Humanitext Reader

柏拉图 · 大希庇亚篇 §304

辩论的困局与美的事物是艰难的之谚语

第 20 段,共 20 段 · 希腊语

内容简介

苏格拉底指出将美定义为“有益的快感”会重新陷入先前的矛盾,而希庇阿斯则反感这些琐碎的论证,主张实用修辞的重要性。苏格拉底提到了那个总是驳倒他的“同居者”,并以他终于理解了“美的事物是艰难的”这句谚语作为对话的结语。

§304ΣΩ. οὐκοῦν ὠφέλιμον, φήσει, τὸ ποιοῦν τἀγαθόν, τὸ δὲ ποιοῦν καὶ τὸ ποιούμενον ἕτερον νυνδὴ ἐφάνη, καὶ εἰς τὸν πρότερον λόγον ἥκει ὑμῖν ὁ λόγος;
苏格拉底:「『那么,』他会说,『有益的就是产生善的东西吗? 但产生者和被产生者刚才显得是不同的,而你们的论证又回到了之前的论证吗?
οὔτε γὰρ τὸ ἀγαθὸν ἂν εἴη καλὸν οὔτε τὸ καλὸν ἀγαθόν, εἴπερ ἄλλο αὐτῶν ἑκάτερόν ἐστι.
因为,如果它们各自不同,那么善既不会是美的,美也不会是善的。
παντός γε μᾶλλον, φήσομεν, ὦ Ἱππία, ἂν σωφρονῶμεν· οὐ γάρ που θέμις τῷ ὀρθῶς λέγοντι μὴ συγχωρεῖν.
』『完全如此,』我们会说,希庇阿斯,如果我们清醒的话;因为对于说话正确的人,不予赞同显然是不合天理的。
ΙΠ. ἀλλὰ δή γʼ, ὦ Σώκρατες, τί οἴει ταῦτα εἶναι συνάπαντα;
」希庇阿斯:「但是,苏格拉底,你认为所有这些到底是什么?
κνήσματά τοί ἐστι καὶ περιτμήματα τῶν λόγων, ὅπερ ἄρτι ἔλεγον, κατὰ βραχὺ διῃρημένα·
它们不过是论证的刮屑和边角料,正如我刚才所说,被细细地切碎了。
ἀλλʼ ἐκεῖνο καὶ καλὸν καὶ πολλοῦ ἄξιον, οἷόν τʼ εἶναι εὖ καὶ καλῶς λόγον καταστησάμενον ἐν δικαστηρίῳ ἢ ἐν βουλευτηρίῳ ἢ ἐπὶ ἄλλῃ τινὶ ἀρχῇ, πρὸς ἣν ἂν ὁ λόγος ᾖ, πείσαντα οἴχεσθαι φέροντα οὐ τὰ σμικρότατα ἀλλὰ τὰ μέγιστα τῶν ἄθλων, σωτηρίαν αὑτοῦ τε καὶ τῶν αὑτοῦ χρημάτων καὶ φίλων.
然而,美且非常有价值的事情是:能够在法庭、议事会或辩论所针对的任何其他权力机构面前,发表一篇精彩且完美的演说,并在说服他们之后,带走不是最小而是最大的奖赏——保全自己、自己的财产和朋友。
τούτων οὖν χρὴ ἀντέχεσθαι, χαίρειν ἐάσαντα τὰς σμικρολογίας ταύτας, ἵνα μὴ δοκῇ λίαν ἀνόητος εἶναι λήρους καὶ φλυαρίας ὥσπερ νῦν μεταχειριζόμενος.
因此,应当坚持这些事情,而把这些鸡毛蒜皮的细节置之不理,免得像现在这样纠缠于胡说八道和废话,显得极其愚蠢。
ΣΩ. ὦ Ἱππία φίλε, σὺ μὲν μακάριος εἶ, ὅτι τε οἶσθα ἃ χρὴ ἐπιτηδεύειν ἄνθρωπον, καὶ ἐπιτετήδευκας ἱκανῶς, ὡς φῄς·
」苏格拉底:「亲爱近的希庇阿斯,你真是幸福,因为你知道一个人应该从事什么,并且已经充分地从事了它,正如你所说。
ἐμὲ δὲ δαιμονία τις τύχη, ὡς ἔοικε, κατέχει, ὅστις πλανῶμαι μὲν καὶ ἀπορῶ ἀεί, ἐπιδεικνὺς δὲ τὴν ἐμαυτοῦ ἀπορίαν ὑμῖν τοῖς σοφοῖς λόγῳ αὖ ὑπὸ ὑμῶν προπηλακίζομαι, ἐπειδὰν ἐπιδείξω.
但至于我,似乎有某种神异的命运控制着我,我总是迷茫和困惑。 而当我向你们这些智者展示我的困惑时,一旦展示出来,我又在论证中遭到你们的羞辱。
λέγετε γάρ με, ἅπερ καὶ σὺ νῦν λέγεις, ὡς ἠλίθιά τε καὶ σμικρὰ καὶ οὐδενὸς ἄξια πραγματεύομαι·
因为你们说我,正如你现在所说,在忙于愚蠢、渺小且毫无价值的事情。
ἐπειδὰν δὲ αὖ ἀναπεισθεὶς ὑπὸ ὑμῶν λέγω ἅπερ ὑμεῖς, ὡς πολὺ κράτιστόν ἐστιν οἷόν τʼ εἶναι λόγον εὖ καὶ καλῶς καταστησάμενον περαίνειν ἐν δικαστηρίῳ ἢ ἐν ἄλλῳ τινὶ συλλόγῳ, ὑπό τε ἄλλων τινῶν τῶν ἐνθάδε καὶ ὑπὸ τούτου τοῦ ἀνθρώπου τοῦ ἀεί με ἐλέγχοντος πάντα κακὰ ἀκούω.
但是,当我转而受到你们的说服,说出你们所说的话——即能够在法庭或任何其他集会上发表一篇精彩完美的演说并取得成功是迄今为止最好的事情时——我又从这里的其他一些人那里,以及从那个总是驳倒我的男人那里,听到各种难听的话。
καὶ γάρ μοι τυγχάνει ἐγγύτατα γένους ὢν καὶ ἐν τῷ αὐτῷ οἰκῶν·
因为他碰巧是我最亲近的亲戚,而且和我在同一个屋檐下生活。
ἐπειδὰν οὖν εἰσέλθω οἴκαδε εἰς ἐμαυτοῦ καί μου ἀκούσῃ ταῦτα λέγοντος, ἐρωτᾷ εἰ οὐκ αἰσχύνομαι τολμῶν περὶ καλῶν ἐπιτηδευμάτων διαλέγεσθαι, οὕτω φανερῶς ἐξελεγχόμενος περὶ τοῦ καλοῦ ὅτι οὐδʼ αὐτὸ τοῦτο ὅτι ποτέ ἐστιν οἶδα.
所以,当我回到自己家里,他听到我说这些话时,他问我,既然在美的问题上被如此明显地驳倒,表明我甚至连这美本身到底是什么都不知道,我难道不为自己还敢于讨论美的追求而感到羞耻吗?
καίτοι πῶς σὺ εἴσῃ, φησίν, ἢ λόγον ὅστις καλῶς κατεστήσατο ἢ μή, ἢ ἄλλην πρᾶξιν ἡντινοῦν, τὸ καλὸν ἀγνοῶν;
『然而,』他说,『在你不认识美的情况下,你怎么知道一篇演说到底写得好不好,或者任何其他行为好不好呢?
καὶ ὁπότε οὕτω διάκεισαι, οἴει σοι κρεῖττον εἶναι ζῆν μᾶλλον ἢ τεθνάναι;
既然你处于这种状态,你认为对你来说活着比死了更好吗?
συμβέβηκε δή μοι, ὅπερ λέγω, κακῶς μὲν ὑπὸ ὑμῶν ἀκούειν καὶ ὀνειδίζεσθαι, κακῶς δὲ ὑπʼ ἐκείνου.
』正如我所说,我确实碰到了这样一件事,一方面被你们说坏话并指责,另一方面被他指责。
ἀλλὰ γὰρ ἴσως ἀναγκαῖον ὑπομένειν ταῦτα πάντα· οὐδὲν γὰρ ἄτοπον εἰ ὠφελοίμην.
然而,或许忍受这一切是必要的;因为如果我能从中受益,也没什么奇怪的。
ἐγὼ οὖν μοι δοκῶ, ὦ Ἱππία, ὠφελῆσθαι ἀπὸ τῆς ἀμφοτέρων ὑμῶν ὁμιλίας·
因此,希庇阿斯,我似乎从与你们两人的交往中受益了。
τὴν γὰρ παροιμίαν ὅτι ποτὲ λέγει, τὸ χαλεπὰ τὰ καλά, δοκῶ μοι εἰδέναι.
因为那句谚语到底说的是什么——『美的事物是艰难的』——我似乎终于明白了。 」

词汇与语法注释

  1. 304bοἷόν τʼ εἶναι — 不定词 εἶναι(属于表示能力的 οἷός τέ εἰμι 结构的一部分,意为“能够”)具有意会的一般性主语,其作用是具体解释代词 ἐκεῖνο(“美且有价值的事情”),在此作为同位语或谓语。
  2. 304dκακὰ ἀκούω — 动词 ἀκούω(听)连用副词或中性复数宾格,并常与 ὑπό 接属格连用以表示施事者,在习惯用法中作为 λέγω(说)的被动替代,意思是“被说坏话”或“受到指责”。
  3. 304dτυγχάνει ... ὤν — 动词 τυγχάνω 与补充性分词(此处为 ὤν)连用,表示“碰巧是”或“实际上是”,强调了这位严厉的批评者实际上是苏格拉底最亲近的亲属这一引人瞩目的事实。

引用这一段

柏拉图, 大希庇亚篇 §304. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg025.humanitext-grc2:304

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。