Humanitext Reader

柏拉图 · 大希庇亚篇 §301

以数字为例反驳希庇阿斯对整体与个体的混淆

第 17 段,共 20 段 · 希腊语

内容简介

希庇阿斯主张个体的属性必然也适用于整体(两者),并批评苏格拉底将事物切碎讨论的方式。对此,苏格拉底讽刺地反问,如果按照希庇阿斯的逻辑,既然他们两人合起来是“二”,那么他们每个人各自也是“二”吗?

§301ΙΠ. τέρατα αὖ ἀποκρινομένῳ ἔοικας, ὦ Σώκρατες, ἔτι μείζω ἢ ὀλίγον πρότερον ἀπεκρίνω.
希庇阿斯:「苏格拉底,你好像又在用比刚才更离奇的怪论来回答了。
σκόπει γάρ· πότερον εἰ ἀμφότεροι δίκαιοί ἐσμεν, οὐ καὶ ἑκάτερος ἡμῶν εἴη ἄν, ἢ εἰ ἄδικος ἑκάτερος, οὐ καὶ ἀμφότεροι, ἢ εἰ ὑγιαίνοντες, οὐ καὶ ἑκάτερος;
因为请看:如果两方面我们都是正义的,难道我们各自不也是正义的吗? 或者如果各自都是非正义的,难道两方面不也是非正义的吗? 或者如果是健康的,难道各自不也是健康的吗?
ἢ εἰ κεκμηκώς τι ἢ τετρωμένος ἢ πεπληγμένος ἢ ἄλλʼ ὁτιοῦν πεπονθὼς ἑκάτερος ἡμῶν εἴη, οὐ καὶ ἀμφότεροι αὖ ἂν τοῦτο πεπόνθοιμεν;
或者如果各自感到疲倦、受伤、挨打,或者遭遇了任何其他事情,难道我们两方面不也同样遭遇了这些吗?
ἔτι τοίνυν εἰ χρυσοῖ ἢ ἀργυροῖ ἢ ἐλεφάντινοι, εἰ δὲ βούλει, γενναῖοι ἢ σοφοὶ ἢ τίμιοι ἢ γέροντές γε ἢ νέοι ἢ ἄλλο ὅτι βούλει τῶν ἐν ἀνθρώποις ἀμφότεροι τύχοιμεν ὄντες, ἆρʼ οὐ μεγάλη ἀνάγκη καὶ ἑκάτερον ἡμῶν τοῦτο εἶναι;
此外,如果我们两方面碰巧是金的、银的或象牙的,或者如果你愿意,是高贵的、有智慧的、受尊重的、年老的或年轻的,或者任何你想要的关于人类的特征,难道这不是极大的必然,即我们各自也必须是这样的吗?
ΣΩ. πάντως γε δήπου.
」苏格拉底:「那自然是毫无疑问的。
ΙΠ. ἀλλὰ γὰρ δὴ σύ, ὦ Σώκρατες, τὰ μὲν ὅλα τῶν πραγμάτων οὐ σκοπεῖς, οὐδʼ ἐκεῖνοι οἷς σὺ εἴωθας διαλέγεσθαι, κρούετε δὲ ἀπολαμβάνοντες τὸ καλὸν καὶ ἕκαστον τῶν ὄντων ἐν τοῖς λόγοις κατατέμνοντες.
」希庇阿斯:「然而,苏格拉底,你根本不看事物的整体,和你经常讨论的那些人一样;你们只是抓住美和每一个存在的事物,在讨论中把它们切碎来敲打。
διὰ ταῦτα οὕτω μεγάλα ὑμᾶς λανθάνει καὶ διανεκῆ σώματα τῆς οὐσίας πεφυκότα.
正因为如此,事物本性中所具有的如此巨大且连续的实相整体才逃过了你们的眼睛。
καὶ νῦν τοσοῦτόν σε λέληθεν, ὥστε οἴει εἶναί τι ἢ πάθος ἢ οὐσίαν, ἣ περὶ μὲν ἀμφότερα ταῦτα ἔστιν ἅμα, περὶ δὲ ἑκάτερον οὔ, ἢ αὖ περὶ μὲν ἑκάτερον, περὶ δὲ ἀμφότερα οὔ·
而现在,你忽视了这么多,以至于你认为存在着某种被动或本质,它同时属于这两个,却不属于每一个,或者相反,它属于每一个,却不属于这两个。
οὕτως ἀλογίστως καὶ ἀσκέπτως καὶ εὐήθως καὶ ἀδιανοήτως διάκεισθε.
你们对待事物是如此没有逻辑、缺乏思考、愚蠢和糊涂。
ΣΩ. τοιαῦτα, ὦ Ἱππία, τὰ ἡμέτερά ἐστιν, οὐχ οἷα βούλεταί τις, φασὶν ἄνθρωποι ἑκάστοτε παροιμιαζόμενοι, ἀλλʼ οἷα δύναται·
」苏格拉底:「希庇阿斯,我们的情况就是这样,正如人们常说的那句谚语:『不是人想怎么样,而是人能怎么样。
ἀλλὰ σὺ ἡμᾶς ὀνίνης ἀεὶ νουθετῶν.
』但你总是通过告诫我们来使我们受益。
ἐπεὶ καὶ νῦν, πρὶν ὑπὸ σοῦ ταῦτα νουθετηθῆναι, ὡς εὐήθως διεκείμεθα, ἔτι σοι μᾶλλον ἐγὼ ἐπιδείξω εἰπὼν ἃ διενοούμεθα περὶ αὐτῶν, ἢ μὴ εἴπω;
既然即使在现在,在被你这样告诫之前,我们是如此愚蠢,那我将通过告诉你我们对于这些事物的想法,来更清楚地向你展示——或者,我是不是不该说呢?
ΙΠ. εἰδότι μὲν ἐρεῖς, ὦ Σώκρατες· οἶδα γὰρ ἑκάστους τῶν περὶ τοὺς λόγους ὡς διάκεινται.
」希庇阿斯:「苏格拉底,你是对一个已经知道的人说话;因为我知道那些从事讨论的人各自都是什么样的。
ὅμως δʼ εἴ τι σοὶ ἥδιον, λέγε.
不过,如果你觉得高兴,你就说吧。
ΣΩ. ἀλλὰ μὴν ἥδιόν γε.
」苏格拉底:「这确实是更令人高兴的。
ἡμεῖς γάρ, ὦ βέλτιστε, οὕτως ἀβέλτεροι ἦμεν, πρίν σε ταῦτʼ εἰπεῖν, ὥστε δόξαν εἴχομεν περὶ ἐμοῦ τε καὶ σοῦ ὡς ἑκάτερος ἡμῶν εἷς ἐστι, τοῦτο δὲ ὃ ἑκάτερος ἡμῶν εἴη οὐκ ἄρα εἶμεν ἀμφότεροι—οὐ γὰρ εἷς ἐσμεν, ἀλλὰ δύο—οὕτως εὐηθικῶς εἴχομεν·
因为,我最优秀的朋友,在你说这些话之前,我们是如此愚蠢,以至于我们对自己和你有这样的看法:我们各自是一,但是我们各自所是的这个『一』,我们两方面却不是——因为我们不是一,而是二——我们竟然愚笨到这种地步。
νῦν δὲ παρὰ σοῦ ἤδη ἀνεδιδάχθημεν ὅτι εἰ μὲν δύο ἀμφότεροί ἐσμεν, δύο καὶ ἑκάτερον ἡμῶν ἀνάγκη εἶναι, εἰ δὲ εἷς ἑκάτερος, ἕνα καὶ ἀμφοτέρους ἀνάγκη·
但现在,从你这里,我们重新学到了:如果两方面我们是二,那我们各自也必须是二;如果各自是一,那两方面也必须是一。
οὐ γὰρ οἷόν τε διανεκεῖ λόγῳ τῆς οὐσίας κατὰ Ἱππίαν ἄλλως ἔχειν, ἀλλʼ ὃ ἂν ἀμφότερα ᾖ, τοῦτο καὶ ἑκάτερον, καὶ ὃ ἑκάτερον, ἀμφότερα εἶναι.
因为根据希庇阿斯的观点,在连续的本质理路中,是不可能有其他情况的,而是两方面所是的东西,每一个也是,每一个所是的东西,两方面也是。
πεπεισμένος δὴ νῦν ἐγὼ ὑπὸ σοῦ ἐνθάδε κάθημαι.
现在,我已被你说服,坐在这里。
πρότερον μέντοι, ὦ Ἱππία, ὑπόμνησόν με· πότερον εἷς ἐσμεν ἐγώ τε καὶ σύ, ἢ σύ τε δύο εἶ κἀγὼ δύο;
然而,希庇阿斯,在这之前请提醒我:我和你是一,还是你和我是两个二?
ΙΠ. τί λέγεις, ὦ Σώκρατες;
」希庇阿斯:「苏格拉底,你在说什么? 」

词汇与语法注释

  1. 301bδιανεκῆ σώματα τῆς οὐσίας — 此处的属格 τῆς οὐσίας 表示“实相”或“本质”,整体意为“连续的实相整体”。这是希庇阿斯用来批评苏格拉底分析和割裂事物的讨论方式的独特表达,强调存在是不可分割且具有连续性的。
  2. 301eεἰ δὲ εἷς ἑκάτερος, ἕνα καὶ ἀμφοτέρους ἀνάγκη — 在非人称表达 ἀνάγκη(必然)之后,省略了带对格的不定式结构(谓语对格 ἕνα,主语对格 ἀμφοτέρους,以及不定式 εἶναι)。它直接继承了前文“εἰ μὲν δύο ἀμφότεροί ἐσμεν, δύο καὶ ἑκάτερον ἡμῶν ἀνάγκη εἶναι”的句法,以此对希庇阿斯“整体与个体属性必然相同”的朴素假设进行讽刺性的归谬。

引用这一段

柏拉图, 大希庇亚篇 §301. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg025.humanitext-grc2:301

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。