§537ΣΩ. οὐ καὶ περὶ τεχνῶν μέντοι λέγει πολλαχοῦ Ὅμηρος καὶ πολλά;
苏格拉底:荷马难道不是在许多地方谈到了许多关于技术的事吗?
οἷον καὶ περὶ ἡνιοχείας—ἐὰν μνησθῶ τὰ ἔπη, ἐγώ σοι φράσω.
例如关于御车术——如果我能想起这些诗句,我就告诉你。
ΙΩΝ. ἀλλʼ ἐγὼ ἐρῶ· ἐγὼ γὰρ μέμνημαι.
伊翁:不,还是由我来说吧,因为我记得。
ΣΩ. εἰπὲ δή μοι ἃ λέγει Νέστωρ Ἀντιλόχῳ τῷ ὑεῖ, παραινῶν εὐλαβηθῆναι περὶ τὴν καμπὴν ἐν τῇ ἱπποδρομίᾳ τῇ ἐπὶ Πατρόκλῳ.
苏格拉底:那么请告诉我,涅斯托尔对他的儿子安提洛科斯说了什么,以此劝告他在为帕特罗克洛斯举行的赛马会中注意转弯处的安全。
ΙΩΝ.
"
κλινθῆναι δέ, φησί, καὶ αὐτὸς ἐυξέστῳ ἐνὶ δίφρῳ
ἦκʼ ἐπʼ ἀριστερὰ τοῖιν· ἀτὰρ τὸν δεξιὸν ἵππον
κένσαι ὁμοκλήσας, εἶξαί τέ οἱ ἡνία χερσίν.
伊翁: “‘侧身倾斜,’他说,‘你自己也在那辆精美的战车上,向那些马儿的左侧微微倾斜;而对右侧的马,大声吆喝着鞭打它,并用双手松开它的缰绳。
ἐν νύσσῃ δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω,
ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱκέσθαι
κύκλου ποιητοῖο· λίθου δʼ ἀλέασθαι ἐπαυρεῖν.
在转弯的标志柱旁,让左侧的马紧贴过去,以至于那制造精良的车轮的轮毂似乎触到了边缘;但要避免碰着石头,以免受损。
"
ΣΩ. ἀρκεῖ.
’” 苏格拉底:足够了。
ταῦτα δή, ὦ Ἴων, τὰ ἔπη εἴτε ὀρθῶς λέγει Ὅμηρος εἴτε μή, πότερος ἂν γνοίη ἄμεινον, ἰατρὸς ἢ ἡνίοχος;
伊翁,关于这些诗句,荷马说得正确与否,谁能更好地判断呢? 是医生还是御者?
ΙΩΝ. Ἡνίοχος δήπου.
伊翁:当然是御者。
ΣΩ. πότερον ὅτι τέχνην ταύτην ἔχει ἢ κατʼ ἄλλο τι;
苏格拉底:是因为他拥有这门技术,还是因为别的什么?
ΙΩΝ. οὔκ, ἀλλʼ ὅτι τέχνην.
伊翁:不,就是因为他拥有这门技术。
ΣΩ. οὐκοῦν ἑκάστῃ τῶν τεχνῶν ἀποδέδοταί τι ὑπὸ τοῦ θεοῦ ἔργον οἵᾳ τε εἶναι γιγνώσκειν;
苏格拉底:那么,每种技术难道不是都被神明分配了某种任务,使之能够认识特定的事物吗?
οὐ γάρ που ἃ κυβερνητικῇ γιγνώσκομεν, γνωσόμεθα καὶ ἰατρικῇ.
因为我们通过航海术所认识的事物,总不能也通过医学来认识吧。
ΙΩΝ. οὐ δῆτα.
伊翁:绝不能。
ΣΩ. οὐδέ γε ἃ ἰατρικῇ, ταῦτα καὶ τεκτονικῇ.
苏格拉底:通过医学所认识的,也绝不能通过木工术来认识。
ΙΩΝ. οὐ δῆτα.
伊翁:绝不能。
ΣΩ. οὐκοῦν οὕτω καὶ κατὰ πασῶν τῶν τεχνῶν, ἃ τῇ ἑτέρᾳ τέχνῃ γιγνώσκομεν, οὐ γνωσόμεθα τῇ ἑτέρᾳ;
苏格拉底:那么对于所有的技术也是这样吧,通过一门技术所认识的,我们不能通过另一门技术来认识?
τόδε δέ μοι πρότερον τούτου ἀπόκριναι· τὴν μὲν ἑτέραν φῂς εἶναί τινα τέχνην, τὴν δʼ ἑτέραν;
但在那之前先回答我这个问题:你说一门技术是这一种,而另一门技术是那一种吗?
ΙΩΝ. ναί.
伊翁:是的。
ΣΩ. ἆρα ὥσπερ ἐγὼ τεκμαιρόμενος, ὅταν ἡ μὲν ἑτέρων πραγμάτων ᾖ ἐπιστήμη, ἡ δʼ ἑτέρων, οὕτω καλῶ τὴν μὲν ἄλλην, τὴν δὲ ἄλλην τέχνην, οὕτω καὶ σύ;
苏格拉底:你是否像我一样,当一门是关于某些事物的知识,而另一门是关于另一些事物的知识时,就称一门为这一种,而称另一门为那一种技术?
ΙΩΝ. ναί.
伊翁:是的。
ΣΩ. εἰ γάρ που τῶν αὐτῶν πραγμάτων ἐπιστήμη εἴη τις, τί ἂν τὴν μὲν ἑτέραν φαῖμεν εἶναι, τὴν δʼ ἑτέραν, ὁπότε γε ταὐτὰ εἴη εἰδέναι ἀπʼ ἀμφοτέρων;
苏格拉底:因为如果它们是关于相同事物的知识,我们为什么还要说一门是这一种,另一门是那一种呢,既然能从这两门中知道相同的事物?
ὥσπερ ἐγώ τε γιγνώσκω ὅτι πέντε εἰσὶν οὗτοι οἱ δάκτυλοι, καὶ σύ, ὥσπερ ἐγώ, περὶ τούτων ταὐτὰ γιγνώσκεις· καὶ εἴ σε ἐγὼ ἐροίμην εἰ τῇ αὐτῇ τέχνῃ γιγνώσκομεν τῇ ἀριθμητικῇ τὰ αὐτὰ ἐγώ τε καὶ σὺ ἢ ἄλλῃ, φαίης ἂν δήπου τῇ αὐτῇ.
就像我知道这是五个手指,而你,也像我一样,对此知道相同的事;如果我问你,我们是通过相同的算术技术,还是通过不同的技术,来认识我和你都知道的这相同的事,你当然会说是通过相同的技术。
ΙΩΝ. ναί.
伊翁:是的。
§538ΣΩ. ὃ τοίνυν ἄρτι ἔμελλον ἐρήσεσθαί σε, νυνὶ εἰπέ, εἰ κατὰ πασῶν τῶν τεχνῶν οὕτω σοι δοκεῖ, τῇ μὲν αὐτῇ τέχνῃ τὰ αὐτὰ ἀναγκαῖον εἶναι γιγνώσκειν, τῇ δʼ ἑτέρᾳ μὴ τὰ αὐτά, ἀλλʼ εἴπερ ἄλλη ἐστίν, ἀναγκαῖον καὶ ἕτερα γιγνώσκειν.
苏格拉底:那么我刚才准备问你的问题,现在请告诉我:对于所有的技术,你都认为是这样吗? 即通过相同的技术必然认识相同的事物,通过不同的技术则不认识相同的事物;而如果它确实是另一门技术,就必然认识不同的事物。
ΙΩΝ. οὕτω μοι δοκεῖ, ὦ Σώκρατες.
伊翁:我认为是这样,苏格拉底。
ΣΩ. οὐκοῦν ὅστις ἂν μὴ ἔχῃ τινὰ τέχνην, ταύτης τῆς τέχνης τὰ λεγόμενα ἢ πραττόμενα καλῶς γιγνώσκειν οὐχ οἷός τʼ ἔσται;
苏格拉底:那么,谁如果不拥有某门技术,他就不能很好地认识属于这门技术的言论或行动吧?
ΙΩΝ. ἀληθῆ λέγεις.
伊翁:你说得对。
ΣΩ. πότερον οὖν περὶ τῶν ἐπῶν ὧν εἶπες, εἴτε καλῶς λέγει Ὅμηρος εἴτε μή, σὺ κάλλιον γνώσῃ ἢ ἡνίοχος;
苏格拉底:那么,关于你所说的那些诗句,荷马说得好不好,是你更能判断,还是御者?
ΙΩΝ. Ἡνίοχος.
伊翁:御者。
ΣΩ. Ῥαψῳδὸς γάρ που εἶ ἀλλʼ οὐχ ἡνίοχος.
苏格拉底:因为你大概是诵人,而不是御者。
ΙΩΝ. ναί.
伊翁:是的。
ΣΩ. ἡ δὲ ῥαψῳδικὴ τέχνη ἑτέρα ἐστὶ τῆς ἡνιοχικῆς;
苏格拉底:而诵人的技术与御者的技术是不同的吧?
ΙΩΝ. ναί.
伊翁:是的。
ΣΩ. εἰ ἄρα ἑτέρα, περὶ ἑτέρων καὶ ἐπιστήμη πραγμάτων ἐστίν.
苏格拉底:如果是不同的,那么它也是关于不同事物的知识。
ΙΩΝ. ναί.
伊翁:是的。
ΣΩ. τί δὲ δὴ ὅταν Ὅμηρος λέγῃ ὡς τετρωμένῳ τῷ Μαχάονι Ἑκαμήδη ἡ Νέστορος παλλακὴ κυκεῶνα πίνειν δίδωσι;
苏格拉底:那么,当荷马说涅斯托尔的侍妾赫卡梅德给受伤的马卡翁送去药酒喝的时候呢?
καὶ λέγει πως οὕτως—
"
οἴνῳ πραμνείῳ, φησίν, ἐπὶ δʼ αἴγειον κνῆ τυρὸν
κνήστι χαλκείῃ· παρὰ δὲ κρόμυον ποτῷ ὄψον· "
ταῦτα εἴτε ὀρθῶς λέγει Ὅμηρος εἴτε μή, πότερον ἰατρικῆς ἐστι διαγνῶναι καλῶς ἢ ῥαψῳδικῆς;
他大约是这样说的—— “‘在普拉姆尼欧斯酒中,’他说,‘她用铜擦子擦入山羊干酪,并在这饮品旁,放上洋葱作下酒菜;’ 这些话荷马说得正确与否,是由医学技术来很好地辨别,还是由诵人技术?
ΙΩΝ. Ἰατρικῆς.
伊翁:医学技术。
ΣΩ. τί δέ, ὅταν λέγῃ Ὅμηρος—
"
ἡ δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ἵκανεν,
ἥ τε κατʼ ἀγραύλοιο βοὸς κέρας ἐμμεμαυῖα
ἔρχεται ὠμηστῇσι μετʼ ἰχθύσι πῆμα φέρουσα· "
ταῦτα πότερον φῶμεν ἁλιευτικῆς εἶναι τέχνης μᾶλλον κρῖναι ἢ ῥαψῳδικῆς, ἅττα λέγει καὶ εἴτε καλῶς εἴτε μή;
苏格拉底:那么,当荷马说—— “‘她像铅坠一样沉入深渊,那铅坠急切地顺着野牛角的护套滑下,给贪食的鱼群带去灾难;’ 这些话荷马说得好不好,我们应当说是由捕鱼术还是诵人技术来判定更合适?
ΙΩΝ. δῆλον δή, ὦ Σώκρατες, ὅτι ἁλιευτικῆς.
伊翁:显然,苏格拉底,是由捕鱼术。
ΣΩ. σκέψαι δή, σοῦ ἐρομένου, εἰ ἔροιό με· ἐπειδὴ τοίνυν, ὦ Σώκρατες, τούτων τῶν τεχνῶν ἐν Ὁμήρῳ εὑρίσκεις ἃ προσήκει ἑκάστῃ διακρίνειν, ἴθι μοι ἔξευρε καὶ τὰ τοῦ μάντεώς τε καὶ μαντικῆς, ποῖά ἐστιν ἃ προσήκει αὐτῷ οἵῳ τʼ εἶναι διαγιγνώσκειν, εἴτε εὖ εἴτε κακῶς πεποίηται
— σκέψαι ὡς ῥᾳδίως τε καὶ ἀληθῆ ἐγώ σοι ἀποκρινοῦμαι.
苏格拉底:那么请考虑一下,如果你问我,或者假设你问我: ‘既然苏格拉底,你在荷马史诗中找到了属于这些技术的、适合每一门去判定的事物,那么来吧,也为我找出属于预言家和预言术的事物,那些适合他去辨别、不论写得好坏的事物到底是什么? ’ ——看看我能多么轻松、真实地回答你。
πολλαχοῦ μὲν γὰρ καὶ ἐν Ὀδυσσείᾳ λέγει, οἷον καὶ ἃ ὁ τῶν Μελαμποδιδῶν λέγει μάντις πρὸς τοὺς μνηστῆρας, Θεοκλύμενος—
因为他在许多地方都谈到了,比如在《奥德赛》中,梅兰波斯子嗣的预言家塞奥克吕梅诺斯对求婚者们所说的话——