§295ΙΠ. ναὶ μὰ Δία, ὦ Σώκρατες, καὶ μάλα ἔμοιγε ἀτόπως.
希庇阿斯:是的,凭宙斯起誓,苏格拉底,而且确实非常怪异。
ΣΩ. ἀλλὰ μέντοι, ὦ ἑταῖρε, μήπω γε ἀνῶμεν αὐτό·
苏格拉底:但是,我的朋友,我们还不要放弃。
ἔτι γάρ τινα ἐλπίδα ἔχω ἐκφανήσεσθαι τί ποτʼ ἐστὶν τὸ καλόν.
因为我依然抱有一丝希望,觉得那美是什么终会显现出来。
ΙΠ. πάντως δήπου, ὦ Σώκρατες· οὐδὲ γὰρ χαλεπόν ἐστιν εὑρεῖν.
希庇阿斯:当然如此,苏格拉底;因为这并不难找。
ἐγὼ μὲν οὖν εὖ οἶδʼ ὅτι, εἰ ὀλίγον χρόνον εἰς ἐρημίαν ἐλθὼν σκεψαίμην πρὸς ἐμαυτόν, ἀκριβέστερον ἂν αὐτό σοι εἴποιμι τῆς ἁπάσης ἀκριβείας.
我很清楚,如果我到僻静的地方稍微独自思索一下,我就能比起任何精确都还要精确地把这答案告诉你。
ΣΩ. ἆ μὴ μέγα, ὦ Ἱππία, λέγε.
苏格拉底:啊,希庇阿斯,不要说大话。
ὁρᾷς ὅσα πράγματα ἡμῖν ἤδη παρέσχηκε· μὴ καὶ ὀργισθὲν ἡμῖν ἔτι μᾶλλον ἀποδρᾷ.
你看它已经给我们带来了多少麻烦;免得它对我们生气,逃得更远。
καίτοι οὐδὲν λέγω· σὺ μὲν γὰρ οἶμαι ῥᾳδίως αὐτὸ εὑρήσεις, ἐπειδὰν μόνος γένῃ.
不过我也在胡说;因为我想你一个人时很容易就能找到它。
ἀλλὰ πρὸς θεῶν ἐμοῦ ἐναντίον αὐτὸ ἔξευρε, εἰ δὲ βούλει, ὥσπερ νῦν ἐμοὶ συζήτει·
但是,看在诸神的份上,请在我的面前找出它来,或者如果你愿意,就像现在这样和我共同探讨。
καὶ ἐὰν μὲν εὕρωμεν, κάλλιστα ἕξει, εἰ δὲ μή, στέρξω οἶμαι ἐγὼ τῇ ἐμῇ τύχῃ, σὺ δʼ ἀπελθὼν ῥᾳδίως εὑρήσεις·
如果我们找到了,那自然最好;如果没有,我想我就安于自己的命运,而你离开后也会很容易找到。
καὶ ἐὰν μὲν νῦν εὕρωμεν, ἀμέλει οὐκ ὀχληρὸς ἔσομαί σοι πυνθανόμενος ὅτι ἦν ἐκεῖνο ὃ κατὰ σαυτὸν ἐξηῦρες·
如果我们现在找到了,我自然就不会因为去问你独自一人找到了什么而烦扰你了。
νῦν δὲ θέασαι αὐτὸ ὅ σοι δοκεῖ εἶναι τὸ καλόν.
现在,请你看一看你认为那美是什么。
λέγω δὴ αὐτὸ εἶναι—ἀλλὰ γὰρ ἐπισκόπει μοι πάνυ προσέχων τὸν νοῦν μὴ παραληρήσω—τοῦτο γὰρ δὴ ἔστω ἡμῖν καλόν, ὃ ἂν χρήσιμον ᾖ.
我说它就是这个——但请高度集中注意力替我审视,免得我胡言乱语——“那对我们有用的东西,就是美”。
εἶπον δὲ ἐκ τῶνδε ἐννοούμενος· καλοί, φαμέν, οἱ ὀφθαλμοί εἰσιν, οὐχ οἳ ἂν δοκῶσι τοιοῦτοι εἶναι οἷοι μὴ δυνατοὶ ὁρᾶν, ἀλλʼ οἳ ἂν δυνατοί τε καὶ χρήσιμοι πρὸς τὸ ἰδεῖν.
我说这话是考虑到这些:我们说,眼睛是美的,不是指那些看起来像是无法看东西的眼睛,而是指那些有能力且对看东西有用的眼睛。
ἦ γάρ;
不是吗?
ΙΠ. ναί.
希庇阿斯:是的。
ΣΩ. οὐκοῦν καὶ τὸ ὅλον σῶμα οὕτω λέγομεν καλὸν εἶναι, τὸ μὲν πρὸς δρόμον, τὸ δὲ πρὸς πάλην, καὶ αὖ τὰ ζῷα πάντα, ἵππον καλὸν καὶ ἀλεκτρυόνα καὶ ὄρτυγα, καὶ τὰ σκεύη πάντα καὶ τὰ ὀχήματα τά τε πεζὰ καὶ τὰ ἐν τῇ θαλάττῃ πλοῖά τε καὶ τριήρεις, καὶ τά γε ὄργανα πάντα τά τε ὑπὸ τῇ μουσικῇ καὶ τὰ ὑπὸ ταῖς ἄλλαις τέχναις, εἰ δὲ βούλει, τὰ ἐπιτηδεύματα καὶ τοὺς νόμους, σχεδόν τι πάντα ταῦτα καλὰ προσαγορεύομεν τῷ αὐτῷ τρόπῳ· ἀποβλέποντες πρὸς ἕκαστον αὐτῶν ᾗ πέφυκεν, ᾗ εἴργασται, ᾗ κεῖται, τὸ μὲν χρήσιμον καὶ ᾗ χρήσιμον καὶ πρὸς ὃ χρήσιμον καὶ ὁπότε χρήσιμον καλόν φαμεν εἶναι, τὸ δὲ ταύτῃ πάντῃ ἄχρηστον αἰσχρόν·
苏格拉底:那么,我们也说整个身体也是这样美的,一个适合跑步,另一个适合摔跤,以及所有的动物,如美的马、雄鸡和鹌鹑,还有所有的器具、陆上的车辆和海里的船只、三段桨战船,以及所有属于音乐和其他技艺的工具,或者,如果你愿意,还有习惯和法律;我们几乎是以同样的方式把所有这些称为美的:看它们每一个如何自然生成、如何被制作、如何被安置,凡是有用的,在有用之处、有用之目的、有用之时,我们都说是美的,而在这些方面完全无用的则是丑的。
ἆρʼ οὐ καὶ σοὶ δοκεῖ οὕτως, ὦ Ἱππία;
希庇阿斯,你难道不也是这样认为的吗?
ΙΠ. ἔμοιγε.
希庇阿斯:我是这样认为的。
ΣΩ. ὀρθῶς ἄρα νῦν λέγομεν ὅτι τυγχάνει παντὸς ὂν μᾶλλον καλὸν τὸ χρήσιμον;
苏格拉底:那么,我们现在说“有用的东西”恰好比任何事物都更是美的,这说得对吗?
ΙΠ. ὀρθῶς μέντοι, ὦ Σώκρατες.
希庇阿斯:确实对,苏格拉底。
ΣΩ. οὐκοῦν τὸ δυνατὸν ἕκαστον ἀπεργάζεσθαι, εἰς ὅπερ δυνατόν, εἰς τοῦτο καὶ χρήσιμον, τὸ δὲ ἀδύνατον ἄχρηστον;
苏格拉底:那么,能够成就各自事物的事物,在其能做到的范围内就是有用的,而没有能力的则是无用的?
ΙΠ. πάνυ γε.
希庇阿斯:当然。
ΣΩ. δύναμις μὲν ἄρα καλόν, ἀδυναμία δὲ αἰσχρόν;
苏格拉底:那么,能力就是美的,而无能就是丑的?