, καὶ καλῶς φύντες, πολλὰ δὴ καὶ καλὰ ἔργα ἀπεφήναντο εἰς πάντας ἀνθρώπους καὶ ἰδίᾳ καὶ δημοσίᾳ, οἰόμενοι δεῖν ὑπὲρ τῆς ἐλευθερίας καὶ Ἕλλησιν ὑπὲρ Ἑλλήνων μάχεσθαι καὶ βαρβάροις ὑπὲρ ἁπάντων τῶν Ἑλλήνων.
因此,完全在自由中抚养长大的这些人的父亲、我们的父亲以及他们自己,拥有高贵的出身,私下和公开地对所有人展示了许多美丽的功绩,他们认为应当为了自由,为了希腊人而与希腊人战斗,为了所有希腊人而与野蛮人战斗。
Εὐμόλπου μὲν οὖν καὶ Ἀμαζόνων ἐπιστρατευσάντων ἐπὶ τὴν χώραν καὶ τῶν ἔτι προτέρων ὡς ἠμύναντο, καὶ ὡς ἤμυναν Ἀργείοις πρὸς Καδμείους καὶ Ἡρακλείδαις πρὸς Ἀργείους, ὅ τε χρόνος βραχὺς ἀξίως διηγήσασθαι, ποιηταί τε αὐτῶν ἤδη καλῶς τὴν ἀρετὴν ἐν μουσικῇ ὑμνήσαντες εἰς πάντας μεμηνύκασιν· ἐὰν οὖν ἡμεῖς ἐπιχειρῶμεν τὰ αὐτὰ λόγῳ ψιλῷ κοσμεῖν, τάχʼ ἂν δεύτεροι φαινοίμεθα.
因此,关于尤摩尔波斯和亚马逊人入侵这片土地,以及更早的人们是如何防卫的,以及他们如何帮助阿格斯人对抗卡德摩斯人,帮助赫拉克勒斯后代对抗阿格斯人,时间太短不足以进行相称的叙述,而且他们的诗人也已经通过音乐美妙地歌颂了他们的美德,并使其为所有人熟知;如果我们在此时试图用朴实的言辞去装饰同样的功绩,我们或许会显得逊色。
ταῦτα μὲν οὖν διὰ ταῦτα δοκεῖ μοι ἐᾶν, ἐπειδὴ καὶ ἔχει τὴν ἀξίαν· ὧν δὲ οὔτε ποιητής πω δόξαν ἀξίαν ἐπʼ ἀξίοις λαβὼν ἔχει ἔτι τέ ἐστιν ἐν ἀμνηστίᾳ, τούτων πέρι μοι δοκεῖ χρῆναι ἐπιμνησθῆναι ἐπαινοῦντά τε καὶ προμνώμενον ἄλλοις ἐς ᾠδάς τε καὶ τὴν ἄλλην ποίησιν αὐτὰ θεῖναι πρεπόντως τῶν πραξάντων.
因此,由于这些已经得到了它们应得的赞美,我认为最好省去它们;但是,对于那些还没有诗人因其值得的名声而获得应有荣耀、至今仍被遗忘的功绩,我认为有必要予以提及,既为了赞美他们,也为了促使其他人用歌谣和其他诗歌来以适合其践行者的方式描绘它们。
ἔστιν δὲ τούτων ὧν λέγω πρῶτα· Πέρσας ἡγουμένους τῆς Ἀσίας καὶ δουλουμένους τὴν Εὐρώπην ἔσχον οἱ τῆσδε τῆς χώρας ἔκγονοι, γονῆς δὲ ἡμέτεροι, ὧν καὶ δίκαιον καὶ χρὴ πρῶτον μεμνημένους ἐπαινέσαι αὐτῶν τὴν ἀρετήν.
在我所说的这些功绩中,第一件是:当波斯人统治亚洲并奴役欧洲时,这片土地的子孙、我们的先祖阻挡了他们。 我们首先记住并赞美他们的美德是公正且必要的。
δεῖ δὴ αὐτὴν ἰδεῖν, εἰ μέλλει τις καλῶς ἐπαινεῖν, ἐν ἐκείνῳ τῷ χρόνῳ γενόμενον λόγῳ, ὅτε πᾶσα μὲν ἡ Ἀσία ἐδούλευε τρίτῳ ἤδη βασιλεῖ, ὧν ὁ μὲν πρῶτος Κῦρος ἐλευθερώσας Πέρσας τοὺς αὑτοῦ πολίτας τῷ αὑτοῦ φρονήματι ἅμα καὶ τοὺς δεσπότας Μήδους ἐδουλώσατο καὶ τῆς ἄλλης Ἀσίας μέχρι Αἰγύπτου ἦρξεν,
如果有人想要优美地赞美它,就必须在言辞中将自己置于那个时代去看待,当时整个亚洲已经屈服于第三代国王,其中第一位国王库鲁斯通过他自己的智慧解放了他自己的公民波斯人,同时奴役了他们的主人米底人,并统治了亚洲其余直到埃及的地区,”