§368ΣΩ. ἔτι τοίνυν καὶ τὸν τρίτον ἐπισκεψώμεθα, τὸν ἀστρονόμον, ἧς αὖ σὺ τέχνης ἔτι μᾶλλον ἐπιστήμων οἴει εἶναι ἢ τῶν ἔμπροσθεν.
苏:那么,现在让我们也考察第三个,即天文学家。 对于这门技术,你认为自己比之前的那些还要更加精通。
ἦ γάρ, ὦ Ἱππία;
难道不是吗,希庇亚?
ΙΠ. ναί.
希:是的。
ΣΩ. οὐκοῦν καὶ ἐν ἀστρονομίᾳ ταὐτὰ ταῦτά ἐστιν;
苏:那么在天文学中,不也是这些同样的情况吗?
ΙΠ. εἰκός γε, ὦ Σώκρατες.
希:这很有可能,苏格拉底。
ΣΩ. καὶ ἐν ἀστρονομίᾳ ἄρα εἴπερ τις καὶ ἄλλος ψευδής, ὁ ἀγαθὸς ἀστρονόμος ψευδὴς ἔσται, ὁ δυνατὸς ψεύδεσθαι.
苏:那么在天文学中,如果真的有别人是虚假的,那就是那个优秀的天文学家会是虚假的,即那个有能力说谎的人。
οὐ γὰρ ὅ γε ἀδύνατος· ἀμαθὴς γάρ.
因为那个没有能力的人肯定不是虚假的,因为他是无知的。
ΙΠ. φαίνεται οὕτως.
希:看起来是这样。
ΣΩ. ὁ αὐτὸς ἄρα καὶ ἐν ἀστρονομίᾳ ἀληθής τε καὶ ψευδὴς ἔσται.
苏:因此,在天文学中,同一个人也将既是真实的又是虚假的。
ΙΠ. ἔοικεν.
希:似乎是这样。
ΣΩ. ἴθι δή, ὦ Ἱππία, ἀνέδην οὑτωσὶ ἐπίσκεψαι κατὰ πασῶν τῶν ἐπιστημῶν, εἴ που ἔστιν ἄλλως ἔχον ἢ οὕτως.
苏:来吧,希庇亚,就这样毫无保留地考察所有的学问,看看是否在任何地方有与此不同的情况。
πάντως δὲ πλείστας τέχνας πάντων σοφώτατος εἶ ἀνθρώπων, ὡς ἐγώ ποτέ σου ἤκουον μεγαλαυχουμένου, πολλὴν σοφίαν καὶ ζηλωτὴν σαυτοῦ διεξιόντος ἐν ἀγορᾷ ἐπὶ ταῖς τραπέζαις.
无论如何,在所有人中,你无疑是在最多技术上最智慧的人,正如我曾听你夸耀的那样,当时你在市场上货币兑换商的桌子旁详细叙述你那令人羡慕的渊博智慧。
ἔφησθα δὲ ἀφικέσθαι ποτὲ εἰς Ὀλυμπίαν ἃ εἶχες περὶ τὸ σῶμα ἅπαντα σαυτοῦ ἔργα ἔχων· πρῶτον μὲν δακτύλιον—ἐντεῦθεν γὰρ ἤρχου—ὃν εἶχες σαυτοῦ ἔχειν ἔργον, ὡς ἐπιστάμενος δακτυλίους γλύφειν, καὶ ἄλλην σφραγῖδα σὸν ἔργον, καὶ στλεγγίδα καὶ λήκυθον ἃ αὐτὸς ἠργάσω· ἔπειτα ὑποδήματα ἃ εἶχες ἔφησθα αὐτὸς σκυτοτομῆσαι, καὶ τὸ ἱμάτιον ὑφῆναι καὶ τὸν χιτωνίσκον· καὶ ὅ γε πᾶσιν ἔδοξεν ἀτοπώτατον καὶ σοφίας πλείστης ἐπίδειγμα, ἐπειδὴ τὴν ζώνην ἔφησθα τοῦ χιτωνίσκου, ἣν εἶχες, εἶναι μὲν οἷαι αἱ Περσικαὶ τῶν πολυτελῶν, ταύτην δὲ αὐτὸς πλέξαι· πρὸς δὲ τούτοις ποιήματα ἔχων ἐλθεῖν, καὶ ἔπη καὶ τραγῳδίας καὶ διθυράμβους, καὶ καταλογάδην πολλοὺς λόγους καὶ παντοδαποὺς συγκειμένους· καὶ περὶ τῶν τεχνῶν δὴ ὧν ἄρτι ἐγὼ ἔλεγον ἐπιστήμων ἀφικέσθαι διαφερόντως τῶν ἄλλων, καὶ περὶ ῥυθμῶν καὶ ἁρμονιῶν καὶ γραμμάτων ὀρθότητος, καὶ ἄλλα ἔτι πρὸς τούτοις πάνυ πολλά, ὡς ἐγὼ δοκῶ μνημονεύειν· καίτοι τό γε μνημονικὸν ἐπελαθόμην σου, ὡς ἔοικε, τέχνημα, ἐν ᾧ σὺ οἴει λαμπρότατος εἶναι· οἶμαι δὲ καὶ ἄλλα πάμπολλα ἐπιλελῆσθαι.
你说你曾去过一次奥林匹亚,身上穿戴的所有东西都是你自己的手艺:首先是一个戒指——因为你是从这里开始说起的——你戴着的戒指是你自己雕刻的,因为你懂得雕刻戒指,还有另一个印章是你自己的作品,以及一个刮汗板和一个油瓶,都是你自己制作的;然后,你说你穿的鞋子也是你自己缝制的,外衣和内衣也是你自己织的;而最让大家觉得不可议且最显智慧的,是当你提到你穿的内衣的腰带时,说它就像波斯的那些奢侈品一样,而这是你亲自编织的;除了这些,你还带着诗作前去,包括叙事诗、悲剧和酒神赞美诗,以及用散文写成的许多各种各样的演说辞;而且,对于我刚才提到的那些技术,你到那里时也比其他人精通得多,还有关于节奏、和声、文字的正确性,此外还有非常多的其他东西,正如我所能记住的那样;然而,我似乎忘记了你的记忆术,尽管你认为自己在这方面最出色;我想我也忘记了极多别的事。
ἀλλʼ ὅπερ ἐγὼ λέγω, καὶ εἰς τὰς σαυτοῦ τέχνας βλέψας—ἱκαναὶ δέ—καὶ εἰς τὰς τῶν ἄλλων εἰπέ μοι, ἐάν που εὕρῃς ἐκ τῶν ὡμολογημένων ἐμοί τε καὶ σοί, ὅπου ἐστὶν ὁ μὲν ἀληθής, ὁ δὲ ψευδής, χωρὶς καὶ οὐχ ὁ αὐτός;
但正如我所说的,你既看看你自己的技术——它们足够多了——也看看别人的技术,并且告诉我,在我们两人已经达成的协议的基础上,你是否能在任何地方找到,真实的人和虚假的人是分开的而不是同一个人?
ἐν ᾗτινι βούλει σοφίᾳ τοῦτο σκέψαι ἢ πανουργίᾳ ἢ ὁτιοῦν χαίρεις ὀνομάζων· ἀλλʼ οὐχ εὑρήσεις, ὦ ἑταῖρε— οὐ γὰρ ἔστιν—ἐπεὶ σὺ εἰπέ.
在你喜欢的任何智慧、或者恶作剧、或者你喜欢称之为什么的里面,去考察一下吧;但你找不到的,朋友——因为这并不存在——除非你能告诉我。
§369ΙΠ. ἀλλʼ οὐκ ἔχω, ὦ Σώκρατες, νῦν γε οὕτως.
希:但是,苏格拉底,至少现在我无法给出这样的例子。
ΣΩ. οὐδέ γε ἕξεις, ὡς ἐγὼ οἶμαι·
苏:而且我想你将来也找不到。
εἰ δʼ ἐγὼ ἀληθῆ λέγω, μέμνησαι ὃ ἡμῖν συμβαίνει ἐκ τοῦ λόγου, ὦ Ἱππία.
如果我说的是真话,你还记得我们的讨论中得出了什么结论吗,希庇亚?
ΙΠ. οὐ πάνυ τι ἐννοῶ, ὦ Σώκρατες, ὃ λέγεις.
希:苏格拉底,我不太明白你在说什么。
ΣΩ. νυνὶ γὰρ ἴσως οὐ χρῇ τῷ μνημονικῷ τεχνήματι— δῆλον γὰρ ὅτι οὐκ οἴει δεῖν—ἀλλὰ ἐγώ σε ὑπομνήσω.
苏:也许现在你没有使用你的记忆术——因为显然你认为不需要——但我会提醒你。
οἶσθα ὅτι τὸν μὲν Ἀχιλλέα ἔφησθα ἀληθῆ εἶναι, τὸν δὲ Ὀδυσσέα ψευδῆ καὶ πολύτροπον;
你可知道,你曾说阿基琉斯是真实的,而奥德修斯是虚假的且多谋的吗?
ΙΠ. ναί.
希:是的。
ΣΩ. νῦν οὖν αἰσθάνῃ ὅτι ἀναπέφανται ὁ αὐτὸς ὢν ψευδής τε καὶ ἀληθής, ὥστε εἰ ψευδὴς ὁ Ὀδυσσεὺς ἦν, καὶ ἀληθὴς γίγνεται, καὶ εἰ ἀληθὴς ὁ Ἀχιλλεύς, καὶ ψευδής, καὶ οὐ διάφοροι ἀλλήλων οἱ ἄνδρες οὐδʼ ἐναντίοι, ἀλλʼ ὅμοιοι;
苏:那么现在你是否意识到,同一个人已经被表明既是虚假的又是真实的,因此,如果奥德修斯是虚假的,他也会变成真实的;如果阿基琉斯是真实的,他也会变成虚假的;而且这两个人并不是彼此不同,也不是相反的,而是相似的?
ΙΠ. ὦ Σώκρατες, ἀεὶ σύ τινας τοιούτους πλέκεις λόγους, καὶ ἀπολαμβάνων ὃ ἂν ᾖ δυσχερέστατον τοῦ λόγου, τούτου ἔχῃ κατὰ σμικρὸν ἐφαπτόμενος, καὶ οὐχ ὅλῳ ἀγωνίζῃ τῷ πράγματι περὶ ὅτου ἂν ὁ λόγος ᾖ·
希:苏格拉底,你总是编织出类似这样的言论,并且挑出讨论中最棘手的部分,紧紧抓住它,一点一点地抠字眼,而不是针对讨论所围绕的整个事情本身进行辩论。
ἐπεὶ καὶ νῦν, ἐὰν βούλῃ, ἐπὶ πολλῶν τεκμηρίων ἀποδείξω σοι ἱκανῷ λόγῳ Ὅμηρον Ἀχιλλέα πεποιηκέναι ἀμείνω Ὀδυσσέως καὶ ἀψευδῆ, τὸν δὲ δολερόν τε καὶ πολλὰ ψευδόμενον καὶ χείρω Ἀχιλλέως.
因为即使是现在,如果你愿意,我也可以用充足的论据、基于许多证据向你证明,荷马把阿基琉斯塑造成比奥德修斯更优秀、更不虚假的人,而把另一个塑造成狡诈的、说了许多谎言的、比阿基琉斯更糟糕的人。
εἰ δὲ βούλει, σὺ αὖ ἀντιπαράβαλλε λόγον παρὰ λόγον, ὡς ὁ ἕτερος ἀμείνων ἐστί· καὶ μᾶλλον εἴσονται οὗτοι ὁπότερος ἄμεινον λέγει.
但如果你愿意,你也可以针锋相对地提出另一番长篇大论,以表明另一个人更好;这样这里的人就会更清楚我们哪一个说得更好了。
ΣΩ. ὦ Ἱππία, ἐγώ τοι οὐκ ἀμφισβητῶ μὴ οὐχὶ σὲ εἶναι σοφώτερον ἢ ἐμέ· ἀλλʼ ἀεὶ εἴωθα, ἐπειδάν τις λέγῃ τι, προσέχειν τὸν νοῦν, ἄλλως τε καὶ ἐπειδάν μοι δοκῇ σοφὸς εἶναι ὁ λέγων, καὶ ἐπιθυμῶν μαθεῖν ὅτι λέγει διαπυνθάνομαι καὶ ἐπανασκοπῶ καὶ συμβιβάζω τὰ λεγόμενα, ἵνα μάθω·
苏:希庇亚,我当然不否认你比我更智慧;但我总是习惯于在别人说话时专心倾听,尤其是当我认为说话者是个聪明人时。
ἐὰν δὲ φαῦλος δοκῇ μοι εἶναι ὁ λέγων, οὔτε ἐπανερωτῶ οὔτε μοι μέλει ὧν λέγει.
出于渴望了解他所说的话,我会彻底追问、重新审查并相互对照所说的话,以便学习;但如果我认为说话者是个无足轻重的人,我既不会再追问,也不关心他说了什么。
καὶ γνώσῃ τούτῳ οὓς ἂν ἐγὼ ἡγῶμαι σοφοὺς εἶναι· εὑρήσεις γάρ με λιπαρῆ ὄντα περὶ τὰ λεγόμενα ὑπὸ τούτου καὶ πυνθανόμενον παρʼ αὐτοῦ, ἵνα μαθών τι ὠφεληθῶ.
你可以通过这一点来认出我把谁当成了智者;因为你会发现,对于这样的人所说的话,我会百折不挠地追问,向他请教,以便能学到一些东西并从中受益。