§297ΣΩ. τοῦ ἀγαθοῦ ἄρα αἴτιόν ἐστιν τὸ καλόν.
苏格拉底:那么,美就是善的原因了。
ΙΠ. ἔστι γάρ.
希庇阿斯:确实如此。
ΣΩ. ἀλλὰ μὴν τό γε αἴτιον, ὦ Ἱππία, καὶ οὗ ἂν αἴτιον ᾖ τὸ αἴτιον, ἄλλο ἐστίν· οὐ γάρ που τό γε αἴτιον αἰτίου αἴτιον ἂν εἴη.
苏格拉底:然而,希庇阿斯,原因以及那原因作为其原因的事物,是彼此不同的;因为原因总不至于是一个原因的原因。
ὧδε δὲ σκόπει· οὐ τὸ αἴτιον ποιοῦν ἐφάνη;
你且这样看:原因不是已经显得是产生者了吗?
ΙΠ. πάνυ γε.
希庇阿斯:完全确实。
ΣΩ. οὐκοῦν ὑπὸ τοῦ ποιοῦντος ποιεῖται οὐκ ἄλλο τι ἢ τὸ γιγνόμενον, ἀλλʼ οὐ τὸ ποιοῦν;
苏格拉底:那么,由产生者所产生的,不外乎是生成者,而不是产生者自身,对吗?
ΙΠ. ἔστι ταῦτα.
希庇阿斯:正是如此。
ΣΩ. οὐκοῦν ἄλλο τι τὸ γιγνόμενον, ἄλλο δὲ τὸ ποιοῦν;
苏格拉底:那么,生成者是一回事,而产生者是另一回事,对吗?
ΙΠ. ναί.
希庇阿斯:是的。
ΣΩ. οὐκ ἄρα τό γʼ αἴτιον αἴτιον αἰτίου ἐστίν, ἀλλὰ τοῦ γιγνομένου ὑφʼ ἑαυτοῦ.
苏格拉底:那么,原因并不是原因的原因,而是由它自身所产生之生成物的原因。
ΙΠ. πάνυ γε.
希庇阿斯:确实如此。
ΣΩ. εἰ ἄρα τὸ καλόν ἐστιν αἴτιον ἀγαθοῦ, γίγνοιτʼ ἂν ὑπὸ τοῦ καλοῦ τὸ ἀγαθόν· καὶ διὰ ταῦτα, ὡς ἔοικε, σπουδάζομεν καὶ τὴν φρόνησιν καὶ τἆλλα πάντα τὰ καλά, ὅτι τὸ ἔργον αὐτῶν καὶ τὸ ἔκγονον σπουδαστόν ἐστι, τὸ ἀγαθόν, καὶ κινδυνεύει ἐξ ὧν εὑρίσκομεν ἐν πατρός τινος ἰδέᾳ εἶναι τὸ καλὸν τοῦ ἀγαθοῦ.
苏格拉底:那么,如果美是善的原因,善就会由美所产生;由此看来,我们之所以热心追求智慧以及所有其他美的事物,也是因为它们的成果和后代——即善——是值得追求的。 而且根据我们的发现,美似乎处于某种善的父亲的地位。
ΙΠ. πάνυ μὲν οὖν· καλῶς γὰρ λέγεις, ὦ Σώκρατες.
希庇阿斯:非常确实;因为你说得很好,苏格拉底。
ΣΩ. οὐκοῦν καὶ τόδε καλῶς λέγω, ὅτι οὔτε ὁ πατὴρ ὑός ἐστιν, οὔτε ὁ ὑὸς πατήρ;
苏格拉底:那么,关于这一点我说得也好吗:父亲既不是儿子,儿子也不是父亲?
ΙΠ. καλῶς μέντοι.
希庇阿斯:确实说得好。
ΣΩ. οὐδέ γε τὸ αἴτιον γιγνόμενόν ἐστιν, οὐδὲ τὸ γιγνόμενον αὖ αἴτιον.
苏格拉底:而且原因绝非生成者,生成者反过来也绝非原因。
ΙΠ. ἀληθῆ λέγεις.
希庇阿斯:你说得对。
ΣΩ. μὰ Δία, ὦ ἄριστε, οὐδὲ ἄρα τὸ καλὸν ἀγαθόν ἐστιν, οὐδὲ τὸ ἀγαθὸν καλόν·
苏格拉底:凭宙斯起誓,优秀的学者,那么美既不是善,善也不是美。
ἢ δοκεῖ σοι οἷόν τε εἶναι ἐκ τῶν προειρημένων;
根据前面所说的话,你认为这有可能吗?
ΙΠ. οὐ μὰ τὸν Δία, οὔ μοι φαίνεται.
希庇阿斯:不,凭宙斯起誓,我认为不可能。
ΣΩ. ἀρέσκει οὖν ἡμῖν καὶ ἐθέλοιμεν ἂν λέγειν ὡς τὸ καλὸν οὐκ ἀγαθὸν οὐδὲ τὸ ἀγαθὸν καλόν;
苏格拉底:那么,这令我们满意吗? 我们愿意说美不是善,善也不是美吗?
ΙΠ. οὐ μὰ τὸν Δία, οὐ πάνυ μοι ἀρέσκει.
希庇阿斯:不,凭宙斯起誓,这一点也不令我满意。
ΣΩ. ναὶ μὰ τὸν Δία, ὦ Ἱππία· ἐμοὶ δέ γε πάντων ἥκιστα ἀρέσκει ὧν εἰρήκαμεν λόγων.
苏格拉底:确实如此,希庇阿斯;而对我来说,在我们所说过的所有言论中,这是最不令我满意的。
ΙΠ. ἔοικε γὰρ οὕτως.
希庇阿斯:看来确实如此。
ΣΩ. κινδυνεύει ἄρα ἡμῖν, οὐχ ὥσπερ ἄρτι ἐφαίνετο κάλλιστος εἶναι τῶν λόγων τὸ ὠφέλιμον καὶ τὸ χρήσιμόν τε καὶ τὸ δυνατὸν ἀγαθόν τι ποιεῖν καλὸν εἶναι, οὐχ οὕτως ἔχειν, ἀλλʼ, εἰ οἷόν τέ ἐστιν, ἐκείνων εἶναι γελοιότερος τῶν πρώτων, ἐν οἷς τήν τε παρθένον ᾠόμεθα εἶναι τὸ καλὸν καὶ ἓν ἕκαστον τῶν ἔμπροσθεν λεχθέντων.
苏格拉底:那么对我们来说,情况似乎并非如刚才显得是最美的论点那样——即有益的、有用的以及有能力行善的是美——而并非如此,反而如果可能的话,这比我们最初的那些论点还要荒谬,在那些论点中,我们还以为年轻姑娘是美,以及之前提到的每一个具体事物是美。
ΙΠ. ἔοικεν.
希庇阿斯:看来是这样。
ΣΩ. καὶ ἐγὼ μέν γε οὐκ ἔτι ἔχω, ὦ Ἱππία, ὅποι τράπωμαι, ἀλλʼ ἀπορῶ·
苏格拉底:而对我来说,希庇阿斯,我已经不知道该往哪里转了,而是陷入了迷茫。
σὺ δὲ ἔχεις τι λέγειν;
你有什么可说的吗?
ΙΠ. οὐκ ἔν γε τῷ παρόντι, ἀλλʼ, ὥσπερ ἄρτι ἔλεγον, σκεψάμενος εὖ οἶδʼ ὅτι εὑρήσω.
希庇阿斯:目前没有,但是,正如我刚才所说,经过仔细审视,我确信我会找到答案的。