§363ΕΥ. σὺ δὲ δὴ τί σιγᾷς, ὦ Σώκρατες, Ἱππίου τοσαῦτα ἐπιδειξαμένου, καὶ οὐχὶ ἢ συνεπαινεῖς τι τῶν εἰρημένων ἢ καὶ ἐλέγχεις, εἴ τί σοι μὴ καλῶς δοκεῖ εἰρηκέναι;
厄:苏格拉底,在希庇亚作了如此多的展示之后,你为什么还保持沉默呢? 你为什么既不共同称赞所说的话,也不在认为他有什么地方说得不好时进行反驳呢?
ἄλλως τε ἐπειδὴ καὶ αὐτοὶ λελείμμεθα, οἳ μάλιστʼ ἂν ἀντιποιησαίμεθα μετεῖναι ἡμῖν τῆς ἐν φιλοσοφίᾳ διατριβῆς.
尤其是,既然连我们也留下来了,而我们是最应该主张自己分有哲学探求的人。
ΣΩ. καὶ μήν, ὦ Εὔδικε, ἔστι γε ἃ ἡδέως ἂν πυθοίμην Ἱππίου ὧν νυνδὴ ἔλεγεν περὶ Ὁμήρου.
苏:事实上,厄迪科斯,对于希庇亚刚才所说的关于荷马的话,确实有一些事情我很想向他请教。
καὶ γὰρ τοῦ σοῦ πατρὸς Ἀπημάντου ἤκουον ὅτι ἡ Ἰλιὰς κάλλιον εἴη ποίημα τῷ Ὁμήρῳ ἢ ἡ Ὀδύσσεια, τοσούτῳ δὲ κάλλιον, ὅσῳ ἀμείνων Ἀχιλλεὺς Ὀδυσσέως εἴη·
因为我以前听你父亲阿佩曼托斯说,对荷马而言,《意象里亚特》是比《奥德赛》更优美的诗作,其优美的程度,正如同阿喀琉斯比奥德修斯更优秀一样。
ἑκάτερον γὰρ τούτων τὸ μὲν εἰς Ὀδυσσέα ἔφη πεποιῆσθαι, τὸ δʼ εἰς Ἀχιλλέα.
因为他说,这两部作品中,一部是针对奥德修斯创作的,另一部是针对阿喀琉斯创作的。
περὶ ἐκείνου οὖν ἡδέως ἄν, εἰ βουλομένῳ ἐστὶν Ἱππίᾳ, ἀναπυθοίμην ὅπως αὐτῷ δοκεῖ περὶ τοῖν ἀνδροῖν τούτοιν, πότερον ἀμείνω φησὶν εἶναι, ἐπειδὴ καὶ ἄλλα πολλὰ καὶ παντοδαπὰ ἡμῖν ἐπιδέδεικται καὶ περὶ ποιητῶν τε ἄλλων καὶ περὶ Ὁμήρου.
因此,关于这件事,如果希庇亚愿意的话,我很想向他请教,他对这两个人是怎么看的,他认为哪一个更优秀,因为他也向我们展示了许多关于其他诗人和关于荷马的各种各样的事情。
ΕΥ. ἀλλὰ δῆλον ὅτι οὐ φθονήσει Ἱππίας, ἐάν τι αὐτὸν ἐρωτᾷς, ἀποκρίνεσθαι.
厄:但很明显,如果你向希庇亚提问,他是不会吝惜回答的。
ἦ γάρ, ὦ Ἱππία, ἐάν τι ἐρωτᾷ σε Σωκράτης, ἀποκρινῇ;
不是吗,希庇亚? 如果苏格拉底问你什么,你会回答吗?
ἢ πῶς ποιήσεις;
还是你打算怎么办?
ΙΠ. καὶ γὰρ ἂν δεινὰ ποιοίην, ὦ Εὔδικε, εἰ Ὀλυμπίαζε μὲν εἰς τὴν τῶν Ἑλλήνων πανήγυριν, ὅταν τὰ Ὀλύμπια ᾖ, ἀεὶ ἐπανιὼν οἴκοθεν ἐξ Ἤλιδος εἰς τὸ ἱερὸν παρέχω ἐμαυτὸν καὶ λέγοντα ὅτι ἄν τις βούληται ὧν ἄν μοι εἰς ἐπίδειξιν παρεσκευασμένον ᾖ, καὶ ἀποκρινόμενον τῷ βουλομένῳ ὅτι ἄν τις ἐρωτᾷ, νῦν δὲ τὴν Σωκράτους ἐρώτησιν φύγοιμι.
希:厄迪科斯,如果我每当奥林匹克运动会举行时,总是从厄利斯的家中前往奥林匹亚的希腊人盛会,在圣域里提供自己,既宣讲任何人在我为展示所准备的内容中想听的任何事,又回答任何提问者想问的任何问题,而现在却要逃避苏格拉底的提问,那我就是做了极其荒唐的事。
§364ΣΩ. μακάριόν γε, ὦ Ἱππία, πάθος πέπονθας, εἰ ἑκάστης Ὀλυμπιάδος οὕτως εὔελπις ὢν περὶ τῆς ψυχῆς εἰς σοφίαν ἀφικνῇ εἰς τὸ ἱερόν·
苏:希庇亚,你确实经历了一种令人羡慕的体验,如果每届奥林匹克运动会你都对自己的灵魂在智慧方面抱有如此美好的希望而来到圣域。
καὶ θαυμάσαιμʼ ἂν εἴ τις τῶν περὶ τὸ σῶμα ἀθλητῶν οὕτως ἀφόβως τε καὶ πιστευτικῶς ἔχων τῷ σώματι ἔρχεται αὐτόσε ἀγωνιούμενος, ὥσπερ σὺ φῂς τῇ διανοίᾳ.
而且,如果肉体方面的运动员中,有谁像你所说的凭借心智那样,如此无畏且对自己的身体充满信心地去那里竞争,我将感到非常惊奇。
ΙΠ. εἰκότως, ὦ Σώκρατες, ἐγὼ τοῦτο πέπονθα·
希:苏格拉底,我会有这种体验也是理所当然的。
ἐξ οὗ γὰρ ἦργμαι Ὀλυμπίασιν ἀγωνίζεσθαι, οὐδενὶ πώποτε κρείττονι εἰς οὐδὲν ἐμαυτοῦ ἐνέτυχον.
因为自从我开始在奥林匹亚竞争以来,我从未在任何事情上遇到过比我自己更优秀的人。
ΣΩ. καλόν γε λέγεις, ὦ Ἱππία, καὶ τῇ Ἠλείων πόλει τῆς σοφίας ἀνάθημα τὴν δόξαν εἶναι τὴν σὴν καὶ τοῖς γονεῦσι τοῖς σοῖς.
苏:希庇亚,你说得真好:你的名声既是厄利斯城邦,也是你父母的智慧献礼。
ἀτὰρ τί δὴ λέγεις ἡμῖν περὶ τοῦ Ἀχιλλέως τε καὶ τοῦ Ὀδυσσέως;
不过,关于阿喀琉斯和奥德修斯,你到底要对我们说些什么呢?
πότερον ἀμείνω καὶ κατὰ τί φῂς εἶναι;
你认为哪一个更优秀,又是在什么意义上更优秀呢?
ἡνίκα μὲν γὰρ πολλοὶ ἔνδον ἦμεν καὶ σὺ τὴν ἐπίδειξιν ἐποιοῦ, ἀπελείφθην σου τῶν λεγομένων—ὤκνουν γὰρ ἐπανερέσθαι, διότι ὄχλος τε πολὺς ἔνδον ἦν, καὶ μή σοι ἐμποδὼν εἴην ἐρωτῶν τῇ ἐπιδείξει—νυνὶ δὲ ἐπειδὴ ἐλάττους τέ ἐσμεν καὶ Εὔδικος ὅδε κελεύει ἐρέσθαι, εἰπέ τε καὶ δίδαξον ἡμᾶς σαφῶς, τί ἔλεγες περὶ τούτοιν τοῖν ἀνδροῖν;
因为当大伙儿都在屋里而你正在作展示时,我没能跟上你所说的话——因为我当时不便再问,一则因为屋里人多,二则我也怕因为提问而妨碍了你的展示——但现在既然我们人少了,且厄迪科斯也敦促我提问,请告诉并清楚地教导我们,你关于这两个人说了什么?
πῶς διέκρινες αὐτούς;
你是如何区分他们的?
ΙΠ. ἀλλʼ ἐγώ σοι, ὦ Σώκρατες, ἐθέλω ἔτι σαφέστερον ἢ τότε διελθεῖν ἃ λέγω καὶ περὶ τούτων καὶ ἄλλων.
希:但是,苏格拉底,我愿意比那时更清楚地向你阐明我关于这两人以及其他人的看法。
φημὶ γὰρ Ὅμηρον πεποιηκέναι ἄριστον μὲν ἄνδρα Ἀχιλλέα τῶν εἰς Τροίαν ἀφικομένων, σοφώτατον δὲ Νέστορα, πολυτροπώτατον δὲ Ὀδυσσέα.
因为我主张荷马把阿喀琉斯创作为到达特洛伊的人中最优秀的,把涅斯托尔创作为最智慧的,而把奥德修斯创作为最临机应变的。
ΣΩ. βαβαῖ, ὦ Ἱππία·
苏:天啊,希庇亚!
ἆρʼ ἄν τί μοι χαρίσαιο τοιόνδε, μή μου καταγελᾶν, ἐὰν μόγις μανθάνω τὰ λεγόμενα καὶ πολλάκις ἀνερωτῶ;
如果你能施予我这样一个恩惠,在我觉得难以理解所说的话并且多次追问时,不要嘲笑我,好吗?
ἀλλά μοι πειρῶ πρᾴως τε καὶ εὐκόλως ἀποκρίνεσθαι.
请尽量温和且耐心地回答我。
ΙΠ. αἰσχρὸν γὰρ ἂν εἴη, ὦ Σώκρατες, εἰ ἄλλους μὲν αὐτὰ ταῦτα παιδεύω καὶ ἀξιῶ διὰ ταῦτα χρήματα λαμβάνειν, αὐτὸς δὲ ὑπὸ σοῦ ἐρωτώμενος μὴ συγγνώμην τʼ ἔχοιμι καὶ πρᾴως ἀποκρινοίμην.
希:苏格拉底,如果我教导别人正是这些事情并因此自认应当收取报酬,而当被你提问时,我自己却不予以宽容且不温和地回答,那将是可耻的。
ΣΩ. πάνυ καλῶς λέγεις.
苏:你说得非常好。
ἐγὼ γάρ τοι, ἡνίκα μὲν ἄριστον τὸν Ἀχιλλέα ἔφησθα πεποιῆσθαι, ἐδόκουν σου μανθάνειν ὅτι ἔλεγες, καὶ ἡνίκα τὸν Νέστορα σοφώτατον·
因为当你刚才说阿喀琉斯被创作为最优秀的时候,我自以为理解了你的意思,当你把涅斯托尔说成是最智慧的时候也是如此。
ἐπειδὴ δὲ τὸν Ὀδυσσέα εἶπες ὅτι πεποιηκὼς εἴη ὁ ποιητὴς πολυτροπώτατον, τοῦτο δʼ, ὥς γε πρὸς σὲ τἀληθῆ εἰρῆσθαι, παντάπασιν οὐκ οἶδʼ ὅτι λέγεις.
但是,当你把奥德修斯说成是诗人创作为最临机应变的时候,关于这一点,对你说实话,我完全不知道你是什么意思。
καί μοι εἰπέ, ἄν τι ἐνθένδε μᾶλλον μάθω· ὁ Ἀχιλλεὺς οὐ πολύτροπος τῷ Ὁμήρῳ πεποίηται;
请告诉我,以便我能从中更好地理解:在荷马笔下,阿喀琉斯难道没有被创作为临机应变的吗?