- 底本
- Platonis Opera, Tomus III: Tetralogia V-VII. Burnet, John, editor. Oxford: Clarendon Press, 1903.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg025.humanitext-grc2:301
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
ヒッピアスは、個々の属性は必ず全体(両方)にも当てはまると主張してソクラテスの議論の仕方を非難するが、ソクラテスはヒッピアスの論理を逆手に取り、自分たちが「二人(二)」であるなら「それぞれも二人」になるのかと皮肉を込めて問い詰める。
ΙΠ. τέρατα αὖ ἀποκρινομένῳ ἔοικας, ὦ Σώκρατες, ἔτι μείζω ἢ ὀλίγον πρότερον ἀπεκρίνω. σκόπει γάρ· πότερον εἰ ἀμφότεροι δίκαιοί ἐσμεν, οὐ καὶ ἑκάτερος ἡμῶν εἴη ἄν, ἢ εἰ ἄδικος ἑκάτερος, οὐ καὶ ἀμφότεροι, ἢ εἰ ὑγιαίνοντες, οὐ καὶ ἑκάτερος; ἢ εἰ κεκμηκώς τι ἢ τετρωμένος ἢ πεπληγμένος ἢ ἄλλʼ ὁτιοῦν πεπονθὼς ἑκάτερος ἡμῶν εἴη, οὐ καὶ ἀμφότεροι αὖ ἂν τοῦτο πεπόνθοιμεν; ἔτι τοίνυν εἰ χρυσοῖ ἢ ἀργυροῖ ἢ ἐλεφάντινοι, εἰ δὲ βούλει, γενναῖοι ἢ σοφοὶ ἢ τίμιοι ἢ γέροντές γε ἢ νέοι ἢ ἄλλο ὅτι βούλει τῶν ἐν ἀνθρώποις ἀμφότεροι τύχοιμεν ὄντες, ἆρʼ οὐ μεγάλη ἀνάγκη καὶ ἑκάτερον ἡμῶν τοῦτο εἶναι; ΣΩ. πάντως γε δήπου. ΙΠ. ἀλλὰ γὰρ δὴ σύ, ὦ Σώκρατες, τὰ μὲν ὅλα τῶν πραγμάτων οὐ σκοπεῖς, οὐδʼ ἐκεῖνοι οἷς σὺ εἴωθας διαλέγεσθαι, κρούετε δὲ ἀπολαμβάνοντες τὸ καλὸν καὶ ἕκαστον τῶν ὄντων ἐν τοῖς λόγοις κατατέμνοντες. διὰ ταῦτα οὕτω μεγάλα ὑμᾶς λανθάνει καὶ διανεκῆ σώματα τῆς οὐσίας1 πεφυκότα. καὶ νῦν τοσοῦτόν σε λέληθεν, ὥστε οἴει εἶναί τι ἢ πάθος ἢ οὐσίαν, ἣ περὶ μὲν ἀμφότερα ταῦτα ἔστιν ἅμα, περὶ δὲ ἑκάτερον οὔ, ἢ αὖ περὶ μὲν ἑκάτερον, περὶ δὲ ἀμφότερα οὔ· οὕτως ἀλογίστως καὶ ἀσκέπτως καὶ εὐήθως καὶ ἀδιανοήτως διάκεισθε. ΣΩ. τοιαῦτα, ὦ Ἱππία, τὰ ἡμέτερά ἐστιν, οὐχ οἷα βούλεταί τις, φασὶν ἄνθρωποι ἑκάστοτε παροιμιαζόμενοι, ἀλλʼ οἷα δύναται· ἀλλὰ σὺ ἡμᾶς ὀνίνης ἀεὶ νουθετῶν. ἐπεὶ καὶ νῦν, πρὶν ὑπὸ σοῦ ταῦτα νουθετηθῆναι, ὡς εὐήθως διεκείμεθα, ἔτι σοι μᾶλλον ἐγὼ ἐπιδείξω εἰπὼν ἃ διενοούμεθα περὶ αὐτῶν, ἢ μὴ εἴπω; ΙΠ. εἰδότι μὲν ἐρεῖς, ὦ Σώκρατες· οἶδα γὰρ ἑκάστους τῶν περὶ τοὺς λόγους ὡς διάκεινται. ὅμως δʼ εἴ τι σοὶ ἥδιον, λέγε. ΣΩ. ἀλλὰ μὴν ἥδιόν γε. ἡμεῖς γάρ, ὦ βέλτιστε, οὕτως ἀβέλτεροι ἦμεν, πρίν σε ταῦτʼ εἰπεῖν, ὥστε δόξαν εἴχομεν περὶ ἐμοῦ τε καὶ σοῦ ὡς ἑκάτερος ἡμῶν εἷς ἐστι, τοῦτο δὲ ὃ ἑκάτερος ἡμῶν εἴη οὐκ ἄρα εἶμεν ἀμφότεροι—οὐ γὰρ εἷς ἐσμεν, ἀλλὰ δύο—οὕτως εὐηθικῶς εἴχομεν· νῦν δὲ παρὰ σοῦ ἤδη ἀνεδιδάχθημεν ὅτι εἰ μὲν δύο ἀμφότεροί ἐσμεν, δύο καὶ ἑκάτερον ἡμῶν ἀνάγκη2 εἶναι, εἰ δὲ εἷς ἑκάτερος, ἕνα καὶ ἀμφοτέρους ἀνάγκη· οὐ γὰρ οἷόν τε διανεκεῖ λόγῳ τῆς οὐσίας κατὰ Ἱππίαν ἄλλως ἔχειν, ἀλλʼ ὃ ἂν ἀμφότερα ᾖ, τοῦτο καὶ ἑκάτερον, καὶ ὃ ἑκάτερον, ἀμφότερα εἶναι. πεπεισμένος δὴ νῦν ἐγὼ ὑπὸ σοῦ ἐνθάδε κάθημαι. πρότερον μέντοι, ὦ Ἱππία, ὑπόμνησόν με· πότερον εἷς ἐσμεν ἐγώ τε καὶ σύ, ἢ σύ τε δύο εἶ κἀγὼ δύο; ΙΠ. τί λέγεις, ὦ Σώκρατες;
ヒッピアス: 「ソクラテス、君はまたしても、さっき答えたものよりもさらに途方もない怪物のようなことを答えているように見える。考えてみたまえ。もし私たちが二人とも正しい者であるなら、私たちのそれぞれもまた正しい者ではないだろうか。あるいは、もしそれぞれが不正な者であるなら、両方もまたそうではないか。あるいは、もし健康であるなら、それぞれもまたそうではないか。あるいは、もし私たちのそれぞれが何か疲れているか、傷ついているか、打たれているか、あるいは他の何らかの状態にあるなら、私たち両方もまたそれを被っていることにならないだろうか。さらにまた、もし私たちが両方とも金でできているか、銀でできているか、象牙でできているなら、あるいは望むなら、高貴であるか、知恵があるか、重んじられているか、あるいは老人であるか、若者であるか、あるいは人間に関わる他の望むいかなるものであっても、私たちが両方ともそうであるなら、私たちのそれぞれもまたそれであるということは、大いなる必然ではないだろうか。」 ソクラテス: 「まったくもってその通りだ。」 ヒッピアス: 「しかしながら、ソクラテス、君は事物の全体を見ていないのだ。君がいつも議論している相手たちもそうだ。君たちは、美や、存在する個々のものを議論の中で切り離し、切り刻んで叩いている。それゆえ、実在に本来備わっている、これほど大きくて連続的なまとまりが、君たちの目をすり抜けてしまうのだ。そして今、君は次のことがまったく見えていない。すなわち、これら両方に同時に当てはまるが、それぞれには当てはまらない、あるいは逆に、それぞれには当てはまるが、両方には当てはまらないというような、何らかの被動や実在が存在すると君は思っている。それほどに、君たちは不合理で、無思慮で、お人好しで、理解力なく構えているのだ。」 ソクラテス: 「ヒッピアスよ、我々の有様はそのようなものなのだ。人が望むようなものではなく、できる限りのものだと、人々がいつも諺で言う通りだ。だが、君はいつも我々を戒めて助けてくれる。というのも、今回も、君にこうして諭される前、私たちがどれほど愚かであったか、私たちがそれらについて何を考えていたかを語ることで、君にさらにいっそう示そうと思うのだが、それとも語らない方がよいだろうか。」 ヒッピアス: 「知っている者に向かって話すことになりますよ、ソクラテス。というのも、議論に関わる人々がそれぞれどのような状態にあるか、私は知っていますからね。それでも、君にとってその方が心地よいなら、語りなさい。」 ソクラテス: 「いや、実に心地よいのだ。というのも、最愛の友よ、君がそれを言う前、私たちはとても愚かだったので、私と君について、私たちのそれぞれは一人であり、私たちのそれぞれがそうであるこれを、私たち両方はそうではない――なぜなら私たちは一人ではなく二人だからだ――という意見を持っていたほど、それほど愚かな状態にあったのだ。しかし今や、君のおかげで、もし私たち両方が二人であるなら、私たちのそれぞれもまた二人であるはずであり、もしそれぞれが一人であるなら、両方もまた一人であるはずだ、と教え直された。なぜなら、ヒッピアスによれば、実在の連続的な理法において、それ以外であり得るはずはなく、両方がそうであるものはそれぞれもまたそうであり、それぞれがそうであるものは両方もまたそうであるからだ。こうして私は今、君に納得させられてここに座っている。しかし、ヒッピアスよ、その前に私に思い出させてほしい。私と君は一人なのだろうか、それとも君も二人で、私も二人なのだろうか。」 ヒッピアス: 「何を言っているのですか、ソクラテス。」
- 301bδιανεκῆ σώματα τῆς οὐσίας
ここでの属格 τῆς οὐσίας は「実在」または「本質」を表し、全体として「実在における切れ目のない連続的なまとまり(実体)」を意味する。ヒッピアスが、ソクラテスらの分析的で細分化するアプローチ(事物を切り刻む議論方法)を批判し、存在の不可分な一貫性を強調するために用いている独自の表現である。
- 301eεἰ δὲ εἷς ἑκάτερος, ἕνα καὶ ἀμφοτέρους ἀνάγκη
非人称表現 ἀνάγκη(必然である)の後に、対格不定詞構文(述語対格 ἕνα、主語対格 ἀμφοτέρους)の不定詞 εἶναι が省略された構造。直前の「εἰ μὲν δύο ἀμφότεροί ἐσμεν, δύο καὶ ἑκάτερον ἡμῶν ἀνάγκη εἶναι」の文脈をそのまま継承しており、ヒッピアスの「全体と個は属性が同一である」という素朴な前提を突き崩すための、皮肉な対比として構築されている。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 注 1 件
