Humanitext Reader

柏拉图 · 大希庇亚篇 §302

以奇偶数反驳与视听快感之美的复审

第 18 段,共 20 段 · 希腊语

内容简介

苏格拉底通过奇数和偶数的例子,反驳了希庇阿斯关于“两方面所具有的属性各自也必然具有”的观点,并重新探讨了通过视觉和听觉产生的快感之美。

§302ΣΩ. ταῦτα ἅπερ λέγω·
苏格拉底:「正如我所说的那样。
φοβοῦμαι γάρ σε σαφῶς λέγειν, ὅτι μοι χαλεπαίνεις, ἐπειδὰν τὶ δόξῃς σαυτῷ λέγειν.
因为我害怕对你说明白,因为每当你认为自己说了些什么名堂时,你就会对我发火。
ὅμως δʼ ἔτι μοι εἰπέ· οὐχ εἷς ἡμῶν ἑκάτερός ἐστι καὶ πέπονθε τοῦτο, εἷς εἶναι;
不过,请你再告诉我:我们各自不是一吗,而且遭遇了这事,即是一?
ΙΠ. πάνυ γε.
」希庇阿斯:「当然是。
ΣΩ. οὐκοῦν εἴπερ εἷς, καὶ περιττὸς ἂν εἴη ἑκάτερος ἡμῶν·
」苏格拉底:「那么,如果确实是一,我们各自不也是奇数吗?
ἢ οὐ τὸ ἓν περιττὸν ἡγῇ;
难道你不认为『一』是奇数吗?
ΙΠ. ἔγωγε.
」希庇阿斯:「我这样认为。
ΣΩ. ἦ καὶ ἀμφότεροι οὖν περιττοί ἐσμεν δύο ὄντες;
」苏格拉底:「那我们既然是二,难道我们两方面都是奇数吗?
ΙΠ. οὐκ ἂν εἴη, ὦ Σώκρατες.
」希庇阿斯:「不可能,苏格拉底。
ΣΩ. ἀλλʼ ἄρτιοί γε ἀμφότεροι· ἦ γάρ;
」苏格拉底:「但两方面都是偶数,不是吗?
ΙΠ. πάνυ γε.
」希庇阿斯:「当然是。
ΣΩ. μῶν οὖν, ὅτι ἀμφότεροι ἄρτιοι, τούτου ἕνεκα καὶ ἑκάτερος ἄρτιος ἡμῶν ἐστιν;
」苏格拉底:「那么,难道因为两方面是偶数,所以我们各自也是偶数吗?
ΙΠ. οὐ δῆτα.
」希庇阿斯:「当然不是。
ΣΩ. οὐκ ἄρα πᾶσα ἀνάγκη, ὡς νυνδὴ ἔλεγες, ἃ ἂν ἀμφότεροι καὶ ἑκάτερον, καὶ ἃ ἂν ἑκάτερος καὶ ἀμφοτέρους εἶναι.
」苏格拉底:「那么,这并非如你刚才所说,是绝对必然的:凡是两方面所是的,各自也是;凡是各自所是的,两方面也是。
ΙΠ. οὐ τά γε τοιαῦτα, ἀλλʼ οἷα ἐγὼ πρότερον ἔλεγον.
」希庇阿斯:「在这些事情上不是,但在我先前说的那些事情上是的。
ΣΩ. ἐξαρκεῖ, ὦ Ἱππία· ἀγαπητὰ γὰρ καὶ ταῦτα, ἐπειδὴ τὰ μὲν οὕτω φαίνεται, τὰ δʼ οὐχ οὕτως ἔχοντα.
」苏格拉底:「这就足够了,希庇阿斯;这也是令人满意的,因为有些情况看来是这样,有些情况则不是这样。
καὶ γὰρ ἐγὼ ἔλεγον, εἰ μέμνησαι ὅθεν οὗτος ὁ λόγος ἐλέχθη, ὅτι ἡ διὰ τῆς ὄψεως καὶ ἀκοῆς ἡδονὴ οὐ τούτῳ εἶεν καλαί, ὅτι τυγχάνοιεν ἑκατέρα μὲν αὐτῶν εἶναι πεπονθυῖα, ἀμφότεραι δὲ μή, ἢ ἀμφότεραι μέν, ἑκατέρα δὲ μή, ἀλλʼ ἐκείνῳ ᾧ ἀμφότεραί τε καὶ ἑκατέρα, διότι συνεχώρεις ἀμφοτέρας τε αὐτὰς εἶναι καλὰς καὶ ἑκατέραν.
事实上我也说过,如果你还记得这番讨论是从哪里开始的,即通过视觉和听觉产生的快感之所以美,并非因为它们各自碰巧遭遇了这事而两方面没有,或者两方面遭遇了而各自没有,而是因为两方面和各自都遭遇了它,因为你当时同意它们两方面和各自都是美的。
τούτου δὴ ἕνεκα τῇ οὐσίᾳ τῇ ἐπʼ ἀμφότερα ἑπομένῃ ᾤμην, εἴπερ ἀμφότερά ἐστι καλά, ταύτῃ δεῖν αὐτὰ καλὰ εἶναι, τῇ δὲ κατὰ τὰ ἕτερα ἀπολειπομένῃ μή·
正因如此,我认为,如果两方面都是美的,那么它们必须凭借那随伴于两方面的本质而是美的,而不是凭借那在另一方中缺少的本质。
καὶ ἔτι νῦν οἴομαι.
直到现在,我依然这样认为。
ἀλλά μοι λέγε, ὥσπερ ἐξ ἀρχῆς· ἡ διʼ ὄψεως ἡδονὴ καὶ ἡ διʼ ἀκοῆς, εἴπερ ἀμφότεραί τʼ εἰσὶ καλαὶ καὶ ἑκατέρα, ἆρα καὶ ὃ ποιεῖ αὐτὰς καλὰς οὐχὶ καὶ ἀμφοτέραις γε αὐταῖς ἕπεται καὶ ἑκατέρᾳ;
但是请告诉我,就像重新开始一样:如果通过视觉的快感和通过听觉的快感,两方面都是美的,且各自也是,那么使它们变美的东西,难道不同时随伴于两方面,也随伴于各自吗?
ΙΠ. πάνυ γε.
」希庇阿斯:「当然。
ΣΩ. ἆρʼ οὖν ὅτι ἡδονὴ ἑκατέρα τʼ ἐστὶ καὶ ἀμφότεραι, διὰ τοῦτο ἂν εἶεν καλαί;
」苏格拉底:「那么,难道因为各自是快感,且两方面也是,它们才是美的吗?
ἢ διὰ τοῦτο μὲν καὶ αἱ ἄλλαι πᾶσαι ἂν οὐδὲν τούτων ἧττον εἶεν καλαί;
还是说,如果因为这个,其他所有的快感也都会不比这些逊色地成为美的呢?
οὐδὲν γὰρ ἧττον ἡδοναὶ ἐφάνησαν οὖσαι, εἰ μέμνησαι.
因为,如果你还记得的话,其他快感看来也同样是快感。
ΙΠ. μέμνημαι.
」希庇阿斯:「我记得。
ΣΩ. ἀλλʼ ὅτι γε διʼ ὄψεως καὶ ἀκοῆς αὗταί εἰσι, διὰ τοῦτο ἐλέγετο καλὰς αὐτὰς εἶναι.
」苏格拉底:「但是,正因为它们是通过视觉和听觉的快感,它们才被称为美的。
ΙΠ. καὶ ἐρρήθη οὕτως.
」希庇阿斯:「确实是这样说的。
ΣΩ. σκόπει δὲ εἰ ἀληθῆ λέγω.
」苏格拉底:「请看我说的对不对。
ἐλέγετο γάρ, ὡς ἐγὼ μνήμης ἔχω, τοῦτʼ εἶναι καλὸν τὸ ἡδύ, οὐ πᾶν, ἀλλʼ ὃ ἂν διʼ ὄψεως καὶ ἀκοῆς ᾖ.
因为据我记忆,当时说的是,这种快乐的东西是美的——不是全部快乐的东西,而是通过视觉和听觉的那些。
ΙΠ. ἀληθῆ.
」希庇阿斯:「对。
ΣΩ. οὐκοῦν τοῦτό γε τὸ πάθος ἀμφοτέραις μὲν ἕπεται, ἑκατέρᾳ δʼ οὔ;
」苏格拉底:「那么,这种属性不是随伴于两方面,而不随伴于各自吗?
οὐ γάρ που ἑκάτερόν γε αὐτῶν, ὅπερ ἐν τοῖς πρόσθεν ἐλέγετο, διʼ ἀμφοτέρων ἐστίν, ἀλλʼ ἀμφότερα μὲν διʼ ἀμφοῖν, ἑκάτερον δʼ οὔ·
因为正如前面所说,它们各自绝非通过两方面,而是两方面共同通过两者,而各自则不是。
ἔστι ταῦτα;
是这样吗?
ΙΠ. ἔστιν.
」希庇阿斯:「是这样。 」

词汇与语法注释

  1. 302aὅτι μοι χαλεπαίνεις — ὅτι 从句用作表示原因的状语从句(“因为……”),指向前文的 φοβοῦμαι(或整个短语 φοβοῦμαι γάρ σε σαφῶς λέγειν)。虽然在语法上也可以将其视为作 φοβοῦμαι 宾语的名词从句(“我害怕……”),但结合前文的 γάρ 以及上下文语境,将其理解为苏格拉底害怕说清楚的“原因”更为自然。
  2. 302aδόξῃς σαυτῷ λέγειν — δόξῃς 是 δοκέω(显得、好像)的虚拟式不定过去时。它与与格 σαυτῷ 和不定式 λέγειν 连用,字面意思是“每当你对自己而言似乎说了些什么”,即“每当你认为自己说了些(有意义的)话”。这里的 λέγειν 不仅指发出声音,还含有“说出有分量、有意义的话”的含意。
  3. 302aεἷς εἶναι — 不定式短语 εἷς εἶναι(是一)用作同格(解释性不定式),具体说明前文指示代词 τοῦτο 的内容。因此,“这”(我们各自所遭遇/具有的属性)指的就是“是一”这件事。
  4. 302cτῇ δὲ κατὰ τὰ ἕτερα ἀπολειπομένῃ μή — ἀπολειπομένῃ 是意为“被留下、缺少”的分词,修饰前文的 τῇ ... οὐσίᾳ(本质)。κατὰ τὰ 季度 意为“在其他方面”或“在另一方”,指某种属性仅属于其中一方而在另一方中缺失的状态。因此,整个短语的意思是“而不是凭借在另一方中缺少的(本质)”。
  5. 302eδιʼ ἀμφοτέρων ἐστίν — 短语 διʼ ἀμφοτέρων(通过两者)指“通过两种感觉器官”(视觉和听觉)获得这一属性。苏格拉底的逻辑是:虽然单一的快感(如通过视觉的快感)并非“通过两者”获得,但两个快感的“集合(两方面)”却是“通过两者”获得的。这种个体(单数)与集合(复数)之间的不对称性是通过该介词短语表达出来的。

引用这一段

柏拉图, 大希庇亚篇 §302. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg025.humanitext-grc2:302

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。