Humanitext Reader

柏拉图 · 伊翁篇 §534

诗性狂迷与作为神明代言人的诗人

第 4 段,共 8 段 · 希腊语

内容简介

苏格拉底主张,优秀的诗人创作优美的诗歌并非凭借技术,而是因为失去理智并受到神灵启示。他以平庸的诗人廷尼科斯创作出杰出赞歌为例,说明诗人不过是神明的代言人。

§534ΣΩ. πάντες γὰρ οἵ τε τῶν ἐπῶν ποιηταὶ οἱ ἀγαθοὶ οὐκ ἐκ τέχνης ἀλλʼ ἔνθεοι ὄντες καὶ κατεχόμενοι πάντα ταῦτα τὰ καλὰ λέγουσι ποιήματα, καὶ οἱ μελοποιοὶ οἱ ἀγαθοὶ ὡσαύτως, ὥσπερ οἱ κορυβαντιῶντες οὐκ ἔμφρονες ὄντες ὀρχοῦνται, οὕτω καὶ οἱ μελοποιοὶ οὐκ ἔμφρονες ὄντες τὰ καλὰ μέλη ταῦτα ποιοῦσιν, ἀλλʼ ἐπειδὰν ἐμβῶσιν εἰς τὴν ἁρμονίαν καὶ εἰς τὸν ῥυθμόν, βακχεύουσι καὶ κατεχόμενοι, ὥσπερ αἱ βάκχαι ἀρύονται ἐκ τῶν ποταμῶν μέλι καὶ γάλα κατεχόμεναι, ἔμφρονες δὲ οὖσαι οὔ, καὶ τῶν μελοποιῶν ἡ ψυχὴ τοῦτο ἐργάζεται, ὅπερ αὐτοὶ λέγουσι.
苏格拉底:因为所有优秀的叙事诗诗人,都不是凭借技术,而是因为受到神启并被神灵附体,才说出这一切优美的诗篇;优秀的抒情诗诗人也是如此。 正如科里班特斯信徒在失去理智时跳舞一样,抒情诗诗人们也是在失去理智时创作出这些优美的歌曲;而一旦他们步入和谐与节奏,他们就如巴克科斯信徒般狂热并被神灵附体。 正如巴克科斯女信徒在被附体时能从河里汲取蜜和奶,而在清醒时则不然,抒情诗诗人的灵魂也正是做着这同样的事,正如他们自己所说的那样。
λέγουσι γὰρ δήπουθεν πρὸς ἡμᾶς οἱ ποιηταὶ ὅτι ἀπὸ κρηνῶν μελιρρύτων ἐκ Μουσῶν κήπων τινῶν καὶ ναπῶν δρεπόμενοι τὰ μέλη ἡμῖν φέρουσιν ὥσπερ αἱ μέλιτται, καὶ αὐτοὶ οὕτω πετόμενοι·
因为诗人们确实对我们说,他们像蜜蜂一样飞翔,从缪斯某些花园和山谷中流淌着蜂蜜的泉水里采集歌谣带来给我们。
καὶ ἀληθῆ λέγουσι.
他们说的是真话。
κοῦφον γὰρ χρῆμα ποιητής ἐστιν καὶ πτηνὸν καὶ ἱερόν, καὶ οὐ πρότερον οἷός τε ποιεῖν πρὶν ἂν ἔνθεός τε γένηται καὶ ἔκφρων καὶ ὁ νοῦς μηκέτι ἐν αὐτῷ ἐνῇ·
因为诗人是一种轻盈、长着翅膀、神圣的存在,在受到神启、失去理智、心中不再有理智之前,他是无法创作的。
ἕως δʼ ἂν τουτὶ ἔχῃ τὸ κτῆμα, ἀδύνατος πᾶς ποιεῖν ἄνθρωπός ἐστιν καὶ χρησμῳδεῖν.
只要一个人还保有这一财产,他就无法创作或传达神谕。
ἅτε οὖν οὐ τέχνῃ ποιοῦντες καὶ πολλὰ λέγοντες καὶ καλὰ περὶ τῶν πραγμάτων, ὥσπερ σὺ περὶ Ὁμήρου, ἀλλὰ θείᾳ μοίρᾳ, τοῦτο μόνον οἷός τε ἕκαστος ποιεῖν καλῶς ἐφʼ ὃ ἡ Μοῦσα αὐτὸν ὥρμησεν, ὁ μὲν διθυράμβους, ὁ δὲ ἐγκώμια, ὁ δὲ ὑπορχήματα, ὁ δʼ ἔπη, ὁ δʼ ἰάμβους· τὰ δʼ ἄλλα φαῦλος αὐτῶν ἕκαστός ἐστιν.
因此,他们并非凭借技术创作并就事物讲述许多美好之事(就像你对荷马所做的那样),而是凭借神圣的命运。 每个人只能在缪斯驱使他的那个领域里创作好作品:有的写迪提兰博斯,有的写颂歌,有的写舞歌,有的写叙事诗,有的写雅姆博斯;但在其他领域,他们每一个人都很平庸。
οὐ γὰρ τέχνῃ ταῦτα λέγουσιν ἀλλὰ θείᾳ δυνάμει, ἐπεί, εἰ περὶ ἑνὸς τέχνῃ καλῶς ἠπίσταντο λέγειν, κἂν περὶ τῶν ἄλλων ἁπάντων·
因为他们说出这些不是凭技术而是凭神圣力量,因为如果他们知道如何凭技术在一个领域说得好,他们也就能在其他所有领域说得好。
διὰ ταῦτα δὲ ὁ θεὸς ἐξαιρούμενος τούτων τὸν νοῦν τούτοις χρῆται ὑπηρέταις καὶ τοῖς χρησμῳδοῖς καὶ τοῖς μάντεσι τοῖς θείοις, ἵνα ἡμεῖς οἱ ἀκούοντες εἰδῶμεν ὅτι οὐχ οὗτοί εἰσιν οἱ ταῦτα λέγοντες οὕτω πολλοῦ ἄξια, οἷς νοῦς μὴ πάρεστιν, ἀλλʼ ὁ θεὸς αὐτός ἐστιν ὁ λέγων, διὰ τούτων δὲ φθέγγεται πρὸς ἡμᾶς.
因此,神夺去了他们的理智,并把他们当作仆役、传达神谕者和神圣的预言家,以便我们这些听众知道,说出这些极有价值的话语的,并不是这些没有理智在身的人,而是神自己,他通过他们对我们发声。
μέγιστον δὲ τεκμήριον τῷ λόγῳ Τύννιχος ὁ Χαλκιδεύς, ὃς ἄλλο μὲν οὐδὲν πώποτε ἐποίησε ποίημα ὅτου τις ἂν ἀξιώσειεν μνησθῆναι, τὸν δὲ παίωνα ὃν πάντες ᾁδουσι, σχεδόν τι πάντων μελῶν κάλλιστον, ἀτεχνῶς, ὅπερ αὐτὸς λέγει, εὕρημά τι Μοισᾶν.
这个论点最大的证据就是哈尔基斯的廷尼科斯,他从未创作过任何其他值得一提的诗作,却写出了那首人人传唱的佩安,这几乎是所有歌曲中最美的一首,正如他自己所言,简直是 “缪斯的一件发现物”。
ἐν τούτῳ γὰρ δὴ μάλιστά μοι δοκεῖ ὁ θεὸς ἐνδείξασθαι ἡμῖν, ἵνα μὴ διστάζωμεν, ὅτι οὐκ ἀνθρώπινά ἐστιν τὰ καλὰ ταῦτα ποιήματα οὐδὲ ἀνθρώπων, ἀλλὰ θεῖα καὶ θεῶν, οἱ δὲ ποιηταὶ οὐδὲν ἀλλʼ ἢ ἑρμηνῆς εἰσιν τῶν θεῶν, κατεχόμενοι ἐξ ὅτου ἂν ἕκαστος κατέχηται.
因为正是在这件事上,神似乎最向我们昭示(免得我们怀疑),这些优美的诗篇不是人类的,也不是出于人的,而是神圣的、出于神的,而诗人不过是神明的翻译者,被各自所归属的神灵所附体。
ταῦτα ἐνδεικνύμενος ὁ θεὸς ἐξεπίτηδες διὰ τοῦ φαυλοτάτου ποιητοῦ τὸ κάλλιστον μέλος ᾖσεν·
神有意通过最平庸的诗人唱出了最美的歌曲,以此来表明这一点。
ἢ οὐ δοκῶ σοι ἀληθῆ λέγειν, ὦ Ἴων;
伊翁,你觉得我说得对吗?

词汇与语法注释

  1. 534bἕως δʼ ἂν τουτὶ ἔχῃ τὸ κτῆμα — 关于 τὸ κτῆμα(财产、占有物)指代什么存在争议。在上下文中,最自然的解释是将其理解为紧接在前的“理智”(ὁ νοῦς)(只要一个人还保有“理智”这一人类的财产,创作就是不可能的)。虽然也有人将其解释为诗歌灵感这一“神圣的占有物”,但这会与接续词 ἕως ἄν(只要……)和形容词 ἀδύνατος(不可能)的逻辑连贯性相冲突,因此这里理解为指代“理智”。
  2. 534cἐπεί, εἰ περὶ ἑνὸς τέχνῃ καλῶς ἠπίσταντο λέγειν, κἂν περὶ τῶν ἄλλων ἁπάντων· — 这是一个虚拟条件句结构(条件从句用 εἰ + 直陈式未完成过去时,主句用 ἄν + 直陈式未完成过去时),在主句的第二部分(κἂν περὶ τῶν ἄλλων ἁπάντων)中省略了动词(ἠπίσταντο λέγειν)。其意思是“因为,如果他们懂得凭技术在一个领域说得好,他们也就会[懂得]在其他所有领域说得好”。这一逻辑结构是苏格拉底论证诗歌不是一门技术(τέχνη)的核心。
  3. 534dὅτου τις ἂν ἀξιώσειεν μνησθῆναι — 这是一个由关系代词 ὅτου(属格,受动词 μνησθῆναι 支配)引导的 ἄν + 祈愿时(可能祈愿)的从句。先行词是 ποίημα,表示一种可能性或泛指的修饰:“任何别人可能会认为值得一提的[其他诗作]”。
  4. 534dοἷς νοῦς μὴ πάρεστιν — 关系代词 οἷς 的先行词是 οὗτοι(诗人们)。关系从句中使用的否定词是 μή 而非 οὐ,这是因为该关系从句具有泛指或条件性质(“那些没有理智在身的人”),描述的是一类人而非具体的特定个人。

引用这一段

柏拉图, 伊翁篇 §534. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg027.humanitext-grc2:534

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。