Humanitext Reader

柏拉图 · 美涅克塞努篇 §234-235

追悼演说者的推选与修辞学老师阿斯帕西娅

第 1 段,共 8 段 · 希腊语

内容简介

梅内克塞努斯从议事厅回来,提到议事会将选出阵亡将士国葬演说人。苏格拉底讽刺了追悼演说对听众产生的蛊惑效果,认为在同胞面前演说并非难事,并透露自己的修辞学老师是阿斯帕西娅。

§234ΣΩ. ἐξ ἀγορᾶς ἢ πόθεν Μενέξενος;
苏格拉底:从集市来,还是从哪里来,梅内克塞努斯?
ΜΕΝ. ἐξ ἀγορᾶς, ὦ Σώκρατες, καὶ ἀπὸ τοῦ βουλευτηρίου.
梅内克塞努斯:从集市来,苏格拉底,还有从议事厅来。
ΣΩ. τί μάλιστα σοὶ πρὸς βουλευτήριον;
苏格拉底:你和议事厅有什么特别的关系?
ἢ δῆλα δὴ ὅτι παιδεύσεως καὶ φιλοσοφίας ἐπὶ τέλει ἡγῇ εἶναι, καὶ ὡς ἱκανῶς ἤδη ἔχων ἐπὶ τὰ μείζω ἐπινοεῖς τρέπεσθαι, καὶ ἄρχειν ἡμῶν, ὦ θαυμάσιε, ἐπιχειρεῖς τῶν πρεσβυτέρων τηλικοῦτος ὤν, ἵνα μὴ ἐκλίπῃ ὑμῶν ἡ οἰκία ἀεί τινα ἡμῶν ἐπιμελητὴν παρεχομένη;
还是显然,你认为自己在教育和哲学上已经达到了终点,并且认为自己已经足够,计划转向更重大的事务,并且,你这个令人惊异的人啊,尽管年纪还轻,却企图来统治我们这些年长者,以为免你们家族中断了总为我们提供保护人的传统?
ΜΕΝ. ἐὰν σύ γε, ὦ Σώκρατες, ἐᾷς καὶ συμβουλεύῃς ἄρχειν, προθυμήσομαι· εἰ δὲ μή, οὔ.
梅内克塞努斯:要是你,苏格拉底,允许并建议我统治,我就会努力去做;否则,我就不做。
νῦν μέντοι ἀφικόμην πρὸς τὸ βουλευτήριον πυθόμενος ὅτι ἡ βουλὴ μέλλει αἱρεῖσθαι ὅστις ἐρεῖ ἐπὶ τοῖς ἀποθανοῦσιν·
不过现在,我是因为听说议事会打算选出一位在死者墓前发表讲演的人,才去议事厅的。
ταφὰς γὰρ οἶσθʼ ὅτι μέλλουσι ποιεῖν.
因为你知道,他们准备举行葬礼。
ΣΩ. πάνυ γε·
苏格拉底:当然。
ἀλλὰ τίνα εἵλοντο;
不过他们选了谁呢?
ΜΕΝ. οὐδένα, ἀλλὰ ἀνεβάλοντο εἰς τὴν αὔριον.
梅内克塞努斯:谁也没选,而是推迟到了明天。
οἶμαι μέντοι Ἀρχῖνον ἢ Δίωνα αἱρεθήσεσθαι.
不过我想,阿尔基诺斯或迪翁会被选中。
§235ΣΩ. καὶ μήν, ὦ Μενέξενε, πολλαχῇ κινδυνεύει καλὸν εἶναι τὸ ἐν πολέμῳ ἀποθνῄσκειν.
苏格拉底:确实,梅内克塞努斯,在许多方面,在战争中死去似乎是一件美妙的事。
καὶ γὰρ ταφῆς καλῆς τε καὶ μεγαλοπρεποῦς τυγχάνει, καὶ ἐὰν πένης τις ὢν τελευτήσῃ, καὶ ἐπαίνου αὖ ἔτυχεν, καὶ ἐὰν φαῦλος ᾖ, ὑπʼ ἀνδρῶν σοφῶν τε καὶ οὐκ εἰκῇ ἐπαινούντων, ἀλλὰ ἐκ πολλοῦ χρόνου λόγους παρεσκευασμένων, οἳ οὕτως καλῶς ἐπαινοῦσιν, ὥστε καὶ τὰ προσόντα καὶ τὰ μὴ περὶ ἑκάστου λέγοντες, κάλλιστά πως τοῖς ὀνόμασι ποικίλλοντες, γοητεύουσιν ἡμῶν τὰς ψυχάς, καὶ τὴν πόλιν ἐγκωμιάζοντες κατὰ πάντας τρόπους καὶ τοὺς τετελευτηκότας ἐν τῷ πολέμῳ καὶ τοὺς προγόνους ἡμῶν ἅπαντας τοὺς ἔμπροσθεν καὶ αὐτοὺς ἡμᾶς τοὺς ἔτι ζῶντας ἐπαινοῦντες, ὥστʼ ἔγωγε, ὦ Μενέξενε, γενναίως πάνυ διατίθεμαι ἐπαινούμενος ὑπʼ αὐτῶν, καὶ ἑκάστοτε ἐξέστηκα ἀκροώμενος καὶ κηλούμενος, ἡγούμενος ἐν τῷ παραχρῆμα μείζων καὶ γενναιότερος καὶ καλλίων γεγονέναι.
因为,即使一个人作为穷人死去,也会得到体面而壮丽的葬礼;再者,即使他是个平庸之辈,也会得到那些聪明人的赞美,他们不随便称赞,而是早就准备好了演讲词,他们赞美得如此完美,以至于通过说出每个人身上有或没有的品质,并且用言词将其装饰得极其美妙,以此来蛊惑我们的心灵,并以各种方式歌颂城邦,赞美战争中的死者、我们过去所有的祖先,甚至赞美我们这些还活着的人,以至于我,梅内克塞努斯,在被他们赞美时,感到自己变得极其高贵,每次听着听着就神魂颠倒,当场觉得自己变得更伟大、更高尚、更美丽了。
καὶ οἷα δὴ τὰ πολλὰ ἀεὶ μετʼ ἐμοῦ ξένοι τινὲς ἕπονται καὶ συνακροῶνται πρὸς οὓς ἐγὼ σεμνότερος ἐν τῷ παραχρῆμα γίγνομαι· καὶ γὰρ ἐκεῖνοι ταὐτὰ ταῦτα δοκοῦσί μοι πάσχειν καὶ πρὸς ἐμὲ καὶ πρὸς τὴν ἄλλην πόλιν, θαυμασιωτέραν αὐτὴν ἡγεῖσθαι εἶναι ἢ πρότερον, ὑπὸ τοῦ λέγοντος ἀναπειθόμενοι.
而且,正如通常那样,总会有一些外邦人陪我一起听,在他们面前,我当场就显得更加庄严;因为在我看来,他们对我以及对整个城邦也产生了完全相同的感受,被演讲者说服,认为城邦比以前更令人赞叹。
καί μοι αὕτη ἡ σεμνότης παραμένει ἡμέρας πλείω ἢ τρεῖς· οὕτως ἔναυλος ὁ λόγος τε καὶ ὁ φθόγγος παρὰ τοῦ λέγοντος ἐνδύεται εἰς τὰ ὦτα, ὥστε μόγις τετάρτῃ ἢ πέμπτῃ ἡμέρᾳ ἀναμιμνῄσκομαι ἐμαυτοῦ καὶ αἰσθάνομαι οὗ γῆς εἰμι, τέως δὲ οἶμαι μόνον οὐκ ἐν μακάρων νήσοις οἰκεῖν· οὕτως ἡμῖν οἱ ῥήτορες δεξιοί εἰσιν.
而且我的这种庄严感会持续三天以上;演讲者的言词和声音如此清晰地回荡在我的耳中,以至于到第四天或第五天,我才勉强想起自己,并意识到自己身在人世何处,而在此之前,我几乎以为自己居住在福乐之岛上;我们的演说家就是如此高明。
ΜΕΝ. ἀεὶ σὺ προσπαίζεις, ὦ Σώκρατες, τοὺς ῥήτορας.
梅内克塞努斯:你总是取笑演说家,苏格拉底。
νῦν μέντοι οἶμαι ἐγὼ τὸν αἱρεθέντα οὐ πάνυ εὐπορήσειν· ἐξ ὑπογύου γὰρ παντάπασιν ἡ αἵρεσις γέγονεν, ὥστε ἴσως ἀναγκασθήσεται ὁ λέγων ὥσπερ αὐτοσχεδιάζειν.
不过这一次,我想被选中的人不会太轻松;因为这次选拔完全是临时决定的,所以演讲者也许会被迫像是作即兴演讲。
ΣΩ. πόθεν, ὠγαθέ;
苏格拉底:怎么会呢,好朋友?
εἰσὶν ἑκάστοις τούτων λόγοι παρεσκευασμένοι, καὶ ἅμα οὐδὲ αὐτοσχεδιάζειν τά γε τοιαῦτα χαλεπόν.
他们每个人都有准备好的演讲词,而且,即兴发表这类演讲也并不难。
εἰ μὲν γὰρ δέοι Ἀθηναίους ἐν Πελοποννησίοις εὖ λέγειν ἢ Πελοποννησίους ἐν Ἀθηναίοις, ἀγαθοῦ ἂν ῥήτορος δέοι τοῦ πείσοντος καὶ εὐδοκιμήσοντος· ὅταν δέ τις ἐν τούτοις ἀγωνίζηται οὕσπερ καὶ ἐπαινεῖ, οὐδὲν μέγα δοκεῖν εὖ λέγειν.
因为,如果要在伯罗奔尼撒人中赞美雅典人,或者在雅典人中赞美伯罗奔尼撒人,那就需要一位优秀的演说家来劝服听众并赢得声誉;但如果有人是在他所赞美的人群中进行演说竞逐,那么要显得说得好,就不是什么难事了。
ΜΕΝ. οὐκ οἴει, ὦ Σώκρατες;
梅内克塞努斯:你不这么认为吗,苏格拉底?
ΣΩ. οὐ μέντοι μὰ Δία.
苏格拉底:确实不,凭宙斯起誓。
ΜΕΝ. ἦ οἴει οἷός τʼ ἂν εἶναι αὐτὸς εἰπεῖν, εἰ δέοι καὶ ἕλοιτό σε ἡ βουλή;
梅内克塞努斯:那你认为,如果需要并且议事会选中了你,你自己能进行演说吗?
ΣΩ. καὶ ἐμοὶ μέν γε, ὦ Μενέξενε, οὐδὲν θαυμαστὸν οἵῳ τʼ εἶναι εἰπεῖν, ᾧ τυγχάνει διδάσκαλος οὖσα οὐ πάνυ φαύλη περὶ ῥητορικῆς, ἀλλʼ ἥπερ καὶ ἄλλους πολλοὺς καὶ ἀγαθοὺς πεποίηκε ῥήτορας, ἕνα δὲ καὶ διαφέροντα τῶν Ἑλλήνων, Περικλέα τὸν Ξανθίππου.
苏格拉底:对我来说,梅内克塞努斯,能够演说绝非什么怪事,因为我正好有一位在修辞学方面绝非平庸的老师,她培养了许多其他优秀的演说家,其中还包括一位在希腊人中出类拔萃的,即克桑提普斯之子伯里克利。
ΜΕΝ. τίς αὕτη;
梅内克塞努斯:那是谁?
ἢ δῆλον ὅτι Ἀσπασίαν λέγεις;
显然你说的是阿斯帕西娅吧?

词汇与语法注释

  1. 234aπαιδεύσεως καὶ φιλοσοφίας ἐπὶ τέλει ἡγῇ εἶναι — 短语 ἐπὶ τέλει εἶναι 与属格(παιδεύσεως καὶ φιλοσοφίας)连用,意为“达到……的终点(完成)”,在语法上作为由动词 ἡγῇ 引导的宾语从句中的不定式(因主语一致而省略了主格性质的代词宾格)。
  2. 234bἵνα μὴ ἐκλίπῃ ὑμῶν ἡ οἰκία ἀεί τινα ἡμῶν ἐπιμελητὴν παρεχομένη — 动词 ἐκλείπω 在此与补充性分词(παρεχομένη)连用,表示“停止(做某事)”或“断绝(做某事)”,整句的语法主语为 ἡ οἰκία(你们的家族)。
  3. 235aὥστε καὶ τὰ προσόντα καὶ τὰ μὴ περὶ ἑκάστου λέγοντες — τὰ προσόντα 指“具有的特质(优点)”,而 τὰ μὴ 指“不具有的特质”(省略了分词 προσόντα),二者共同作为分词 λέγοντες(通过讲述)的直接宾语。
  4. 235eᾧ τυγχάνει δิดάσκαλος οὖσα οὐ πάνυ φαύλη περὶ ῥητορικῆς — 与格关系代词 ᾧ(指代苏格拉底)与带有名词 διδάσκαλος 的 τυγχάνει ... οὖσα(恰好是……)连用,充当领有与格,字面意思是“对他而言,恰好有一位老师……”,即“他恰好有一位老师……”。

引用这一段

柏拉图, 美涅克塞努篇 §234-235. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg028.humanitext-grc2:234-235

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。