Humanitext Reader

柏拉图 · 伊翁篇 §539-540

预言之术的领域与伊翁对将领之术的认领

第 7 段,共 8 段 · 希腊语

内容简介

苏格拉底引用荷马史诗中关于预言术的诗句,说明每门技术都有其专属领域。对此,伊翁声称诵人特有的领域与将领之术相同,并坚称这两种技术毫无区别。

§539ΣΩ. " δαιμόνιοι, τί κακὸν τόδε πάσχετε;
苏格拉底: “‘不幸的人们,你们正在遭受什么灾难?
νυκτὶ μὲν ὑμέων εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γυῖα, οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί· εἰδώλων τε πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλὴ ἱεμένων ἔρεβόσδε ὑπὸ ζόφον· ἠέλιος δὲ οὐρανοῦ ἐξαπόλωλε, κακὴ δʼ ἐπιδέδρομεν ἀχλύς·
黑夜笼罩了你们的头部、面部以及下面的四肢,哀号声在燃烧,双颊挂满泪水;门廊里挤满了幽灵,庭院里也塞满了幽灵,他们正奔向冥府的黑暗深渊;太阳已经自天空中消失,不祥的浓雾已经笼罩下来。
" πολλαχοῦ δὲ καὶ ἐν Ἰλιάδι, οἷον καὶ ἐπὶ τειχομαχίᾳ· λέγει γὰρ καὶ ἐνταῦθα -- " ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν, αἰετὸς ὑψιπέτης, ἐπʼ ἀριστερὰ λαὸν ἐέργων, φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον, ζῷον, ἔτʼ ἀσπαίροντα·
’” 在《伊利亚斯》的许多地方也是如此,例如关于城墙之战;因为他在那里也这样说道—— “‘当他们渴望跨越过去时,一只鸟飞到了他们头上,那是一只高飞的雄鹰,在左侧约束着队伍,它的双爪正抓着一条巨大而血红的蛇,活生生的、还在挣扎的蛇;它还没有忘记战斗。
καὶ οὔπω λήθετο χάρμης. κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴν ἰδνωθεὶς ὀπίσω, ὁ δʼ ἀπὸ ἕθεν ἧκε χαμᾶζε ἀλγήσας ὀδύνῃσι, μέσῳ δʼ ἐνὶ κάββαλʼ ὁμίλῳ· αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο.
因为那条蛇向后反咬,咬中了抓住它的鹰的胸部、脖颈之旁;而鹰因剧痛而将它从自己身上抛落到地上,丢在了人群的中间;而鹰自己尖叫着,顺着风息飞走了。
" ταῦτα φήσω καὶ τὰ τοιαῦτα τῷ μάντει προσήκειν καὶ σκοπεῖν καὶ κρίνειν.
’” 我将说,这些事和诸如此类的事,正是属于预言家去考察和判定的。
ΙΩΝ. ἀληθῆ γε σὺ λέγων, ὦ Σώκρατες.
伊翁:你说的确实是真话,苏格拉底。
ΣΩ. καὶ σύ γε, ὦ Ἴων, ἀληθῆ ταῦτα λέγεις.
苏格拉底:而你,伊翁,说的也是真话。
ἴθι δὴ καὶ σὺ ἐμοί, ὥσπερ ἐγὼ σοὶ ἐξέλεξα καὶ ἐξ Ὀδυσσείας καὶ ἐξ Ἰλιάδος ὁποῖα τοῦ μάντεώς ἐστι καὶ ὁποῖα τοῦ ἰατροῦ καὶ ὁποῖα τοῦ ἁλιέως, οὕτω καὶ σὺ ἐμοὶ ἔκλεξον, ἐπειδὴ καὶ ἐμπειρότερος εἶ ἐμοῦ τῶν Ὁμήρου, ὁποῖα τοῦ ῥαψῳδοῦ ἐστιν, ὦ Ἴων, καὶ τῆς τέχνης τῆς ῥαψῳδικῆς, ἃ τῷ ῥαψῳδῷ προσήκει καὶ σκοπεῖσθαι καὶ διακρίνειν παρὰ τοὺς ἄλλους ἀνθρώπους.
来吧,你也要为我,正如我为你从《奥德赛》和《伊利亚斯》中挑选出属于预言家的、属于医生的、以及属于渔夫的事物那样,你也为我挑选一下,既然你比我更精通荷马的作品。 伊翁,哪些是属于诵人以及诵人艺术的事物,是适合诵人比其他人更好地去考察和辨别的?
ΙΩΝ. ἐγὼ μέν φημι, ὦ Σώκρατες, ἅπαντα.
伊翁:我嘛,苏格拉底,我认为是所有的事情。
ΣΩ. οὐ σύ γε φῄς, ὦ Ἴων, ἅπαντα· ἢ οὕτως ἐπιλήσμων εἶ;
苏格拉底:你可没有说是所有的事情,伊翁;还是说你竟然如此善忘?
καίτοι οὐκ ἂν πρέποι γε ἐπιλήσμονα εἶναι ῥαψῳδὸν ἄνδρα.
然而,对于一个当诵人的人来说,健忘可真是不太相称。
§540ΙΩΝ. τί δὲ δὴ ἐπιλανθάνομαι;
伊翁:那我到底忘记了什么呢?
ΣΩ. οὐ μέμνησαι ὅτι ἔφησθα τὴν ῥαψῳδικὴν τέχνην ἑτέραν εἶναι τῆς ἡνιοχικῆς;
苏格拉底:你不记得你曾说过,诵人的技术与御车的技术是不同的吗?
ΙΩΝ. μέμνημαι.
伊翁:我记得。
ΣΩ. οὐκοῦν καὶ ἑτέραν οὖσαν ἕτερα γνώσεσθαι ὡμολόγεις;
苏格拉底:那么,既然它是不同的,你也同意它会认识不同的事物吧?
ΙΩΝ. ναί.
伊翁:是的。
ΣΩ. οὐκ ἄρα πάντα γε γνώσεται ἡ ῥαψῳδικὴ κατὰ τὸν σὸν λόγον οὐδὲ ὁ ῥαψῳδός.
苏格拉底:那么根据你的说法,诵人艺术不会认识所有的事情,诵人也不会。
ΙΩΝ. πλήν γε ἴσως τὰ τοιαῦτα, ὦ Σώκρατες.
伊翁:苏格拉底,也许除了那些事情之外吧。
ΣΩ. τὰ τοιαῦτα δὲ λέγεις πλὴν τὰ τῶν ἄλλων τεχνῶν σχεδόν τι· ἀλλὰ ποῖα δὴ γνώσεται, ἐπειδὴ οὐχ ἅπαντα;
苏格拉底:你所说的“那些事情”,大约是排除了其他技术所涉及的事情;但既然不是所有的事情,它到底会认识哪些事情呢?
ΙΩΝ. ἃ πρέπει, οἶμαι ἔγωγε, ἀνδρὶ εἰπεῖν καὶ ὁποῖα γυναικί, καὶ ὁποῖα δούλῳ καὶ ὁποῖα ἐλευθέρῳ, καὶ ὁποῖα ἀρχομένῳ καὶ ὁποῖα ἄρχοντι.
伊翁:依我看,是一个男人适合说的话,以及一个女人适合说的话,一个奴隶适合说的话,一个自由人适合说的话,一个被统治者适合说的话,一个统治者适合说的话。
ΣΩ. ἆρα ὁποῖα ἄρχοντι, λέγεις, ἐν θαλάττῃ χειμαζομένου πλοίου πρέπει εἰπεῖν, ὁ ῥαψῳδὸς γνώσεται κάλλιον ἢ ὁ κυβερνήτης;
苏格拉底:你指,在海上遭遇暴风雨的船只上,一个统治者适合说的话,诵人会比掌舵人认识得更好吗?
ΙΩΝ. οὔκ, ἀλλὰ ὁ κυβερνήτης τοῦτό γε.
伊翁:不,这件事确实是掌舵人。
ΣΩ. ἀλλʼ ὁποῖα ἄρχοντι κάμνοντος πρέπει εἰπεῖν, ὁ ῥαψῳδὸς γνώσεται κάλλιον ἢ ὁ ἰατρός;
苏格拉底:那么,统治病人的人适合说的话,诵人会比医生认识得更好吗?
ΙΩΝ. οὐδὲ τοῦτο.
伊翁:这也不是。
ΣΩ. ἀλλʼ οἷα δούλῳ πρέπει, λέγεις;
苏格拉底:但你是指适合奴隶说的话吗?
ΙΩΝ. ναί.
伊翁:是的。
ΣΩ. οἷον βουκόλῳ λέγεις δούλῳ ἃ πρέπει εἰπεῖν ἀγριαινουσῶν βοῶν παραμυθουμένῳ, ὁ ῥαψῳδὸς γνώσεται ἀλλʼ οὐχ ὁ βουκόλος;
苏格拉底:例如,一个当牧牛工的奴隶在安抚狂躁的母牛时适合说的话,你说是诵人而不是牧牛工会认识它吗?
ΙΩΝ. οὐ δῆτα.
伊翁:绝非如此。
ΣΩ. ἀλλʼ οἷα γυναικὶ πρέποντά ἐστιν εἰπεῖν ταλασιουργῷ περὶ ἐρίων ἐργασίας;
苏格拉底:那么,一个纺毛线的工作女工适合说的、关于毛线加工的话呢?
ΙΩΝ. οὔ.
伊翁:不。
ΣΩ. ἀλλʼ οἷα ἀνδρὶ πρέπει εἰπεῖν γνώσεται στρατηγῷ στρατιώταις παραινοῦντι;
苏格拉底:那么,一个当将军的男人在鼓励士兵时适合说的话,他会认识吗?
ΙΩΝ. ναί, τὰ τοιαῦτα γνώσεται ὁ ῥαψῳδός.
伊翁:是的,此类事情诵人会认识。
ΣΩ. τί δέ; ἡ ῥαψῳδικὴ τέχνη στρατηγική ἐστιν;
苏格拉底:那么,诵人的技术就是将领的技术吗?
ΙΩΝ. Γνοίην γοῦν ἂν ἔγωγε οἷα στρατηγὸν πρέπει εἰπεῖν.
伊翁:至少我能认识一个将军适合说些什么。
ΣΩ. ἴσως γὰρ εἶ καὶ στρατηγικός, ὦ Ἴων.
苏格拉底:这或许是因为,伊翁,你也懂得将领之术吧。
καὶ γὰρ εἰ ἐτύγχανες ἱππικὸς ὢν ἅμα καὶ κιθαριστικός, ἔγνως ἂν ἵππους εὖ καὶ κακῶς ἱππαζομένους· ἀλλʼ εἴ σʼ ἐγὼ ἠρόμην·
因为,如果你恰好既精通骑术又擅长弹奏基萨拉琴,你就会知道马匹骑得好还是坏;但是,如果我问你: “伊翁,你到底是通过哪一门技术认识骑得好的马匹?
ποτέρᾳ δὴ τέχνῃ, ὦ Ἴων, γιγνώσκεις τοὺς εὖ ἱππαζομένους ἵππους; ᾗ ἱππεὺς εἶ ἢ ᾗ κιθαριστής;
是凭借你是一个骑手,还是凭借你是一个琴手?
τί ἄν μοι ἀπεκρίνω;
” 你会怎么回答我?
ΙΩΝ. ἧι ἱππεύς, ἔγωγʼ ἄν.
伊翁:我会回答,凭借我是一个骑手。
ΣΩ. οὐκοῦν εἰ καὶ τοὺς εὖ κιθαρίζοντας διεγίγνωσκες, ὡμολόγεις ἄν, ᾗ κιθαριστὴς εἶ, ταύτῃ διαγιγνώσκειν, ἀλλʼ οὐχ ᾗ ἱππεύς.
苏格拉底:那么,如果你也能辨别弹得好的基萨拉琴手,你会同意你是凭借你是一个琴手、而不是凭借你是一个骑手来辨别的。
ΙΩΝ. ναί.
伊翁:是的。
ΣΩ. ἐπειδὴ δὲ τὰ στρατιωτικὰ γιγνώσκεις, πότερον ᾗ στρατηγικὸς εἶ γιγνώσκεις ἢ ᾗ ῥαψῳδὸς ἀγαθός;
苏格拉底:既然你认识军事事务,你是凭借你懂得将领之术来认识,还是凭借你是一个优秀的诵人?
ΙΩΝ. οὐδὲν ἔμοιγε δοκεῖ διαφέρειν.
伊翁:在我看来,这两者似乎毫无区别。

词汇与语法注释

  1. 539aἱεμένων — 现在分词 `ἱεμένων`(源自 `ἵεμαι`“急行”)作定语,修饰前文的属格名词 `εἰδώλων`(“幽灵的”)。副词短语 `ἔρεβόσδε ὑπὸ ζόφον`(“在黑暗中奔向冥府”)表示方向,修饰该分词。
  2. 539cκόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴν — 动词 `κόψε`(“咬、击”)的主语是省略的“蛇” (`δράκοντα`)。宾语 `αὐτὸν` 指代雄鹰,宾格现在分词 `ἔχοντα`(“抓住”)修饰 `αὐτὸν`。分词 `ἔχοντα` 的逻辑宾语是蛇自身。主格分词 `ἰδνωθεὶς`(“向后弯曲身子”)修饰主句的主语(蛇)。
  3. 540dΓνοίην γοῦν ἂν ἔγωγε οἷα στρατηγὸν πρέπει εἰπεῖν. — `Γνοίην ἂν`(希求法搭配 `ἄν`)表示潜在的可能性(“我能知道”)。在非人称动词 `πρέπει`(“合适”)引导的“对格与不定式”结构中,`στρατηγὸν`(对格)是不定式 `εἰπεῖν` 的逻辑主语,意为“将军所说的”。关系代词 `οἷα` 是 `εἰπεῖν` 的宾语,整个从句作 `γνοίην 稳` 的宾语。

引用这一段

柏拉图, 伊翁篇 §539-540. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg027.humanitext-grc2:539-540

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。