- 底本
- Platonis Opera, Tomus III: Tetralogia V-VII. Burnet, John, editor. Oxford: Clarendon Press, 1903.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg026.humanitext-grc2:368-369
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
ソクラテスは天文学でも同様に、能力ある者が偽りと真実の両方を語れる同一人物であることを示す。さらにヒッピアスの多才さと記憶術をからかいながら、あらゆる技術において偽る者と真実を語る者が同一であることを認めさせ、アキレウスとオデュッセウスも同様に似た者同士であるという不都合な結論を突きつけるが、ヒッピアスは不満を呈し反論を試みる。
ΣΩ. ἔτι τοίνυν καὶ τὸν τρίτον ἐπισκεψώμεθα, τὸν ἀστρονόμον, ἧς αὖ σὺ τέχνης ἔτι μᾶλλον ἐπιστήμων οἴει εἶναι ἢ τῶν ἔμπροσθεν.1 ἦ γάρ, ὦ Ἱππία; ΙΠ. ναί. ΣΩ. οὐκοῦν καὶ ἐν ἀστρονομίᾳ ταὐτὰ ταῦτά ἐστιν; ΙΠ. εἰκός γε, ὦ Σώκρατες. ΣΩ. καὶ ἐν ἀστρονομίᾳ ἄρα εἴπερ τις καὶ ἄλλος ψευδής, ὁ ἀγαθὸς ἀστρονόμος ψευδὴς ἔσται, ὁ δυνατὸς ψεύδεσθαι. οὐ γὰρ ὅ γε ἀδύνατος· ἀμαθὴς γάρ. ΙΠ. φαίνεται οὕτως. ΣΩ. ὁ αὐτὸς ἄρα καὶ ἐν ἀστρονομίᾳ ἀληθής τε καὶ ψευδὴς ἔσται. ΙΠ. ἔοικεν. ΣΩ. ἴθι δή, ὦ Ἱππία, ἀνέδην οὑτωσὶ ἐπίσκεψαι κατὰ πασῶν τῶν ἐπιστημῶν, εἴ που ἔστιν ἄλλως ἔχον ἢ οὕτως. πάντως δὲ πλείστας τέχνας πάντων σοφώτατος εἶ ἀνθρώπων, ὡς ἐγώ ποτέ σου ἤκουον μεγαλαυχουμένου, πολλὴν σοφίαν καὶ ζηλωτὴν σαυτοῦ διεξιόντος ἐν ἀγορᾷ ἐπὶ ταῖς τραπέζαις. ἔφησθα δὲ ἀφικέσθαι ποτὲ εἰς Ὀλυμπίαν ἃ εἶχες περὶ τὸ σῶμα ἅπαντα σαυτοῦ ἔργα ἔχων· πρῶτον μὲν δακτύλιον—ἐντεῦθεν γὰρ ἤρχου—ὃν εἶχες σαυτοῦ ἔχειν ἔργον,2 ὡς ἐπιστάμενος δακτυλίους γλύφειν, καὶ ἄλλην σφραγῖδα σὸν ἔργον, καὶ στλεγγίδα καὶ λήκυθον ἃ αὐτὸς ἠργάσω· ἔπειτα ὑποδήματα ἃ εἶχες ἔφησθα αὐτὸς σκυτοτομῆσαι, καὶ τὸ ἱμάτιον ὑφῆναι καὶ τὸν χιτωνίσκον· καὶ ὅ γε πᾶσιν ἔδοξεν ἀτοπώτατον καὶ σοφίας πλείστης ἐπίδειγμα, ἐπειδὴ τὴν ζώνην ἔφησθα τοῦ χιτωνίσκου, ἣν εἶχες, εἶναι μὲν οἷαι αἱ Περσικαὶ τῶν πολυτελῶν, ταύτην δὲ αὐτὸς πλέξαι· πρὸς δὲ τούτοις ποιήματα ἔχων ἐλθεῖν, καὶ ἔπη καὶ τραγῳδίας καὶ διθυράμβους, καὶ καταλογάδην πολλοὺς λόγους καὶ παντοδαποὺς συγκειμένους· καὶ περὶ τῶν τεχνῶν δὴ ὧν ἄρτι ἐγὼ ἔλεγον ἐπιστήμων ἀφικέσθαι διαφερόντως τῶν ἄλλων, καὶ περὶ ῥυθμῶν καὶ ἁρμονιῶν καὶ γραμμάτων ὀρθότητος, καὶ ἄλλα ἔτι πρὸς τούτοις πάνυ πολλά, ὡς ἐγὼ δοκῶ μνημονεύειν· καίτοι τό γε μνημονικὸν ἐπελαθόμην σου, ὡς ἔοικε, τέχνημα, ἐν ᾧ σὺ οἴει λαμπρότατος εἶναι· οἶμαι δὲ καὶ ἄλλα πάμπολλα ἐπιλελῆσθαι. ἀλλʼ ὅπερ ἐγὼ λέγω, καὶ εἰς τὰς σαυτοῦ τέχνας βλέψας—ἱκαναὶ δέ—καὶ εἰς τὰς τῶν ἄλλων εἰπέ μοι, ἐάν που εὕρῃς ἐκ τῶν ὡμολογημένων ἐμοί τε καὶ σοί, ὅπου ἐστὶν ὁ μὲν ἀληθής, ὁ δὲ ψευδής, χωρὶς καὶ οὐχ ὁ αὐτός; ἐν ᾗτινι βούλει σοφίᾳ τοῦτο σκέψαι ἢ πανουργίᾳ ἢ ὁτιοῦν χαίρεις ὀνομάζων· ἀλλʼ οὐχ εὑρήσεις, ὦ ἑταῖρε— οὐ γὰρ ἔστιν—ἐπεὶ σὺ εἰπέ.
ソクラテス:それでは次に、三人目の専門家として天文学者を検討しよう。この技術についても、君は先ほどのもの以上に自分自身が精通していると思っているのだね。そうではないかね、ヒッピアスよ? ヒッピアス:はい。 ソクラテス:それなら天文学においても、これらと同じことが成り立つのではないかね? ヒッピアス:そのようですね、ソクラテス。 ソクラテス:それなら天文学においても、もし他の誰かが偽り者であるとするなら、優れた天文学者が偽り者になるだろう。すなわち嘘をつく能力のある者だ。嘘をつく能力のない者は偽り者にはなれない。なぜなら無知だからだ。 ヒッピアス:そのように見えます。 ソクラテス:したがって、天文学においても、同一の人物が真実を語る者であり、かつ偽りを語る者でもあることになるね。 ヒッピアス:そのようです。 ソクラテス:さあ、ヒッピアスよ、これであらゆる学問全般について、このようになっていないものがどこかにあるかどうか、遠慮なく見渡してほしい。ともかく君はあらゆる人間の中で最も多くの技術において最も知恵のある人物なのだからね。私がかつて、君が広場で両替商の台のそばで、自分の持つ多くの羨むべき知恵を語り、大いに自慢しているのを聞いた時のことだ。君はかつてオリンピアにやって来たとき、身に帯びているものすべてが自分自身の作品であったと言っていたね。まずは指輪だが――君はそこから話を始めたのだった――、身につけていた指輪は、君が指輪を彫る術を心得ているがゆえに自分自身の作品なのだと言い、さらには別の印章も、肌削り器も、油壺も、それらは自分で作ったのだと。それから、履いていた靴も、自分で皮を裁って縫ったものだと言い、外套も下着も自分で織ったものだと。そして何よりも人々にとって一番風変わりで、君のこの上ない知恵の見本と思われたのは、身につけていた下着の帯が、ペルシア風の豪華な帯のようでありながら、それを自分自身で編み上げたのだと君が言ったことだった。これらに加えて、君は詩作品を携えてやって来たとも言っていた。叙事詩、悲劇、ディテュランボス、さらには散文で書かれた多種多様な多くの言論。そして、さきほど私が挙げた数々の技術に関しても、他の人々より格段に優れた知識を持ってやって来たのだと言い、さらには、リズムや和音、文字の正しさについても、その他にも極めて多くのことについて同様だと言っていた。私の記憶に間違いがなければね。もっとも、私は君の記憶術の技術のことを、どうやら忘れていたようだ。君自身がその技術において最も輝かしい能力を持っていると思っているのにね。それに、私は他にも極めて多くのことを忘れていると思う。しかし、私が言いたいのは、君自身の技術――それらは十分にたくさんあるが――や、他の人々の技術に目を向けて、私と君との間で合意された事柄からして、真実を語る者と偽りを語る者とが別々であって同一の人物ではないという例がどこかにあるかどうか、私に言ってほしい。君の望むどんな知恵でも、あるいは悪知恵でも、君がどう名付けたいにせよ、その中でこれを検討してほしい。しかし、友よ、君はそれを見出すことはできないだろう――なぜなら、そのような例は存在しないのだから――。もしあると言うなら、君がそれを言っておくれ。
ΙΠ. ἀλλʼ οὐκ ἔχω, ὦ Σώκρατες, νῦν γε οὕτως. ΣΩ. οὐδέ γε ἕξεις, ὡς ἐγὼ οἶμαι· εἰ δʼ ἐγὼ ἀληθῆ λέγω, μέμνησαι ὃ ἡμῖν συμβαίνει ἐκ τοῦ λόγου, ὦ Ἱππία. ΙΠ. οὐ πάνυ τι ἐννοῶ, ὦ Σώκρατες, ὃ λέγεις. ΣΩ. νυνὶ γὰρ ἴσως οὐ χρῇ τῷ μνημονικῷ τεχνήματι— δῆλον γὰρ ὅτι οὐκ οἴει δεῖν—ἀλλὰ ἐγώ σε ὑπομνήσω. οἶσθα ὅτι τὸν μὲν Ἀχιλλέα ἔφησθα ἀληθῆ εἶναι, τὸν δὲ Ὀδυσσέα ψευδῆ καὶ πολύτροπον; ΙΠ. ναί. ΣΩ. νῦν οὖν αἰσθάνῃ ὅτι ἀναπέφανται ὁ αὐτὸς ὢν ψευδής τε καὶ ἀληθής, ὥστε εἰ ψευδὴς ὁ Ὀδυσσεὺς ἦν, καὶ ἀληθὴς γίγνεται, καὶ εἰ ἀληθὴς ὁ Ἀχιλλεύς, καὶ ψευδής, καὶ οὐ διάφοροι ἀλλήλων οἱ ἄνδρες οὐδʼ ἐναντίοι, ἀλλʼ ὅμοιοι; ΙΠ. ὦ Σώκρατες, ἀεὶ σύ τινας τοιούτους πλέκεις λόγους, καὶ ἀπολαμβάνων ὃ ἂν ᾖ δυσχερέστατον τοῦ λόγου, τούτου ἔχῃ κατὰ σμικρὸν ἐφαπτόμενος, καὶ οὐχ ὅλῳ ἀγωνίζῃ τῷ πράγματι περὶ ὅτου ἂν ὁ λόγος ᾖ· ἐπεὶ καὶ νῦν, ἐὰν βούλῃ, ἐπὶ πολλῶν τεκμηρίων ἀποδείξω σοι ἱκανῷ λόγῳ Ὅμηρον Ἀχιλλέα πεποιηκέναι ἀμείνω Ὀδυσσέως καὶ ἀψευδῆ, τὸν δὲ δολερόν τε καὶ πολλὰ ψευδόμενον καὶ χείρω Ἀχιλλέως. εἰ δὲ βούλει, σὺ αὖ ἀντιπαράβαλλε λόγον παρὰ λόγον, ὡς ὁ ἕτερος ἀμείνων ἐστί· καὶ μᾶλλον εἴσονται οὗτοι ὁπότερος ἄμεινον λέγει. ΣΩ. ὦ Ἱππία, ἐγώ τοι οὐκ ἀμφισβητῶ μὴ οὐχὶ σὲ εἶναι σοφώτερον ἢ ἐμέ·3 ἀλλʼ ἀεὶ εἴωθα, ἐπειδάν τις λέγῃ τι, προσέχειν τὸν νοῦν, ἄλλως τε καὶ ἐπειδάν μοι δοκῇ σοφὸς εἶναι ὁ λέγων, καὶ ἐπιθυμῶν μαθεῖν ὅτι λέγει διαπυνθάνομαι καὶ ἐπανασκοπῶ καὶ συμβιβάζω τὰ λεγόμενα, ἵνα μάθω· ἐὰν δὲ φαῦλος δοκῇ μοι εἶναι ὁ λέγων, οὔτε ἐπανερωτῶ οὔτε μοι μέλει ὧν λέγει. καὶ γνώσῃ τούτῳ οὓς ἂν ἐγὼ ἡγῶμαι σοφοὺς εἶναι· εὑρήσεις γάρ με λιπαρῆ ὄντα περὶ τὰ λεγόμενα ὑπὸ τούτου καὶ πυνθανόμενον παρʼ αὐτοῦ, ἵνα μαθών τι ὠφεληθῶ.
ヒッピアス:しかしソクラテスよ、少なくとも今は、そのような例を挙げることはできません。 ソクラテス:そしてこれからも挙げることはできないだろう、と私は思う。もし私の言うことが真実なら、私たちの議論から何が導かれるか、覚えているかね、ヒッピアスよ? ヒッピアス:君が何を言っているのか、ソクラテスよ、私にはあまりよく分かりません。 ソクラテス:おそらく今は、記憶術の技術を使っていないのだろう――それを必要と思っていないのは明らかだからね――。だが私が君に思い出させてあげよう。君はアキレウスを真実を語る者、オデュッセウスを偽り者で策略に満ちた者だと言っていたのを覚えているかね? ヒッピアス:はい。 ソクラテス:それなら今や、同一の人物が偽り者でもあり真実を語る者でもあるということが明らかになったのが分かるかね?したがって、もしオデュッセウスが偽り者であったなら、彼は真実を語る者にもなり、もしアキレウスが真実を語る者であったなら、偽り者にもなる。そしてこの二人の男は互いに異なっておらず、反対でもなく、むしろ似た者同士なのだということが。 ヒッピアス:ソクラテスよ、君はいつもそうやって奇妙な議論を編み出し、議論の最も厄介な部分を切り取っては、そこにしがみついて細かくつつき回し、議論の対象となっている事柄全体で勝負しようとしない。なぜなら今回も、もし君が望むなら、十分な議論によって、多くの証拠に基づいてホメロスがアキレウスをオデュッセウスより優れた、嘘をつかない者として描き、一方のオデュッセウスをペテン師で、多くの嘘をつく、アキレウスより劣った者として描いていることを、君に証明して見せるからだ。もし望むなら、君の方でも、もう一方の方が優れているという主張をぶつけて対抗してみるといい。そうすれば、ここにいる人々も、どちらがより優れた主張をしているか、よりよく分かるだろう。 ソクラテス:ヒッピアスよ、私は君が私より知恵があるということを決して疑いはしない。だが私はいつも、誰かが何かを語るときには注意を払う習わしなのだ。話し手が知恵のある人だと思われるときにはなおさらね。そして、その人が何を言っているのかを知りたいと切望するがゆえに、学び取るために、徹底的に問い質し、再検討し、語られたことを突き合わせてみるのだ。しかし、話し手がつまらない人だと思われるときには、再び問い質すこともしなければ、その人の言うことに関心も持たない。そして、君は私が誰を知恵ある者と考えているかを、このことによって見分けることができるだろう。というのも、私はそのような人が語ることに対しては、何かを学んで益を得るために、しつこく食い下がり、その人から問い正しているのを君は目にするだろうからね。
- 368ἧς αὖ σὺ τέχνης ἔτι μᾶλλον ἐπιστήμων οἴει εἶναι ἢ τῶν ἔμπροσθεν
関係代名詞 ἧς は、文脈上の「天文学の技術(ἀστρονομία)」を先行詞とするが、関係節内の名詞 τέχνης との一致によって同格的に結びついている(先行詞の同化ないし吸引)。
- 368bὃν εἶχες σαυτοῦ ἔχειν ἔργον
不定詞 ἔχειν の意味上の主語は、主節の主語である「君(σε)」であり(省略)、σαυτοῦ ἔργον がその述語として機能している。「それを君自身の作品として持っている(所有している)と君は主張した」という二重の対格・属格構文の変形。
- 369dἐγώ τοι οὐκ ἀμφισβητῶ μὴ οὐχὶ σὲ εἶναι σοφώτερον ἢ ἐμέ
否定を伴う「疑う」「否定する」を意味する動詞(οὐκ ἀμφισβητῶ)の後に続く不定詞節の前に、二重の否定辞 μὴ οὐχὶ が置かれる慣用的な構文。全体として「君が私より知恵があるということを私は否定しない(=確かに認める)」という肯定の意味になる。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-21)
- 2026-09-21 AI校閲 — 訳文 1 件
