§535ΙΩΝ. ναὶ μὰ τὸν Δία, ἔμοιγε·
伊翁:是的,凭宙斯起誓,对我来说确实如此。
ἅπτει γάρ πώς μου τοῖς λόγοις τῆς ψυχῆς, ὦ Σώκρατες, καί μοι δοκοῦσι θείᾳ μοίρᾳ ἡμῖν παρὰ τῶν θεῶν ταῦτα οἱ ἀγαθοὶ ποιηταὶ ἑρμηνεύειν.
苏格拉底,因为你在某种程度上用你的话语触动了我的灵魂。 在我看来,那些优秀的诗人也是凭着神圣的命运,把这些东西从神明那里解释传达给我们的。
ΣΩ. οὐκοῦν ὑμεῖς αὖ οἱ ῥαψῳδοὶ τὰ τῶν ποιητῶν ἑρμηνεύετε;
苏格拉底:那么,你们诵人反过来又是解释传达诗人们的作品的了?
ΙΩΝ. καὶ τοῦτο ἀληθὲς λέγεις.
伊翁:你这话也说得对。
ΣΩ. οὐκοῦν ἑρμηνέων ἑρμηνῆς γίγνεσθε;
苏格拉底:那么,你们就成了“解释者的解释者”了?
ΙΩΝ. παντάπασί γε.
伊翁:完全是这样。
ΣΩ. ἔχε δή μοι τόδε εἰπέ, ὦ Ἴων, καὶ μὴ ἀποκρύψῃ ὅτι ἄν σε ἔρωμαι·
苏格拉底:那么请告诉我,伊翁,不要向我隐瞒我问你的事。
ὅταν εὖ εἴπῃς ἔπη καὶ ἐκπλήξῃς μάλιστα τοὺς θεωμένους, ἢ τὸν Ὀδυσσέα ὅταν ἐπὶ τὸν οὐδὸν ἐφαλλόμενον ᾁδῃς, ἐκφανῆ γιγνόμενον τοῖς μνηστῆρσι καὶ ἐκχέοντα τοὺς ὀιστοὺς πρὸ τῶν ποδῶν, ἢ Ἀχιλλέα ἐπὶ τὸν Ἕκτορα ὁρμῶντα, ἢ καὶ τῶν περὶ Ἀνδρομάχην ἐλεινῶν τι ἢ περὶ Ἑκάβην ἢ περὶ Πρίαμον, τότε πότερον ἔμφρων εἶ ἢ ἔξω σαυτοῦ γίγνῃ καὶ παρὰ τοῖς πράγμασιν οἴεταί σου εἶναι ἡ ψυχὴ οἷς λέγεις ἐνθουσιάζουσα, ἢ ἐν Ἰθάκῃ οὖσιν ἢ ἐν Τροίᾳ ἢ ὅπως ἂν καὶ τὰ ἔπη ἔχῃ;
当你把叙事诗诵得极好,最让观众惊叹的时候——无论是当你歌唱奥德修斯跳上门槛,在求婚者面前显露身形,把箭倾倒在脚前,还是歌唱阿喀琉斯冲向赫克托尔,或者是关于安德洛玛刻、赫卡培或普里阿摩斯的那些令人怜悯的场景——那时,你是清醒的,还是失去了理智? 你的灵魂是否因为狂热,而以为自己正置身于你所描述的那些事件的现场,无论那是在伊萨卡,在特洛伊,还是在诗篇所写的任何地方?
ΙΩΝ. ὡς ἐναργές μοι τοῦτο, ὦ Σώκρατες, τὸ τεκμήριον εἶπες·
伊翁:苏格拉底,你说的这个证据对我来说是多么显而易见啊!
οὐ γάρ σε ἀποκρυψάμενος ἐρῶ.
因为我不会对你隐瞒,我会说实话。
ἐγὼ γὰρ ὅταν ἐλεινόν τι λέγω, δακρύων ἐμπίμπλανταί μου οἱ ὀφθαλμοί· ὅταν τε φοβερὸν ἢ δεινόν, ὀρθαὶ αἱ τρίχες ἵστανται ὑπὸ φόβου καὶ ἡ καρδία πηδᾷ.
每当我叙述一件令人怜悯的事情时,我的眼里就充满泪水;每当我叙述一件可怕或惊人的事情时,我的头发就会因恐惧而竖立,心跳也会加剧。
ΣΩ. τί οὖν;
苏格拉底:那么,伊翁,我们该怎么说呢?
φῶμεν, ὦ Ἴων, ἔμφρονα εἶναι τότε τοῦτον τὸν ἄνθρωπον, ὃς ἂν κεκοσμημένος ἐσθῆτι ποικίλῃ καὶ χρυσοῖσι στεφάνοις κλάῃ τʼ ἐν θυσίαις καὶ ἑορταῖς, μηδὲν ἀπολωλεκὼς τούτων, ἢ φοβῆται πλέον ἢ ἐν δισμυρίοις ἀνθρώποις ἑστηκὼς φιλίοις, μηδενὸς ἀποδύοντος μηδὲ ἀδικοῦντος;
我们能说在那个时候,这个人是清醒的吗? 他穿着五彩缤纷的衣服,戴着金色的花冠,在祭祀和节日中哭泣,而这些东西一样也没有丢失;或者当他站在两万名友善的观众面前时,在没有任何人剥去他的衣服或伤害他的情况下,他却感到极度害怕?
ΙΩΝ. οὐ μὰ τὸν Δία, οὐ πάνυ, ὦ Σώκρατες, ὥς γε τἀληθὲς εἰρῆσθαι.
伊翁:不,凭宙斯起誓,苏格拉底,说实话,完全不能这么说。
ΣΩ. οἶσθα οὖν ὅτι καὶ τῶν θεατῶν τοὺς πολλοὺς ταὐτὰ ταῦτα ὑμεῖς ἐργάζεσθε;
苏格拉底:那么你是否知道,你们对大多数观众也起着这完全相同的作用?
ΙΩΝ. καὶ μάλα καλῶς οἶδα·
伊翁:我确实非常清楚。
καθορῶ γὰρ ἑκάστοτε αὐτοὺς ἄνωθεν ἀπὸ τοῦ βήματος κλάοντάς τε καὶ δεινὸν ἐμβλέποντας καὶ συνθαμβοῦντας τοῖς λεγομένοις.
因为我每次都从高台上下望,看到他们哭泣,露出惊恐的目光,并对所说的话共同感到震惊。
δεῖ γάρ με καὶ σφόδρʼ αὐτοῖς τὸν νοῦν προσέχειν·
因为我必须对他们非常注意。
ὡς ἐὰν μὲν κλάοντας αὐτοὺς καθίσω, αὐτὸς γελάσομαι ἀργύριον λαμβάνων, ἐὰν δὲ γελῶντας, αὐτὸς κλαύσομαι ἀργύριον ἀπολλύς.
因为如果我让他们哭泣着坐下,我自己就会拿着钱笑;但如果我让他们笑,我自己就会失掉钱而哭泣。
§536ΣΩ. οἶσθα οὖν ὅτι οὗτός ἐστιν ὁ θεατὴς τῶν δακτυλίων ὁ ἔσχατος, ὧν ἐγὼ ἔλεγον ὑπὸ τῆς Ἡρακλειώτιδος λίθου ἀπʼ ἀλλήλων τὴν δύναμιν λαμβάνειν;
苏格拉底:那么,你是否知道,这位观众就是那一连串铁环中最后的那个环,我曾说它们是通过赫拉克勒斯石互相获取力量的?
ὁ δὲ μέσος σὺ ὁ ῥαψῳδὸς καὶ ὑποκριτής, ὁ δὲ πρῶτος αὐτὸς ὁ ποιητής·
中间的环是你,也就是诵人和演员,而第一个环则是诗人自己。
ὁ δὲ θεὸς διὰ πάντων τούτων ἕλκει τὴν ψυχὴν ὅποι ἂν βούληται τῶν ἀνθρώπων, ἀνακρεμαννὺς ἐξ ἀλλήλων τὴν δύναμιν.
神通过所有这些环,把人们的灵魂吸引到他所期望的任何地方,使它们的力量互相悬挂。
καὶ ὥσπερ ἐκ τῆς λίθου ἐκείνης ὁρμαθὸς πάμπολυς ἐξήρτηται χορευτῶν τε καὶ διδασκάλων καὶ ὑποδιδασκάλων, ἐκ πλαγίου ἐξηρτημένων τῶν τῆς Μούσης ἐκκρεμαμένων δακτυλίων.
正如从那块石头上悬挂着一大群由舞者、教师和助教组成的链条,它们是从悬挂在缪斯身上的铁环侧面挂下来的。
καὶ ὁ μὲν τῶν ποιητῶν ἐξ ἄλλης Μούσης, ὁ δὲ ἐξ ἄλλης ἐξήρτηται—ὀνομάζομεν δὲ αὐτὸ κατέχεται, τὸ δέ ἐστι παραπλήσιον·
一个诗人悬挂在一个缪斯身上,另一个诗人悬挂在另一个身上——我们称之为“被附体”(katēchetai),而这与之相似,因为他被“捉住”(echetai)了。
ἔχεται γάρ—ἐκ δὲ τούτων τῶν πρώτων δακτυλίων, τῶν ποιητῶν, ἄλλοι ἐξ ἄλλου αὖ ἠρτημένοι εἰσὶ καὶ ἐνθουσιάζουσιν, οἱ μὲν ἐξ Ὀρφέως, οἱ δὲ ἐκ Μουσαίου· οἱ δὲ πολλοὶ ἐξ Ὁμήρου κατέχονταί τε καὶ ἔχονται.
从这些作为第一批铁环的诗人身上,其他的人又依次悬挂在不同的诗人身上并受到神启,有的悬挂在奥菲斯身上,有的悬挂在缪萨奥斯身上,而大多数人则被荷马所附体和捉住。
ὧν σύ, ὦ Ἴων, εἷς εἶ καὶ κατέχῃ ἐξ Ὁμήρου, καὶ ἐπειδὰν μέν τις ἄλλου του ποιητοῦ ᾁδῃ, καθεύδεις τε καὶ ἀπορεῖς ὅτι λέγῃς, ἐπειδὰν δὲ τούτου τοῦ ποιητοῦ φθέγξηταί τις μέλος, εὐθὺς ἐγρήγορας καὶ ὀρχεῖταί σου ἡ ψυχὴ καὶ εὐπορεῖς ὅτι λέγῃς·
伊翁,你就是其中之一,并且被荷马所附体。 每当有人歌唱其他诗人的作品时,你就会睡着,不知道该说什么;但每当有人唱出这位诗人的歌曲时,你立刻就醒了,你的灵魂开始舞蹈,你就有许多话可说。
οὐ γὰρ τέχνῃ οὐδʼ ἐπιστήμῃ περὶ Ὁμήρου λέγεις ἃ λέγεις, ἀλλὰ θείᾳ μοίρᾳ καὶ κατοκωχῇ, ὥσπερ οἱ κορυβαντιῶντες ἐκείνου μόνου αἰσθάνονται τοῦ μέλους ὀξέως ὃ ἂν ᾖ τοῦ θεοῦ ἐξ ὅτου ἂν κατέχωνται, καὶ εἰς ἐκεῖνο τὸ μέλος καὶ σχημάτων καὶ ῥημάτων εὐποροῦσι, τῶν δὲ ἄλλων οὐ φροντίζουσιν·
因为你谈论荷马时所说的话,并不是凭着技术或知识,而是凭着神圣的命运和附体,就像科里班特斯信徒只对他们被附体的那位神明的歌曲有敏锐的感受,并且对于那首歌曲有许多姿态和话语可说,而对其他的歌曲不予理睬一样。
οὕτω καὶ σύ, ὦ Ἴων, περὶ μὲν Ὁμήρου ὅταν τις μνησθῇ, εὐπορεῖς, περὶ δὲ τῶν ἄλλων ἀπορεῖς·
你也是这样,伊翁,每当有人提到荷马,你就能滔滔不绝,而对其他诗人却无话可说。
τούτου δʼ ἐστὶ τὸ αἴτιον, ὅ μʼ ἐρωτᾷς, διʼ ὅτι σὺ περὶ μὲν Ὁμήρου εὐπορεῖς, περὶ δὲ τῶν ἄλλων οὔ, ὅτι οὐ τέχνῃ ἀλλὰ θείᾳ μοίρᾳ Ὁμήρου δεινὸς εἶ ἐπαινέτης.
这就是你问我的那个原因,为什么你对荷马能滔滔不绝,而对其他诗人却不能。 因为你不是凭借技术,而是凭借神圣的命运,才成为了一个有能力的荷马赞美者。
ΙΩΝ. σὺ μὲν εὖ λέγεις, ὦ Σώκρατες·
伊翁:你说得很好,苏格拉底。
θαυμάζοιμι μεντἂν εἰ οὕτως εὖ εἴποις, ὥστε με ἀναπεῖσαι ὡς ἐγὼ κατεχόμενος καὶ μαινόμενος Ὅμηρον ἐπαινῶ.
不过,如果你能说得这么好,以至于说服我,让我相信我是由于被神附体和疯狂才赞美荷马的,那我真的会感到惊讶。
οἶμαι δὲ οὐδʼ ἂν σοὶ δόξαιμι, εἴ μου ἀκούσαις λέγοντος περὶ Ὁμήρου.
而且我想,如果你听了我谈论荷马,你也不会这样认为的。
ΣΩ. καὶ μὴν ἐθέλω γε ἀκοῦσαι, οὐ μέντοι πρότερον πρὶν ἄν μοι ἀποκρίνῃ τόδε· ὧν Ὅμηρος λέγει περὶ τίνος εὖ λέγεις;
苏格拉底:我确实想听你谈论,但在那之前请先回答我这个问题:在荷马所说的事物中,你对哪一件说得好?
οὐ γὰρ δήπου περὶ ἁπάντων γε.
因为绝不会是对所有的事物吧。
ΙΩΝ. εὖ ἴσθι, ὦ Σώκρατες, περὶ οὐδενὸς ὅτου οὔ.
伊翁:苏格拉底,请相信,没有哪一件我说得不好。
ΣΩ. οὐ δήπου καὶ περὶ τούτων ὧν σὺ μὲν τυγχάνεις οὐκ εἰδώς, Ὅμηρος δὲ λέγει.
苏格拉底:那绝不会也包括那些你碰巧不知道、而荷马却谈论到的事情吧?
ΙΩΝ. καὶ ταῦτα ποῖά ἐστιν ἃ Ὅμηρος μὲν λέγει, ἐγὼ δὲ οὐκ οἶδα;
伊翁:那些荷马谈到而我却不知道的事情,到底是什么样的呢?