§296ΙΠ. σφόδρα γε.
希庇阿斯:非常确实。
τά τε γοῦν ἄλλα, ὦ Σώκρατες, μαρτυρεῖ ἡμῖν ὅτι τοῦτο οὕτως ἔχει, ἀτὰρ οὖν καὶ τὰ πολιτικά· ἐν γὰρ τοῖς πολιτικοῖς τε καὶ τῇ ἑαυτοῦ πόλει τὸ μὲν δυνατὸν εἶναι πάντων κάλλιστον, τὸ δὲ ἀδύνατον πάντων αἴσχιστον.
无论如何,其他事物,苏格拉底,都向我们证明了这一点确实如此,尤其是政治事务;因为在政治事务和自己的城邦中,有能力是所有事情中最美的,而无能则是最丑的。
ΣΩ. εὖ λέγεις.
苏格拉底:说得好。
ἆρʼ οὖν πρὸς θεῶν, Ἱππία, διὰ ταῦτα καὶ ἡ σοφία πάντων κάλλιστον, ἡ δὲ ἀμαθία πάντων αἴσχιστον;
那么,看在诸神的份上,希庇阿斯,是否因为这些,智慧也是所有事物中最美的,而无知则是最丑的?
ΙΠ. ἀλλὰ τί οἴει, ὦ Σώκρατες;
希庇阿斯:不然还能是什么呢,苏格拉底?
ΣΩ. ἔχε δὴ ἠρέμα, ὦ φίλε ἑταῖρε· ὡς φοβοῦμαι τί ποτʼ αὖ λέγομεν.
苏格拉底:且慢,亲爱的朋友;我害怕我们这回又在说什么了。
ΙΠ. τί δʼ αὖ φοβῇ, ὦ Σώκρατες, ἐπεὶ νῦν γέ σοι ὁ λόγος παγκάλως προβέβηκε;
希庇阿斯:但你为什么又害怕呢,苏格拉底? 这一次你的论证明明进展得非常顺利。
ΣΩ. βουλοίμην ἄν, ἀλλά μοι τόδε συνεπίσκεψαι· ἆρʼ ἄν τίς τι ποιήσειεν ὃ μήτʼ ἐπίσταιτο μήτε τὸ παράπαν δύναιτο;
苏格拉底:我倒希望如此,但请与我一同审视这点:是否有人能做一件他既不知道如何做、又完全没有能力去做的事?
ΙΠ. οὐδαμῶς· πῶς γὰρ ἂν ὅ γε μὴ δύναιτο;
希庇阿斯:绝不可能;因为没有能力的人怎么可能去做呢?
ΣΩ. οἱ οὖν ἐξαμαρτάνοντες καὶ κακὰ ἐργαζόμενοί τε καὶ ποιοῦντες ἄκοντες, ἄλλο τι οὗτοι, εἰ μὴ ἐδύναντο ταῦτα ποιεῖν, οὐκ ἄν ποτε ἐποίουν;
苏格拉底:那么,那些犯错、非出于本意而作恶并做坏事的人,如果他们没有能力做这些事,他们难道还会去做吗?
ΙΠ. δῆλον δή.
希庇阿斯:显然如此。
ΣΩ. ἀλλὰ μέντοι δυνάμει γε δύνανται οἱ δυνάμενοι· οὐ γάρ που ἀδυναμίᾳ γε.
苏格拉底:然而,有能力的人是因为有能力才能够做,绝非因为没有能力。
ΙΠ. οὐ δῆτα.
希庇阿斯:确实不是。
ΣΩ. δύνανται δέ γε πάντες ποιεῖν οἱ ποιοῦντες ἃ ποιοῦσιν;
苏格拉底:而凡是做其所做之事的人,都有能力做这件事吗?
ΙΠ. ναί.
希庇阿斯:是的。
ΣΩ. κακὰ δέ γε πολὺ πλείω ποιοῦσιν ἢ ἀγαθὰ πάντες ἄνθρωποι, ἀρξάμενοι ἐκ παίδων, καὶ ἐξαμαρτάνουσιν ἄκοντες.
苏格拉底:但是,所有人从孩提时代开始,所做的坏事都远多于好事,并且非出于本意地犯错。
ΙΠ. ἔστι ταῦτα.
希庇阿斯:确实如此。
ΣΩ. τί οὖν;
苏格拉底:那么怎么说呢?
ταύτην τὴν δύναμιν καὶ ταῦτα τὰ χρήσιμα, ἃ ἂν ᾖ ἐπὶ τὸ κακόν τι ἐργάζεσθαι χρήσιμα, ἆρα φήσομεν ταῦτα εἶναι καλά, ἢ πολλοῦ δεῖ;
这种能力以及这些有用的东西,即那些在作恶方面有用的东西,我们难道要说它们是美的,还是说这绝不可能?
ΙΠ. πολλοῦ, ἔμοιγε δοκεῖ, ὦ Σώκρατες.
希庇阿斯:我认为绝不可能,苏格拉底。
ΣΩ. οὐκ ἄρα, ὦ Ἱππία, τὸ δυνατόν τε καὶ τὸ χρήσιμον ἡμῖν, ὡς ἔοικεν, ἐστὶ τὸ καλόν.
苏格拉底:那么,希庇阿斯,对我们来说,有能力和有用看来并不就是美。
ΙΠ. ἐάν γε, ὦ Σώκρατες, ἀγαθὰ δύνηται καὶ ἐπὶ τοιαῦτα χρήσιμον ᾖ.
希庇阿斯:如果是能够行善、且对这类事情有用的能力,那就另当别论了,苏格拉底。
ΣΩ. ἐκεῖνο μὲν τοίνυν οἴχεται, τὸ δυνατόν τε καὶ χρήσιμον ἁπλῶς εἶναι καλόν·
苏格拉底:那么,单凭有能力和有用就是美的那种说法就消失了。
ἀλλʼ ἄρα τοῦτʼ ἦν ἐκεῖνο, ὦ Ἱππία, ὃ ἐβούλετο ἡμῶν ἡ ψυχὴ εἰπεῖν, ὅτι τὸ χρήσιμόν τε καὶ τὸ δυνατὸν ἐπὶ τὸ ἀγαθόν τι ποιῆσαι, τοῦτʼ ἐστὶ τὸ καλόν;
但是,希庇阿斯,我们的心灵想说的难道是这个:即对于成就某种善而言有用的、有能力的事物,这才是美?
ΙΠ. ἔμοιγε δοκεῖ.
希庇阿斯:我认为是这样。
ΣΩ. ἀλλὰ μὴν τοῦτό γε ὠφέλιμόν ἐστιν. ἢ οὔ;
苏格拉底:但这确实是有益的,不是吗?
ΙΠ. πάνυ γε.
希庇阿斯:当然是的。
ΣΩ. οὕτω δὴ καὶ τὰ καλὰ σώματα καὶ τὰ καλὰ νόμιμα καὶ ἡ σοφία καὶ ἃ νυνδὴ ἐλέγομεν πάντα καλά ἐστιν, ὅτι ὠφέλιμα.
苏格拉底:因此,美的身体、美的制度、智慧以及我们刚才所说的一切美的事物,都是因为有益才是美的。
ΙΠ. δῆλον ὅτι.
希庇阿斯:显然如此。
ΣΩ. τὸ ὠφέλιμον ἄρα ἔοικεν ἡμῖν εἶναι τὸ καλόν, ὦ Ἱππία.
苏格拉底:那么,有益的东西看来就是我们的美了,希庇阿斯。
ΙΠ. πάντως δήπου, ὦ Σώκρατες.
希庇阿斯:完全确实,苏格拉底。
ΣΩ. ἀλλὰ μὴν τό γε ὠφέλιμον τὸ ποιοῦν ἀγαθόν ἐστιν.
苏格拉底:然而,有益的东西就是产生善的东西。
ΙΠ. ἔστι γάρ.
希庇阿斯:确实如此。
ΣΩ. τὸ ποιοῦν δέ γʼ ἐστὶν οὐκ ἄλλο τι ἢ τὸ αἴτιον· ἦ γάρ;
苏格拉底:而产生者不外乎就是原因;不是吗?
ΙΠ. οὕτως.
希庇阿斯:正是如此。