§236ΣΩ. λέγω γάρ, καὶ Κόννον γε τὸν Μητροβίου· οὗτοι γάρ μοι δύο εἰσὶν διδάσκαλοι, ὁ μὲν μουσικῆς, ἡ δὲ ῥητορικῆς.
苏格拉底:是的,因为我说的也是美特罗比乌斯之子柯诺;因为他们两位是我的老师,一个是音乐老师,另一个是修辞学老师。
οὕτω μὲν οὖν τρεφόμενον ἄνδρα οὐδὲν θαυμαστὸν δεινὸν εἶναι λέγειν·
因此,一个以这种方式被培养出来的人擅长演讲,这并没有什么可奇怪的。
ἀλλὰ καὶ ὅστις ἐμοῦ κάκιον ἐπαιδεύθη, μουσικὴν μὲν ὑπὸ Λάμπρου παιδευθείς, ῥητορικὴν δὲ ὑπʼ Ἀντιφῶντος τοῦ Ῥαμνουσίου, ὅμως κἂν οὗτος οἷός τʼ εἴη Ἀθηναίους γε ἐν Ἀθηναίοις ἐπαινῶν εὐδοκιμεῖν.
但是,即使是一个比我受教育更差的人,只要他被兰普鲁斯教授音乐,被拉姆努斯的安提丰教授修辞学,他同样能够通过在雅典人中赞美雅典人来赢得声誉。
ΜΕΝ. καὶ τί ἂν ἔχοις εἰπεῖν, εἰ δέοι σε λέγειν;
梅内克塞努斯:那么,如果需要你演讲,你又能说些什么呢?
ΣΩ. αὐτὸς μὲν παρʼ ἐμαυτοῦ ἴσως οὐδέν, Ἀσπασίας δὲ καὶ χθὲς ἠκροώμην περαινούσης ἐπιτάφιον λόγον περὶ αὐτῶν τούτων.
苏格拉底:就我自己而言,也许什么也说不出;但就在昨天,我还听阿斯帕西娅正在完成一篇关于这些人的葬礼演说。
ἤκουσε γὰρ ἅπερ σὺ λέγεις, ὅτι μέλλοιεν Ἀθηναῖοι αἱρεῖσθαι τὸν ἐροῦντα· ἔπειτα τὰ μὲν ἐκ τοῦ παραχρῆμά μοι διῄει, οἷα δέοι λέγειν, τὰ δὲ πρότερον ἐσκεμμένη, ὅτε μοι δοκεῖ συνετίθει τὸν ἐπιτάφιον λόγον ὃν Περικλῆς εἶπεν, περιλείμματʼ ἄττα ἐξ ἐκείνου συγκολλῶσα.
因为她听到了你所说的话,即雅典人将要选出讲演者;随后,她当场向我粗略地讲了一部分应该说些什么,而另一部分则是她之前考虑过的,当时,在我看来,她正在撰写伯里克利所发表的葬礼演说,并将那篇演说中的一些零散片段拼接在一起。
ΜΕΝ. ἦ καὶ μνημονεύσαις ἂν ἃ ἔλεγεν ἡ Ἀσπασία;
梅内克塞努斯:那你还能记住阿斯帕西娅说了些什么吗?
ΣΩ. εἰ μὴ ἀδικῶ γε· ἐμάνθανόν γέ τοι παρʼ αὐτῆς, καὶ ὀλίγου πληγὰς ἔλαβον ὅτʼ ἐπελανθανόμην.
苏格拉底:只要我不对她不公(忘掉它),是的;至少,我是从她那里学来的,并且只要我忘记,就几乎要挨揍。
ΜΕΝ. τί οὖν οὐ διῆλθες;
梅内克塞努斯:那为什么你不讲一遍呢?
ΣΩ. ἀλλʼ ὅπως μή μοι χαλεπανεῖ ἡ διδάσκαλος, ἂν ἐξενέγκω αὐτῆς τὸν λόγον.
苏格拉底:但我必须小心,免得我的女老师因为我泄露了她的演说而向我发怒。
ΜΕΝ. μηδαμῶς, ὦ Σώκρατες, ἀλλʼ εἰπέ, καὶ πάνυ μοι χαριῇ, εἴτε Ἀσπασίας βούλει λέγειν εἴτε ὁτουοῦν· ἀλλὰ μόνον εἰπέ.
梅内克塞努斯:千万别这样,苏格拉底,说吧;如果你愿意讲阿斯帕西娅的演说,或者任何人的演说,你都会极大地取悦我;只要说出来就行。
ΣΩ. ἀλλʼ ἴσως μου καταγελάσῃ, ἄν σοι δόξω πρεσβύτης ὢν ἔτι παίζειν.
苏格拉底:但如果你觉得我到了这个年纪还在胡闹,你也许会笑话我。
ΜΕΝ. οὐδαμῶς, ὦ Σώκρατες, ἀλλʼ εἰπὲ παντὶ τρόπῳ.
梅内克塞努斯:绝不会,苏格拉底,请务必说吧。
ΣΩ. ἀλλὰ μέντοι σοί γε δεῖ χαρίζεσθαι, ὥστε κἂν ὀλίγου, εἴ με κελεύοις ἀποδύντα ὀρχήσασθαι, χαρισαίμην ἄν, ἐπειδή γε μόνω ἐσμέν.
苏格拉底:好,那我确实必须取悦你了,以至于即使你命令我脱掉衣服跳舞,我几乎也会照做来取悦你,既然现在只有我们两个人。
ἀλλʼ ἄκουε.
听着。
ἔλεγε γάρ, ὡς ἐγᾦμαι, ἀρξαμένη λέγειν ἀπʼ αὐτῶν τῶν τεθνεώτων οὑτωσί. ἔργῳ μὲν ἡμῖν οἵδε ἔχουσιν τὰ προσήκοντα σφίσιν αὐτοῖς, ὧν τυχόντες πορεύονται τὴν εἱμαρμένην πορείαν, προπεμφθέντες κοινῇ μὲν ὑπὸ τῆς πόλεως, ἰδίᾳ δὲ ὑπὸ τῶν οἰκείων· λόγῳ δὲ δὴ τὸν λειπόμενον κόσμον ὅ τε νόμος προστάττει ἀποδοῦναι τοῖς ἀνδράσιν καὶ χρή.
因为据我记忆,她是这样开始演说的,直接从死者本身开始:“在行动上,这些人已经得到了适合他们自己的待遇,在获得这些之后,他们便踏上了注定的旅程,由城邦公送,由亲人私送;但在言辞上,法律不仅命令将剩余的礼赞奉献给这些男子,而且这也是应该的。
ἔργων γὰρ εὖ πραχθέντων λόγῳ καλῶς ῥηθέντι μνήμη καὶ κόσμος τοῖς πράξασι γίγνεται παρὰ τῶν ἀκουσάντων·
因为当行动完成得好时,通过优美表达的言辞,行动者就能从倾听者那里获得记忆和荣耀。
δεῖ δὴ τοιούτου τινὸς λόγου ὅστις τοὺς μὲν τετελευτηκότας ἱκανῶς ἐπαινέσεται, τοῖς δὲ ζῶσιν εὐμενῶς παραινέσεται, ἐκγόνοις μὲν καὶ ἀδελφοῖς μιμεῖσθαι τὴν τῶνδε ἀρετὴν παρακελευόμενος, πατέρας δὲ καὶ μητέρας καὶ εἴ τινες τῶν ἄνωθεν ἔτι προγόνων λείπονται, τούτους δὲ παραμυθούμενος.
确实,需要有这样一种演说,它既能充分赞美死者,又能善意地劝勉生者,督促子孙和兄弟效仿这些人的美德,并 237a¦ 抚慰父亲、母亲以及仍然留存的更早的先祖。
§237ΣΩ. τίς οὖν ἂν ἡμῖν τοιοῦτος λόγος φανείη;
” “那么,什么样的演说会在我们面前显得合适呢?
ἢ πόθεν ἂν ὀρθῶς ἀρξαίμεθα ἄνδρας ἀγαθοὺς ἐπαινοῦντες, οἳ ζῶντές τε τοὺς ἑαυτῶν ηὔφραινον διʼ ἀρετήν, καὶ τὴν τελευτὴν ἀντὶ τῆς τῶν ζώντων σωτηρίας ἠλλάξαντο;
或者,我们应该从哪里正确地开始赞美这些优秀的人,他们在活着时通过美德给他们自己的人带来快乐,并选择用死亡来换取生者的拯救?
δοκεῖ μοι χρῆναι κατὰ φύσιν, ὥσπερ ἀγαθοὶ ἐγένοντο, οὕτω καὶ ἐπαινεῖν αὐτούς.
在我看来,正像他们变得优秀一样,我们也应当根据他们的本性来赞美他们。
ἀγαθοὶ δὲ ἐγένοντο διὰ τὸ φῦναι ἐξ ἀγαθῶν.
而他们变得优秀,是因为他们出生于优秀的祖先。
τὴν εὐγένειαν οὖν πρῶτον αὐτῶν ἐγκωμιάζωμεν, δεύτερον δὲ τροφήν τε καὶ παιδείαν· ἐπὶ δὲ τούτοις τὴν τῶν ἔργων πρᾶξιν ἐπιδείξωμεν, ὡς καλὴν καὶ ἀξίαν τούτων ἀπεφήναντο.
因此,让我们首先歌颂他们高贵出身,其次是他们的抚养和教育;在这些之后,让我们展示他们行动的实践,表明他们展示出的行动是多么美丽且不负于这些培养。
τῆς δʼ εὐγενείας πρῶτον ὑπῆρξε τοῖσδε ἡ τῶν προγόνων γένεσις οὐκ ἔπηλυς οὖσα, οὐδὲ τοὺς ἐκγόνους τούτους ἀποφηναμένη μετοικοῦντας ἐν τῇ χώρᾳ ἄλλοθεν σφῶν ἡκόντων, ἀλλʼ αὐτόχθονας καὶ τῷ ὄντι ἐν πατρίδι οἰκοῦντας καὶ ζῶντας, καὶ τρεφομένους οὐχ ὑπὸ μητρυιᾶς ὡς οἱ ἄλλοι, ἀλλʼ ὑπὸ μητρὸς τῆς χώρας ἐν ᾗ ᾤκουν, καὶ νῦν κεῖσθαι τελευτήσαντας ἐν οἰκείοις τόποις τῆς τεκούσης καὶ θρεψάσης καὶ ὑποδεξαμένης.
在他们的高贵出身中,第一基础是他们祖先的起源,那不是外来的,也没有表明这些子孙是由于从他处来到这片土地而成为侨民,而是土生土长,在真正的祖国里居住和生活,抚养他们的不是像其他人那样的继母,而是抚育他们的母亲,即他们所居住的这片土地,而如今他们死后,正躺在生育、抚养并接纳了他们的母亲自己的熟悉地方。
δικαιότατον δὴ κοσμῆσαι πρῶτον τὴν μητέρα αὐτήν· οὕτω γὰρ συμβαίνει ἅμα καὶ ἡ τῶνδε εὐγένεια κοσμουμένη.
因此,最公正的自然是首先装饰这位母亲本身;因为通过这种方式,这些人的高贵出身也同时得到了装饰。
ἔστι δὲ ἀξία ἡ χώρα καὶ ὑπὸ πάντων ἀνθρώπων ἐπαινεῖσθαι, οὐ μόνον ὑφʼ ἡμῶν, πολλαχῇ μὲν καὶ ἄλλῃ, πρῶτον δὲ καὶ μέγιστον ὅτι τυγχάνει οὖσα θεοφιλής.
这片土地值得所有人赞美,不仅是我们要赞美,在许多其他方面也是如此,而首要且最大的一点在于,她恰好深受神明喜爱。
μαρτυρεῖ δὲ ἡμῶν τῷ λόγῳ ἡ τῶν ἀμφισβητησάντων περὶ αὐτῆς θεῶν ἔρις τε καὶ κρίσις· ἣν δὴ θεοὶ ἐπῄνεσαν, πῶς οὐχ ὑπʼ ἀνθρώπων γε συμπάντων δικαία ἐπαινεῖσθαι;
争夺这片土地的神明们的纷争与判决,便是我们这一说法的见证;对于神明赞美的土地,怎么能不被所有人公正地赞美呢?
δεύτερος δὲ ἔπαινος δικαίως ἂν αὐτῆς εἴη, ὅτι ἐν ἐκείνῳ τῷ χρόνῳ, ἐν ᾧ ἡ πᾶσα γῆ ἀνεδίδου καὶ ἔφυε ζῷα παντοδαπά, θηρία τε καὶ βοτά, ἐν τούτῳ ἡ ἡμετέρα θηρίων μὲν ἀγρίων ἄγονος καὶ καθαρὰ ἐφάνη, ἐξελέξατο δὲ τῶν ζῴων καὶ ἐγέννησεν ἄνθρωπον, ὃ συνέσει τε ὑπερέχει τῶν ἄλλων καὶ δίκην καὶ θεοὺς μόνον νομίζει.
第二个赞美理所应当属于她,是因为在那个整个大地都在产出和生育各种生物、野兽和家畜的时代,我们的土地却表现得不产野兽、纯净无瑕,而是从所有生物中挑选并生育了人类,人类在智慧上超越其他物种,且唯有人类信仰正义和神明。
μέγα δὲ τεκμήριον τούτῳ τῷ λόγῳ, ὅτι ἥδε ἔτεκεν ἡ γῆ τοὺς τῶνδέ τε καὶ ἡμετέρους προγόνους.
这一说法的巨大证据在于,这片土地生育了这些人以及我们的祖先。
πᾶν γὰρ τὸ τεκὸν τροφὴν ἔχει ἐπιτηδείαν ᾧ ἂν τέκῃ, ᾧ καὶ γυνὴ δήλη τεκοῦσά τε ἀληθῶς καὶ μή, ἀλλʼ ὑποβαλλομένη, ἐὰν μὴ ἔχῃ πηγὰς τροφῆς τῷ γεννωμένῳ.
因为所有生育者都有适合它所生者的食物,通过这一点,一个女人是否真正生育、还是冒名顶替(抱养了他人的孩子),也可以通过她是否为新生儿准备了食物的源泉而显明出来。 ”