§303ΣΩ. οὐκ ἄρα τούτῳ γε ἑκάτερον αὐτῶν ἐστι καλόν, ὃ μὴ ἕπεται ἑκατέρῳ (τὸ γὰρ ἀμφότερον ἑκατέρῳ οὐχ ἕπεται) ὥστε ἀμφότερα μὲν αὐτὰ φάναι καλὰ κατὰ τὴν ὑπόθεσιν ἔξεστιν, ἑκάτερον δὲ οὐκ ἔξεστιν·
苏格拉底:「因此,它们各自绝非凭借那不随伴于各自的东西(因为『两方面』并不随伴于各自)而是美的,以至于根据假设,我们可以说它们两方面是美的,但不能说各自是美的。
ἢ πῶς λέγομεν;
或者我们要怎么说?
οὐκ ἀνάγκη;
难道不是必然的吗?
ΙΠ. φαίνεται.
」希庇阿斯:「看来是这样。
ΣΩ. φῶμεν οὖν ἀμφότερα μὲν καλὰ εἶναι, ἑκάτερον δὲ μὴ φῶμεν;
」苏格拉底:「那么,我们要不要说两方面是美的,而各自不是呢?
ΙΠ. τί γὰρ κωλύει;
」希庇阿斯:「因为有什么妨碍呢?
ΣΩ. τόδε ἔμοιγε δοκεῖ, ὦ φίλε, κωλύειν, ὅτι ἦν που ἡμῖν τὰ μὲν οὕτως ἐπιγιγνόμενα ἑκάστοις, εἴπερ ἀμφοτέροις ἐπιγίγνοιτο, καὶ ἑκατέρῳ, καὶ εἴπερ ἑκατέρῳ, καὶ ἀμφοτέροις, ἅπαντα ὅσα σὺ διῆλθες· ἦ γάρ;
」苏格拉底:「我的朋友,在我看来,正是这一点在妨碍:因为在我们看来,一方面有些属性是以这种方式产生于各处的,如果产生于两方面,也产生于各自,如果产生于各自,也产生于两方面——即你所列举的所有那些东西;不是吗?
ΙΠ. ναί.
」希庇阿斯:「是的。
ΣΩ. ἃ δέ γε αὖ ἐγὼ διῆλθον, οὔ· ὧν δὴ ἦν καὶ αὐτὸ τὸ ἑκάτερον καὶ τὸ ἀμφότερον.
」苏格拉底:「但另一方面,我所列举的那些却不是这样;其中确实包括『各自』和『两方面』本身。
ἔστιν οὕτως;
是这样吗?
ΙΠ. ἔστιν.
」希庇阿斯:「是的。
ΣΩ. ποτέρων οὖν, ὦ Ἱππία, δοκεῖ σοι τὸ καλὸν εἶναι;
」苏格拉底:「那么,希庇阿斯,你认为『美』属于这两类中的哪一类呢?
πότερον ὧν σὺ ἔλεγες·
是属于你所说的那一类吗?
εἴπερ ἐγὼ ἰσχυρὸς καὶ σύ, καὶ ἀμφότεροι, καὶ εἴπερ ἐγὼ δίκαιος καὶ σύ, καὶ ἀμφότεροι, καὶ εἴπερ ἀμφότεροι, καὶ ἑκάτερος· οὕτω δὴ καὶ εἴπερ ἐγὼ καλὸς καὶ σύ, καὶ ἀμφότεροι, καὶ εἴπερ ἀμφότεροι, καὶ ἑκάτερος;
——如果我和你都是强壮的,两方面也是,如果我和你都是正义的,两方面也是,如果两方面都是,各自也是;因此如果我和你都是美的,两方面也是,如果两方面都是,各自也是?
ἢ οὐδὲν κωλύει, ὥσπερ ἀρτίων ὄντων τινῶν ἀμφοτέρων τάχα μὲν ἑκάτερα περιττὰ εἶναι, τάχα δʼ ἄρτια, καὶ αὖ ἀρρήτων ἑκατέρων ὄντων τάχα μὲν ῥητὰ τὰ συναμφότερα εἶναι, τάχα δʼ ἄρρητα, καὶ ἄλλα μυρία τοιαῦτα, ἃ δὴ καὶ ἐγὼ ἔφην ἐμοὶ προφαίνεσθαι;
还是说,没有什么能妨碍它就像:在两方面都是偶数的情况下,或许各自都是奇数,或许是偶数;又如各自都是无理数,或许结合起来的两方面是有理数,或许是无理数,以及其他无数我曾说在我面前显现出来的类似事情?
ποτέρων δὴ τιθεῖς τὸ καλόν;
你把美放在哪一类?
ἢ ὥσπερ ἐμοὶ περὶ αὐτοῦ καταφαίνεται, καὶ σοί;
或者你对它的看法也和我一样?
πολλὴ γὰρ ἀλογία ἔμοιγε δοκεῖ εἶναι ἀμφοτέρους μὲν ἡμᾶς εἶναι καλούς, ἑκάτερον δὲ μή, ἢ ἑκάτερον μέν, ἀμφοτέρους δὲ μή, ἢ ἄλλο ὁτιοῦν τῶν τοιούτων.
因为在我看来,如果我们两方面是美的而各自不是,或者各自是美的而两方面不是,或者其他任何类似的情况,都是极不合逻辑的。
οὕτως αἱρῇ, ὥσπερ ἐγώ, ἢ ʼκείνως;
你像我这样选择,还是像那样选择?
ΙΠ. οὕτως ἔγωγε, ὦ Σώκρατες.
」希庇阿斯:「我选择这一种,苏格拉底。
ΣΩ. εὖ γε σὺ ποιῶν, ὦ Ἱππία, ἵνα καὶ ἀπαλλαγῶμεν πλείονος ζητήσεως·
」苏格拉底:「你做得好,希庇阿斯,这样我们就可以摆脱进一步的探讨了。
εἰ γὰρ τούτων γʼ ἐστὶ τὸ καλόν, οὐκ ἂν ἔτι εἴη τὸ διʼ ὄψεως καὶ ἀκοῆς ἡδὺ καλόν.
因为如果美属于这些东西,那么通过视觉和听觉的快感就不能再是美的了。
ἀμφότερα μὲν γὰρ ποιεῖ καλὰ τὸ διʼ ὄψεως καὶ ἀκοῆς, ἑκάτερον δʼ οὔ· τοῦτο δʼ ἦν ἀδύνατον, ὡς ἐγώ τε καὶ σὺ δὴ ὁμολογοῦμεν, ὦ Ἱππία.
因为通过视觉和听觉的快感使两方面成为美的,但不能使各自成为美的;而这是不可能的,正如你和我确实都同意的那样,希庇阿斯。
ΙΠ. ὁμολογοῦμεν γάρ.
」希庇阿斯:「我们确实同意。
ΣΩ. ἀδύνατον ἄρα τὸ διʼ ὄψεως καὶ ἀκοῆς ἡδὺ καλὸν εἶναι, ἐπειδή γε καλὸν γιγνόμενον τῶν ἀδυνάτων τι παρέχεται.
」苏格拉底:「因此,通过视觉和听觉的快乐东西是不可能是美的,因为一旦成为美,它就会带来某种不可能的事情。
ΙΠ. ἔστι ταῦτα.
」希庇阿斯:「是这样。
ΣΩ.
λέγετε δὴ πάλιν,
φήσει,
ἐξ ἀρχῆς, ἐπειδὴ τούτου διημάρτετε·
」苏格拉底:「『那么再次从头说起吧,』他会说,『既然你们在这件事上失败了。
τί φατε εἶναι τοῦτο τὸ καλὸν τὸ ἐπʼ ἀμφοτέραις ταῖς ἡδοναῖς, διʼ ὅτι ταύτας πρὸ τῶν ἄλλων τιμήσαντες καλὰς ὠνομάσατε;
你们说这存在于这两种快感之上的“美”是什么,以至于你们看重它们胜过其他,并称它们为美的?
ἀνάγκη δή μοι δοκεῖ εἶναι, ὦ Ἱππία, λέγειν ὅτι ἀσινέσταται αὗται τῶν ἡδονῶν εἰσι καὶ βέλτισται, καὶ ἀμφότεραι καὶ ἑκατέρα·
』希庇阿斯,在我看来,我们不得不说,在这些快感中,它们是最无害的,也是最好的,无论是两方面还是各自。
ἢ σύ τι ἔχεις λέγειν ἄλλο ᾧ διαφέρουσι τῶν ἄλλων;
或者你有什么别的话可以说,表明它们与其他的快感有什么不同吗?
ΙΠ. οὐδαμῶς· τῷ ὄντι γὰρ βέλτισταί εἰσιν.
」希庇阿斯:「决不,因为实际上它们确实是最好的。
ΣΩ.
τοῦτʼ ἄρα,
φήσει,
λέγετε δὴ τὸ καλὸν εἶναι, ἡδονὴν ὠφέλιμον;
」苏格拉底:「『那么,』他会说,『你们说这“美”就是有益的快感吗?
ἐοίκαμεν, φήσω ἔγωγε·
』『我们似乎是这样想的,』我会这样说。
σὺ δέ;
你呢?
ΙΠ. καὶ ἐγώ.
」希庇阿斯:「我也一样。 」