§365ΙΠ. ἥκιστά γε, ὦ Σώκρατες, ἀλλʼ ἁπλούστατος καὶ ἀληθέστατος, ἐπεὶ καὶ ἐν Λιταῖς, ἡνίκα πρὸς ἀλλήλους ποιεῖ αὐτοὺς διαλεγομένους, λέγει αὐτῷ ὁ Ἀχιλλεὺς πρὸς τὸν Ὀδυσσέα—
"
διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
χρὴ μὲν δὴ τὸν μῦθον ἀπηλεγέως ἀποειπεῖν,
ὥσπερ δὴ κρανέω τε καὶ ὡς τελέεσθαι ὀίω· ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν,
"
"
ὅς χʼ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ.
希:绝非如此,苏格拉底,他被塑造得最单纯、最真实。 因为在恳求的诗行中,当诗人让他们互相交谈时,阿喀琉斯对奥德修斯说,对他说道—— “宙斯的后代,拉埃尔特斯之子,多谋的奥德修斯,我确实必须直截了当地说出我的话,正如我打算完成它,以及我认为它将被实现那样;因为对我来说,像哈迪斯之门一样可恨的,是那个人,” “他心里藏着一件事,嘴上却说着另一件。
αὐτὰρ ἐγὼν ἐρέω, ὡς καὶ τετελεσμένον ἔσται.
但我将说出我将如何完成它。
"
ἐν τούτοις δηλοῖ τοῖς ἔπεσιν τὸν πρότον ἑκατέρου τοῦ ἀνδρός, ὡς ὁ μὲν Ἀχιλλεὺς εἴη ἀληθής τε καὶ ἁπλοῦς, ὁ δὲ Ὀδυσσεὺς πολύτροπός τε καὶ ψευδής· ποιεῖ γὰρ τὸν Ἀχιλλέα εἰς τὸν Ὀδυσσέα λέγοντα ταῦτα τὰ ἔπη.
” 在这些诗句中,他清楚地表明了这两个人各自的性格,阿喀琉斯是真实和单纯的,而奥德修斯是多谋且虚假的;因为他让阿喀琉斯对奥德修斯说出了这些诗句。
ΣΩ. νῦν ἤδη, ὦ Ἱππία, κινδυνεύω μανθάνειν ὃ λέγεις·
苏:希庇亚,现在我终于开始理解你的意思了。
τὸν πολύτροπον ψευδῆ λέγεις, ὥς γε φαίνεται.
看起来,你把多谋的人称为虚假的人。
ΙΠ. μάλιστα, ὦ Σώκρατες·
希:正是如此,苏格拉底。
τοιοῦτον γὰρ πεποίηκεν τὸν Ὀδυσσέα Ὅμηρος πολλαχοῦ καὶ ἐν Ἰλιάδι καὶ ἐν Ὀδυσσείᾳ.
因为荷马在许多地方,无论是在《意象里亚特》还是在《奥德赛》中,都把奥德修斯塑造成这样的人。
ΣΩ. ἐδόκει ἄρα, ὡς ἔοικεν, Ὁμήρῳ ἕτερος μὲν εἶναι ἀνὴρ ἀληθής, ἕτερος δὲ ψευδής, ἀλλʼ οὐχ ὁ αὐτός.
苏:那么,看起来在荷马看来,说真话的人是一回事,说假话的人是另一回事,而不是同一个人。
ΙΠ. πῶς γὰρ οὐ μέλλει, ὦ Σώκρατες;
希:怎么可能不是呢,苏格拉底?
ΣΩ. ἦ καὶ σοὶ δοκεῖ αὐτῷ, ὦ Ἱππία;
苏:希庇亚,你也是这样看的吗?
ΙΠ. πάντων μάλιστα· καὶ γὰρ ἂν δεινὸν εἴη εἰ μή.
希:最赞同不过了,如果不这样看就太怪异了。
ΣΩ. τὸν μὲν Ὅμηρον τοίνυν ἐάσωμεν, ἐπειδὴ καὶ ἀδύνατον ἐπανερέσθαι τί ποτε νοῶν ταῦτα ἐποίησεν τὰ ἔπη·
苏:那么我们先把荷马放一边,因为既然已经不可能再去问他创作这些诗句时到底是怎么想的了。
σὺ δʼ ἐπειδὴ φαίνῃ ἀναδεχόμενος τὴν αἰτίαν, καὶ σοὶ συνδοκεῖ ταῦτα ἅπερ φῂς Ὅμηρον λέγειν, ἀπόκριναι κοινῇ ὑπὲρ Ὁμήρου τε καὶ σαυτοῦ.
但是,既然你似乎承担起了这个责任,而且你也同意你所说的荷马的意思,那么请代表荷马和你自己一起回答。
ΙΠ. ἔσται ταῦτα·
希:那就这样吧。
ἀλλʼ ἐρώτα ἔμβραχυ ὅτι βούλει.
请简短地提问你想问的任何事情。
ΣΩ. τοὺς ψευδεῖς λέγεις οἷον ἀδυνάτους τι ποιεῖν, ὥσπερ τοὺς κάμνοντας, ἢ δυνατούς τι ποιεῖν;
苏:你说那些虚假的人,是像病人一样无法做任何事情,还是有能力做某些事情?
ΙΠ. δυνατοὺς ἔγωγε καὶ μάλα σφόδρα ἄλλα τε πολλὰ καὶ ἐξαπατᾶν ἀνθρώπους.
希:当然是有能力的,而且非常有能力做许多其他事情,特别是欺骗人。
ΣΩ. δυνατοὶ μὲν δή, ὡς ἔοικεν, εἰσὶ κατὰ τὸν σὸν λόγον καὶ πολύτροποι· ἦ γάρ;
苏:根据你的说法,他们显然是有能力的,而且是多谋的,是吗?
ΙΠ. ναί.
希:是的。
ΣΩ. πολύτροποι δʼ εἰσὶ καὶ ἀπατεῶνες ὑπὸ ἠλιθιότητος καὶ ἀφροσύνης, ἢ ὑπὸ πανουργίας καὶ φρονήσεώς τινος;
苏:那他们多谋并欺骗人,是因为愚蠢和无知,还是因为狡黠和某种智慧?
ΙΠ. ὑπὸ πανουργίας πάντων μάλιστα καὶ φρονήσεως.
希:最主要的是因为狡黠和智慧。
ΣΩ. φρόνιμοι μὲν ἄρα εἰσίν, ὡς ἔοικεν.
苏:那么他们显然是聪明的。
ΙΠ. ναὶ μὰ Δία, λίαν γε.
希:凭宙斯起誓,简直太聪明了。
ΣΩ. φρόνιμοι δὲ ὄντες οὐκ ἐπίστανται ὅτι ποιοῦσιν, ἢ ἐπίστανται;
苏:既然聪明,他们是不知道自己在做什么,还是知道?
ΙΠ. καὶ μάλα σφόδρα ἐπίστανται·
希:他们非常清楚。
διὰ ταῦτα καὶ κακουργοῦσιν.
正因为如此,他们才作恶。
ΣΩ. ἐπιστάμενοι δὲ ταῦτα ἃ ἐπίστανται πότερον ἀμαθεῖς εἰσιν ἢ σοφοί;
苏:既然知道他们所知道的这些事,他们是无知的还是智慧的?
§366ΙΠ. σοφοὶ μὲν οὖν αὐτά γε ταῦτα, ἐξαπατᾶν.
希:在欺骗这件事本身上,他们当然是智慧的,欺骗。
ΣΩ. ἔχε δή· ἀναμνησθῶμεν τί ἐστιν ὃ λέγεις.
苏:且慢,让我们回想一下你所说的话。
τοὺς ψευδεῖς φῂς εἶναι δυνατοὺς καὶ φρονίμους καὶ ἐπιστήμονας καὶ σοφοὺς εἰς ἅπερ ψευδεῖς;
你认为虚假的人在他们说假话的这些事情上是有能力的、聪明的、有知识的且智慧的吗?
ΙΠ. φημὶ γὰρ οὖν.
希:我确实是这么认为的。
ΣΩ. ἄλλους δὲ τοὺς ἀληθεῖς τε καὶ ψευδεῖς, καὶ ἐναντιωτάτους ἀλλήλοις;
苏:而真实的人和虚假的人是不同的人,且彼此最为对立?
ΙΠ. λέγω ταῦτα.
希:我是这么说的。
ΣΩ. φέρε δή· τῶν μὲν δυνατῶν τινες καὶ σοφῶν, ὡς ἔοικεν, εἰσὶν οἱ ψευδεῖς κατὰ τὸν σὸν λόγον.
苏:那么,根据你的说法,在有能力和智慧的人中,也有虚假的人。
ΙΠ. μάλιστά γε.
希:正是如此。
ΣΩ. ὅταν δὲ λέγῃς δυνατοὺς καὶ σοφοὺς εἶναι τοὺς ψευδεῖς εἰς αὐτὰ ταῦτα, πότερον λέγεις δυνατοὺς εἶναι ψεύδεσθαι ἐὰν βούλωνται, ἢ ἀδυνάτους εἰς ταῦτα ἅπερ ψεύδονται;
苏:当你说虚假的人在这些事情上是有能力和智慧的时候,你是说他们如果愿意的话是有能力说谎的,还是在他们说谎的事情上是没有能力的?
ΙΠ. δυνατοὺς ἔγωγε.
希:当然是有能力的。
ΣΩ. ὡς ἐν κεφαλαίῳ ἄρα εἰρῆσθαι, οἱ ψευδεῖς εἰσιν οἱ σοφοί τε καὶ δυνατοὶ ψεύδεσθαι.
苏:总而言之,虚假的人就是那些有智慧且有能力说谎的人。
ΙΠ. ναί.
希:是的。
ΣΩ. ἀδύνατος ἄρα ψεύδεσθαι ἀνὴρ καὶ ἀμαθὴς οὐκ ἂν εἴη ψευδής.
苏:因此,一个没有能力说谎且无知的人,就不会是虚假的。
ΙΠ. ἔχει οὕτως.
希:正是如此。
ΣΩ. δυνατὸς δέ γʼ ἐστὶν ἕκαστος ἄρα, ὃς ἂν ποιῇ τότε ὃ ἂν βούληται, ὅταν βούληται· οὐχ ὑπὸ νόσου λέγω ἐξειργόμενον οὐδὲ τῶν τοιούτων, ἀλλὰ ὥσπερ σὺ δυνατὸς εἶ γράψαι τοὐμὸν ὄνομα ὅταν βούλῃ, οὕτω λέγω.
苏:而每个人如果能在想做的时候就做他想做的事,他就是有能力的—— 我指的不是因疾病或类似的事情受阻,而是像你有能力在想写的时候写下我的名字那样。
ἢ οὐχ, ὃς ἂν οὕτως ἔχῃ, καλεῖς σὺ δυνατόν;
难道你不把处于这种状态的人称为有能力的吗?
ΙΠ. ναί.
希:是的。
ΣΩ. λέγε δή μοι, ὦ Ἱππία, οὐ σὺ μέντοι ἔμπειρος εἶ λογισμῶν καὶ λογιστικῆς;
苏:那么告诉我,希庇亚,你难道不是对计算和计算术非常精通吗?
ΙΠ. πάντων μάλιστα, ὦ Σώκρατες.
希:最精通不过了,苏格拉底。
ΣΩ. οὐκοῦν εἰ καί τίς σε ἔροιτο τὰ τρὶς ἑπτακόσια ὁπόσος ἐστὶν ἀριθμός, εἰ βούλοιο, πάντων τάχιστα καὶ μάλιστʼ ἂν εἴποις τἀληθῆ περὶ τούτου;
苏:那么,如果有人问你三乘七百是多少,如果你愿意,你难道不能最快地且最准确地关于它说出真相吗?
ΙΠ. πάνυ γε.
希:当然可以。
ΣΩ. ἆρα ὅτι δυνατώτατός τε εἶ καὶ σοφώτατος κατὰ ταῦτα;
苏:这是因为你在这些事情上是最有能力且最智慧的吗?
ΙΠ. ναί.
希:是的。
ΣΩ. πότερον οὖν σοφώτατός τε εἶ καὶ δυνατώτατος μόνον, ἢ καὶ ἄριστος ταῦτα ἅπερ δυνατώτατός τε καὶ σοφώτατος, τὰ λογιστικά;
苏:那么,在这些你最有能力和最智慧的事情上,即计算术上,你不仅是最智慧和最有能力的,而且也是最优秀的吗?
ΙΠ. καὶ ἄριστος δήπου, ὦ Σώκρατες.
希:当然也是最优秀的,苏格拉底。
ΣΩ. τὰ μὲν δὴ ἀληθῆ σὺ ἂν δυνατώτατα εἴποις περὶ τούτων· ἦ γάρ;
苏:那么,你在这些事情上,将能够最有力地说出真相,是吗?
ΙΠ. οἶμαι ἔγωγε.
希:我想是的。