§299ΣΩ.
τί οὖν,
φήσει,
ἡδονὰς οὔσας οὐδὲν ἧττον ἢ καὶ ἐκείνας ἀφαιρεῖσθε τοῦτο τοὔνομα καὶ ἀποστερεῖτε τοῦ καλὰς εἶναι;
苏格拉底:「那么,」他会说,「既然它们同样也是快乐,毫不亚于那些,你们为什么要剥夺它们这个名称,并剥夺它们作为美的资格呢?
ὅτι, φήσομεν, καταγελῴη ἂν ἡμῶν οὐδεὶς ὅστις οὔ, εἰ φαῖμεν μὴ ἡδὺ εἶναι φαγεῖν, ἀλλὰ καλόν, καὶ ὄζειν ἡδὺ μὴ ἡδὺ ἀλλὰ καλόν·
」「因为,」我们会说,「如果说吃东西不是快意的而是美的,闻起来香不是快意的而是美的,恐怕没有谁不嘲笑我们。
τὰ δέ που περὶ τὰ ἀφροδίσια πάντες ἂν ἡμῖν μάχοιντο ὡς ἥδιστον ὄν, δεῖν δὲ αὐτό, ἐάν τις καὶ πράττῃ, οὕτω πράττειν ὥστε μηδένα ὁρᾶν, ὡς αἴσχιστον ὂν ὁρᾶσθαι.
而且对于性爱之事,所有人都会反驳我们,认为它是最令人愉悦的,但如果有人真的去做,也必须在没人看见的情况下去做,因为被看见是最丑陋的。
ταῦτα ἡμῶν λεγόντων, ὦ Ἱππία,
μανθάνω,
ἂν ἴσως φαίη,
καὶ ἐγὼ ὅτι πάλαι αἰσχύνεσθε ταύτας τὰς ἡδονὰς φάναι καλὰς εἶναι, ὅτι οὐ δοκεῖ τοῖς ἀνθρώποις·
」希庇阿斯,当我们说这些话时,「我也明白了,」他也许会说,「你们早就耻于说这些快乐是美的,因为人们不这么认为。
ἀλλʼ ἐγὼ οὐ τοῦτο ἠρώτων, ὃ δοκεῖ τοῖς πολλοῖς καλὸν εἶναι, ἀλλʼ ὅτι ἔστιν.
但我问的不是大众眼中什么是美的,而是什么是真正美的。
ἐροῦμεν δὴ οἶμαι ὅπερ ὑπεθέμεθα, ὅτι
τοῦθʼ ἡμεῖς γέ φαμεν τὸ μέρος τοῦ ἡδέος, τὸ ἐπὶ τῇ ὄψει τε καὶ ἀκοῇ γιγνόμενον, καλὸν εἶναι.
」那么我想,我们将会说出我们之前假定的那个观点:「至少我们认为,在视觉和听觉中产生的那部分愉悦就是美。
ἀλλὰ ἔχεις ἔτι τι χρῆσθαι τῷ λόγῳ, ἤ τι καὶ ἄλλο ἐροῦμεν, ὦ Ἱππία;
」但是希庇阿斯,你还有什么可以用来进行辩论的吗,或者我们还要说些别的什么吗?
ΙΠ. ἀνάγκη πρός γε τὰ εἰρημένα, ὦ Σώκρατες, μὴ ἄλλʼ ἄττα ἢ ταῦτα λέγειν.
希庇阿斯:「苏格拉底,根据已经说过的话,我们必然不能说别的,只能说这些。
ΣΩ.
καλῶς δὴ λέγετε,
φήσει.
」苏格拉底:「说得好,」他会说。
οὐκοῦν εἴπερ τὸ διʼ ὄψεως καὶ ἀκοῆς ἡδὺ καλόν ἐστιν, ὃ μὴ τοῦτο τυγχάνει ὂν τῶν ἡδέων, δῆλον ὅτι οὐκ ἂν καλὸν εἴη;
「既然通过视觉和听觉产生的愉悦是美的,那么在愉悦的事物中,凡不属于这一类的,显然就不是美的,难道不是吗?
ὁμολογήσομεν;
」我们要表示同意吗?
ΙΠ. ναί.
希庇阿斯:「是的。
ΣΩ.
ἦ οὖν τὸ διʼ ὄψεως ἡδύ,
φήσει,
διʼ ὄψεως καὶ ἀκοῆς ἐστιν ἡδύ, ἢ τὸ διʼ ἀκοῆς ἡδὺ διʼ ἀκοῆς καὶ διʼ ὄψεώς ἐστιν ἡδύ;
」苏格拉底:「那么,」他会说,「通过视觉而产生的愉悦,是通过视觉和听觉产生的愉悦吗? 或者通过听觉而产生的愉悦,是通过听觉和视觉产生的愉悦吗?
οὐδαμῶς, φήσομεν, τὸ διὰ τοῦ ἑτέρου ὂν τοῦτο διʼ ἀμφοτέρων εἴη ἄν—τοῦτο γὰρ δοκεῖς ἡμῖν λέγειν—ἀλλʼ ἡμεῖς ἐλέγομεν ὅτι καὶ ἑκάτερον τούτων αὐτὸ καθʼ αὑτὸ τῶν ἡδέων καλὸν εἴη, καὶ ἀμφότερα.
」我们会说:「绝非如此,仅通过其中之一产生的东西怎么可能是通过两者产生的呢? ——因为你似乎是想让我们说这个——相反,我们说的是,这些愉悦中,每一个单独本身是美的,而且两者结合起来也是美的。
οὐχ οὕτως ἀποκρινούμεθα;
」我们不应该这样回答吗?
ΙΠ. πάνυ μὲν οὖν.
希庇阿斯:「当然如此。
ΣΩ.
ἆρʼ οὖν,
φήσει,
ἡδὺ ἡδέος ὁτιοῦν ὁτουοῦν διαφέρει τούτῳ, τῷ ἡδὺ εἶναι;
」苏格拉底:「那么,」他会说,「任何一种愉悦的事物与任何其他一种愉悦的事物,在“是愉悦的”这一点上会有所不同吗?
μὴ γὰρ εἰ μείζων τις ἡδονὴ ἢ ἐλάττων ἢ μᾶλλον ἢ ἧττόν ἐστιν, ἀλλʼ εἴ τις αὐτῷ τούτῳ διαφέρει, τῷ ἡ μὲν ἡδονὴ εἶναι, ἡ δὲ μὴ ἡδονή, τῶν ἡδονῶν;
因为我问的不是某种快乐是较大还是较小、是较多还是较少,而是问在这些快乐中,是否有哪一种在“这一方是快乐而那一方不是快乐”这同一件事情上有所不同?
οὐχ ἡμῖν γε δοκεῖ· οὐ γάρ;
」在我们看来并非如此,难道不是吗?
ΙΠ. οὐ γὰρ οὖν δοκεῖ.
希庇阿斯:「是的,确实不觉得有不同。
ΣΩ.
οὐκοῦν,
φήσει,
διʼ ἄλλο τι ἢ ὅτι ἡδοναί εἰσι προείλεσθε ταύτας τὰς ἡδονὰς ἐκ τῶν ἄλλων ἡδονῶν, τοιοῦτόν τι ὁρῶντες ἐπʼ ἀμφοῖν, ὅτι ἔχουσί τι διάφορον τῶν ἄλλων, εἰς ὃ ἀποβλέποντες καλάς φατε αὐτὰς εἶναι;
」苏格拉底:「那么,」他会说,「你们之所以把这些快乐从其他快乐中挑选出来,绝不是因为它们是快乐,而是因为在两者中都看到了某种特征,即它们拥有某种不同于其他快乐的东西,你们正是注视着这个东西才说它们是美的?
οὐ γάρ που διὰ τοῦτο καλή ἐστιν ἡδονὴ ἡ διὰ τῆς ὄψεως, ὅτι διʼ ὄψεώς ἐστιν· εἰ γὰρ τοῦτο αὐτῇ ἦν τὸ αἴτιον καλῇ εἶναι, οὐκ ἄν ποτε ἦν ἡ ἑτέρα, ἡ διὰ τῆς ἀκοῆς, καλή· οὔκουν ἔστι γε διʼ ὄψεως ἡδονή.
因为通过视觉而产生的快乐,绝非仅仅因为是通过视觉产生的所以才是美的;因为如果这就是它成为美的原因,那么另一种通过听觉而产生的快乐就绝不可能是美的,因为它毕竟不是通过视觉产生的快乐。
ἀληθῆ λέγεις, φήσομεν;
」我们会说「你说得对」吗?
ΙΠ. φήσομεν γάρ.
希庇阿斯:「是的,我们会说的。 」