Humanitext Reader

柏拉图 · 小希庇亚篇 §367

专家在计算与技艺中言真道假的能力

第 3 段,共 8 段 · 希腊语

内容简介

苏格拉底使希庇亚承认,在计算方面,只有专家(优秀者)才能有意识地始终说谎,而无知者可能会在无意中说出真话。他们由此得出结论:在计算、几何及其他领域中,正是同那一个“优秀”的专家同时拥有说真话和说假话的最大能力。

§367ΣΩ. τί δὲ τὰ ψευδῆ περὶ τῶν αὐτῶν τούτων;
苏:那么,关于这些同样的事情,虚假又是怎样的呢?
καί μοι, ὥσπερ τὰ πρότερα, γενναίως καὶ μεγαλοπρεπῶς ἀπόκριναι, ὦ Ἱππία· εἴ τίς σε ἔροιτο τὰ τρὶς ἑπτακόσια πόσα ἐστί, πότερον σὺ ἂν μάλιστα ψεύδοιο καὶ ἀεὶ κατὰ ταὐτὰ ψευδῆ λέγοις περὶ τούτων, βουλόμενος ψεύδεσθαι καὶ μηδέποτε ἀληθῆ ἀποκρίνεσθαι, ἢ ὁ ἀμαθὴς εἰς λογισμοὺς δύναιτʼ ἂν σοῦ μᾶλλον ψεύδεσθαι βουλομένου;
请像刚才一样,慷慨且堂皇地回答我,希庇亚:如果有人问你“三乘七百是多少”,在你想要说谎且绝不回答真话的情况下,是你最能说谎并对这些事始终说出一致的谎言,还是那个在计算上面无知的人,比想要说谎的你更能够说谎?
ἢ ὁ μὲν ἀμαθὴς πολλάκις ἂν βουλόμενος ψευδῆ λέγειν τἀληθῆ ἂν εἴποι ἄκων, εἰ τύχοι, διὰ τὸ μὴ εἰδέναι, σὺ δὲ ὁ σοφός, εἴπερ βούλοιο ψεύδεσθαι, ἀεὶ ἂν κατὰ τὰ αὐτὰ ψεύδοιο;
还是说,那个无知的人虽然想说谎,但因为不知道,往往会在无意中(如果碰巧的话)说出真话,而智慧的你,如果想要说谎,却总能始终如一地展现谎言?
ΙΠ. ναί, οὕτως ἔχει ὡς σὺ λέγεις.
希:是的,正如你所说的那样。
ΣΩ. ὁ ψευδὴς οὖν πότερον περὶ μὲν τἆλλα ψευδής ἐστιν, οὐ μέντοι περὶ ἀριθμόν, οὐδὲ ἀριθμῶν ἂν ψεύσαιτο;
苏:那么,虚假的人是在其他事情上虚假,却唯独不在数字上虚假,也不会对数字说谎吗?
ΙΠ. καὶ ναὶ μὰ Δία περὶ ἀριθμόν.
希:不,凭宙斯起誓,在数字上也是虚假的。
ΣΩ. θῶμεν ἄρα καὶ τοῦτο, ὦ Ἱππία, περὶ λογισμόν τε καὶ ἀριθμὸν εἶναί τινα ἄνθρωπον ψευδῆ;
苏:希庇亚,那么我们也假定这一点:在计算和数字上,也有某种虚假的人存在吗?
ΙΠ. ναί.
希:是的。
ΣΩ. τίς οὖν ἂν εἴη οὗτος;
苏:那么这会是谁呢?
οὐχὶ δεῖ ὑπάρχειν αὐτῷ, εἴπερ μέλλει ψευδὴς ἔσεσθαι, ὡς σὺ ἄρτι ὡμολόγεις, δυνατὸν εἶναι ψεύδεσθαι;
如果他将要成为一个虚假的人,正如你刚才所同意的,难道你不必须具备说谎的能力吗?
ὁ γὰρ ἀδύνατος ψεύδεσθαι, εἰ μέμνησαι, ὑπὸ σοῦ ἐλέγετο ὅτι οὐκ ἄν ποτε ψευδὴς γένοιτο.
因为,如果你还记得的话,你曾说那个没有能力说谎的人是绝不可能成为虚假的人的。
ΙΠ. ἀλλὰ μέμνημαι καὶ ἐλέχθη οὕτως.
希:是的,我记得,当时确实是这么说的。
ΣΩ. οὐκοῦν ἄρτι ἐφάνης σὺ δυνατώτατος ὢν ψεύδεσθαι περὶ λογισμῶν;
苏:那么,刚才不正是表明了你在计算方面是最有能力说谎的人吗?
ΙΠ. ναί, ἐλέχθη γέ τοι καὶ τοῦτο.
希:是的,确实也说了这一点。
ΣΩ. ἆρʼ οὖν καὶ δυνατώτατος εἶ ἀληθῆ λέγειν περὶ λογισμῶν;
苏:那么,你也是最能够在计算上说出真话的人吗?
ΙΠ. πάνυ γε.
希:确实如此。
ΣΩ. οὐκοῦν ὁ αὐτὸς ψευδῆ καὶ ἀληθῆ λέγειν περὶ λογισμῶν δυνατώτατος· οὗτος δʼ ἐστὶν ὁ ἀγαθὸς περὶ τούτων, ὁ λογιστικός.
苏:因此,正是同一个人最能够在计算上说谎和说真话;而这也就是在这些事上优秀的人,即计算家。
ΙΠ. ναί.
希:是的。
ΣΩ. τίς οὖν ψευδὴς περὶ λογισμὸν γίγνεται, ὦ Ἱππία, ἄλλος ἢ ὁ ἀγαθός;
苏:那么,希庇亚,在计算上成为虚假之人的人,除了那个优秀的人还能是谁呢?
ὁ αὐτὸς γὰρ καὶ δυνατός· οὗτος δὲ καὶ ἀληθής.
因为同一个人也是有能力的人,而这个人也就是那个说真话的人。
ΙΠ. φαίνεται.
希:显然如此。
ΣΩ. ὁρᾷς οὖν ὅτι ὁ αὐτὸς ψευδής τε καὶ ἀληθὴς περὶ τούτων, καὶ οὐδὲν ἀμείνων ὁ ἀληθὴς τοῦ ψευδοῦς;
苏:那么你看到了吗,在这些事上,同一个人既是虚假的又是真实的,而且真实的人并不比虚假的人更好?
ὁ αὐτὸς γὰρ δήπου ἐστὶ καὶ οὐκ ἐναντιώτατα ἔχει, ὥσπερ σὺ ᾤου ἄρτι.
因为他无疑是同一个人,并没有像你刚才所想的那样处于最对立的状态。
ΙΠ. οὐ φαίνεται ἐνταῦθά γε.
希:至少在这一点上,看起来并非如此。
ΣΩ. βούλει οὖν σκεψώμεθα καὶ ἄλλοθι;
苏:那么,你愿意我们在其他地方也考察一下吗?
ΙΠ. εἰ γε σὺ βούλει.
希:如果你愿意的话。
ΣΩ. οὐκοῦν καὶ γεωμετρίας ἔμπειρος εἶ;
苏:那么,你难道不也精通几何学吗?
ΙΠ. ἔγωγε.
希:是的。
ΣΩ. τί οὖν;
苏:那又怎样呢?
οὐ καὶ ἐν γεωμετρίᾳ οὕτως ἔχει· ὁ αὐτὸς δυνατώτατος ψεύδεσθαι καὶ ἀληθῆ λέγειν περὶ τῶν διαγραμμάτων, ὁ γεωμετρικός;
在几何学中难道不也是这样:同一个在几何图形上最能说谎和说真话的人,就是几何学家吗?
ΙΠ. ναί.
希:是的。
ΣΩ. περὶ ταῦτα οὖν ἀγαθὸς ἄλλος τις ἢ οὗτος;
苏:那么,在这些事情上,优秀的人除了他之外还有别人吗?
ΙΠ. οὐκ ἄλλος.
希:没有别人。
ΣΩ. οὐκοῦν ὁ ἀγαθὸς καὶ σοφὸς γεωμέτρης δυνατώτατός γε ἀμφότερα;
苏:那么,那个优秀且智慧的几何学家难道不是在这两方面都最有能力的吗?
καὶ εἴπερ τις ἄλλος ψευδὴς περὶ διαγράμματα, οὗτος ἂν εἴη, ὁ ἀγαθός;
如果真的有别人在几何图形上是虚假的,那不就是这个优秀的人吗?
οὗτος γὰρ δυνατός, ὁ δὲ κακὸς ἀδύνατος ἦν ψεύδεσθαι· ὥστε οὐκ ἂν γένοιτο ψευδὴς ὁ μὴ δυνάμενος ψεύδεσθαι, ὡς ὡμολόγηται.
因为他是能做到的,而那个糟糕的人却没有说谎的能力;所以,正如已经同意的那样,没有说谎能力的人是不可能成为虚假之人的。
ΙΠ. ἔστι ταῦτα.
希:确实如此。

词汇与语法注释

  1. 367aὁ μὲν ἀμαθὴς πολλάκις ἂν βουλόμενος ψευδῆ λέγειν τἀληθῆ ἂν εἴποι ἄκων — 此句描述了无知者在无意中说出真话的可能性。它结合了表示让步或条件的分词 βουλόμενος(“即使希望……”)与带不变化词 ἄν 的希求法 ἂν εἴποι(表示潜在可能性)。形容词 ἄκων(“违心地、非自愿地”)起副词作用,强调了由于无知,本想说谎却可能碰巧说出真话的矛盾情境。
  2. 367bοὐχὶ δεῖ ὑπάρχειν αὐτῷ ... δυνατὸν εἶναι ψεύδεσθαι; — 此结构以无人称动词 δεῖ 开始,后接不定式 ὑπάρχειν。与格 αὐτῷ 是 ὑπάρχειν 的补足语(“属于他”或“为他所具备”),而带对格的不定式短语 δυνατὸν εἶναι ψεύδεσθαι(“具有说谎的能力”)则作为 ὑπάρχειν 的实际主语。整体构成了一个双重不定式的复杂结构。
  3. 367eὥστε οὐκ ἂν γένοιτο ψευδὴς ὁ μὴ δυνάμενος ψεύδεσθαι — 在由结果连词 ὥστε 引导的主句中,带 ἄν 的希求法 ἂν γένοιτο 表达了推论的潜在结果。主语是带冠词的分词 ὁ μὴ δυνάμενος(“无能力者”),它起到了条件或泛指的作用。使用否定小词 μή 而非 οὐ,表明其指代的是一类假想的人(“任何没有能力说谎的人”),而非特定的个体。

引用这一段

柏拉图, 小希庇亚篇 §367. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg026.humanitext-grc2:367

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。