§300ΣΩ.
οὐδέ γʼ αὖ ἡ διʼ ἀκοῆς ἡδονή, ὅτι διʼ ἀκοῆς ἐστι, διὰ ταῦτα τυγχάνει καλή· οὐ γὰρ ἄν ποτε αὖ ἡ διὰ τῆς ὄψεως καλὴ ἦν·
苏格拉底:「同样,通过听觉产生的快乐,也绝非因为它是通过听觉产生的,所以才是美的;因为在那种情况下,另一种通过视觉产生的快乐就绝不可能是美的,因为它毕竟不是通过听觉产生的快乐。
οὔκουν ἔστι γε διʼ ἀκοῆς ἡδονή. ἀληθῆ φήσομεν, ὦ Ἱππία, λέγειν τὸν ἄνδρα ταῦτα λέγοντα;
」希庇阿斯,我们会说那个说这些话的人说的是真话吗?
ΙΠ. ἀληθῆ.
希庇阿斯:「是真话。
ΣΩ.
ἀλλὰ μέντοι ἀμφότεραί γʼ εἰσὶ καλαί, ὡς φατέ.
」苏格拉底:「然而,正如你们所说,这两者都是美的。
φαμὲν γάρ;
」我们确实是这样说的吧?
ΙΠ. φαμέν.
希庇阿斯:「是的。
ΣΩ.
ἔχουσιν ἄρα τι τὸ αὐτὸ ὃ ποιεῖ αὐτὰς καλὰς εἶναι, τὸ κοινὸν τοῦτο, ὃ καὶ ἀμφοτέραις αὐταῖς ἔπεστι κοινῇ καὶ ἑκατέρᾳ ἰδίᾳ· οὐ γὰρ ἄν που ἄλλως ἀμφότεραί γε καλαὶ ἦσαν καὶ ἑκατέρα.
」苏格拉底:「那么,它们一定有某种相同的东西使它们成为美,即这个共同的特征,它既共同存在于它们两者之中,也单独存在于每一个之中;因为否则的话,它们两者以及每一个显然都不会是美的。
ἀποκρίνου ἐμοὶ ὡς ἐκείνῳ.
」像回答他一样回答我吧。
ΙΠ. ἀποκρίνομαι, καὶ ἐμοὶ δοκεῖ ἔχειν ὡς λέγεις.
希庇阿斯:「我回答,在我看来事情正如你所说。
ΣΩ. εἰ ἄρα τι αὗται αἱ ἡδοναὶ ἀμφότεραι πεπόνθασιν, ἑκατέρα δὲ μή, οὐκ ἂν τούτῳ γε τῷ παθήματι εἶεν καλαί.
」苏格拉底:「那么,如果这两个快乐都具有某种特征,而每一个单独并不具有,它们就绝不是因为这个特征而是美的。
ΙΠ. καὶ πῶς ἂν εἴη τοῦτο, ὦ Σώκρατες, μηδετέρας πεπονθυίας τι τῶν ὄντων ὁτιοῦν, ἔπειτα τοῦτο τὸ πάθος, ὃ μηδετέρα πέπονθεν, ἀμφοτέρας πεπονθέναι;
」希庇阿斯:「苏格拉底,这怎么可能呢? 如果两者中的任何一个都不具有任何现存事物的任何特征,那么两者怎么会具有这任何一个都不具有的特征呢?
ΣΩ. οὐ δοκεῖ σοι;
」苏格拉底:「你不觉得这可能吗?
ΙΠ. πολλὴ γὰρ ἄν μʼ ἔχοι ἀπειρία καὶ τῆς τούτων φύσεως καὶ τῆς τῶν παρόντων λέξεως λόγων.
」希庇阿斯:「如果我觉得这可能,那我就对这些事物的本性以及当前讨论的措辞太无知了。
ΣΩ. ἡδέως γε, ὦ Ἱππία.
」苏格拉底:「这真有趣,希庇阿斯。
ἀλλὰ γὰρ ἐγὼ ἴσως κινδυνεύω δοκεῖν μέν τι ὁρᾶν οὕτως ἔχον ὡς σὺ φῂς ἀδύνατον εἶναι, ὁρῶ δʼ οὐδέν.
但是,我恐怕可能处于这样一种危险中:似乎看到了某种你说是绝不可能的事情,而实际上却什么也没看到。
ΙΠ. οὐ κινδυνεύεις, ὦ Σώκρατες, ἀλλὰ πάνυ ἑτοίμως παρορᾷς.
」希庇阿斯:「你不是处于危险中,苏格拉底,你根本就是非常轻率地看错了。
ΣΩ. καὶ μὴν πολλά γέ μοι προφαίνεται τοιαῦτα πρὸ τῆς ψυχῆς, ἀλλὰ ἀπιστῶ αὐτοῖς, ὅτι σοὶ μὲν οὐ φαντάζεται, ἀνδρὶ πλεῖστον ἀργύριον εἰργασμένῳ τῶν νῦν ἐπὶ σοφίᾳ, ἐμοὶ δέ, ὃς οὐδὲν πώποτε ἠργασάμην.
」苏格拉底:「然而,我的心灵面前确实呈现出许多这样的事情,但我并不相信它们,因为它们没有向你呈现,你是当今靠智慧赚到最多钱的人,而它们却向我呈现,我可是从来没有赚过一分钱的人。
καὶ ἐνθυμοῦμαι, ὦ ἑταῖρε, μὴ παίζῃς πρός με καὶ ἑκὼν ἐξαπατᾷς· οὕτως μοι σφόδρα καὶ πολλὰ φαίνεται.
朋友,我甚至在想,你是不是在戏弄我,故意欺骗我;因为这些事情在我的面前呈现得如此强烈而繁多。
ΙΠ. οὐδεὶς σοῦ, ὦ Σώκρατες, κάλλιον εἴσεται εἴτε παίζω εἴτε μή, ἐὰν ἐπιχειρήσῃς λέγειν τὰ προφαινόμενά σοι ταῦτα· φανήσῃ γὰρ οὐδὲν λέγων.
」希庇阿斯:「苏格拉底,如果你试图说出呈现在你面前的这些事情,没有谁会比你更清楚我是否在戏弄你;因为你会发现自己是在胡言乱语。
οὐ γὰρ μήποτε εὕρῃς, ὃ μήτʼ ἐγὼ πέπονθα μήτε σύ, τοῦτʼ ἀμφοτέρους ἡμᾶς πεπονθότας.
因为你绝不可能发现,我没有具有、你也没有具有的特征,我们两者却共同具有。
ΣΩ. πῶς λέγεις, ὦ Ἱππία;
」苏格拉底:「你这是什么意思,希庇阿斯?
ἴσως μὲν τὶ λέγεις, ἐγὼ δʼ οὐ μανθάνω· ἀλλά μου σαφέστερον ἄκουσον ὃ βούλομαι λέγειν.
也许你说得有道理,但我没有明白;还是请你更清楚地听一听我想说的话吧。
ἐμοὶ γὰρ φαίνεται, ὃ μήτʼ ἐγὼ πέπονθα εἶναι μήτʼ εἰμὶ μηδʼ αὖ σὺ εἶ, τοῦτο ἀμφοτέρους πεπονθέναι ἡμᾶς οἷόν τʼ εἶναι· ἕτερα δʼ αὖ, ἃ ἀμφότεροι πεπόνθαμεν εἶναι, ταῦτα οὐδέτερον εἶναι ἡμῶν.
在我看来,有些东西,既不是我具有也不是我所是,也不是你具有或你所是,但我们两者却可能共同具有;相反,有些东西,我们两者都具有,但我们各自却不具有。 」