§294ΣΩ. ὅρα τοίνυν· τὸ πρέπον ἆρα τοῦτο λέγομεν, ὃ παραγενόμενον ποιεῖ ἕκαστα φαίνεσθαι καλὰ τούτων οἷς ἂν παρῇ, ἢ ὃ εἶναι ποιεῖ, ἢ οὐδέτερα τούτων;
苏格拉底:那么,请看:我们所谓的“适合”,是指那种通过临在使其所临在的每一事物显得美的东西,还是指使它们实际上美的东西,还是指这两者都不是?
ΙΠ. ἔμοιγε δοκεῖ ὃ ποιεῖ φαίνεσθαι καλά·
希庇阿斯:在我看来,是指那使它们显得美的东西。
ὥσπερ γε ἐπειδὰν ἱμάτιά τις λάβῃ ἢ ὑποδήματα ἁρμόττοντα, κἂν ᾖ γελοῖος, καλλίων φαίνεται.
就好像当某人穿上合身的衣服或鞋子时,即使他本来很滑稽,也会显得更美。
ΣΩ. οὐκοῦν εἴπερ καλλίω ποιεῖ φαίνεσθαι ἢ ἔστι τὸ πρέπον, ἀπάτη τις ἂν εἴη περὶ τὸ καλὸν τὸ πρέπον, καὶ οὐκ ἂν εἴη τοῦτο ὃ ἡμεῖς ζητοῦμεν, ὦ Ἱππία;
苏格拉底:那么,如果“适合”确实能使事物显得比实际上更美,那么“适合”不就是一种关于美的欺骗,而不会是我们正在寻找的东西了吗,希庇阿斯?
ἡμεῖς μὲν γάρ που ἐκεῖνο ἐζητοῦμεν, ᾧ πάντα τὰ καλὰ πράγματα καλά ἐστιν— ὥσπερ ᾧ πάντα τὰ μεγάλα ἐστὶ μεγάλα, τῷ ὑπερέχοντι· τούτῳ γὰρ πάντα μεγάλα ἐστί, καὶ ἐὰν μὴ φαίνηται, ὑπερέχῃ δέ, ἀνάγκη αὐτοῖς μεγάλοις εἶναι—οὕτω δή, φαμέν, καὶ τὸ καλόν, ᾧ καλὰ πάντα ἐστίν, ἄντʼ οὖν φαίνηται ἄντε μή, τί ἂν εἴη;
因为我们寻找的本是那个使所有美的事物成为美的东西——就像使所有大得多的东西成为大的是“超出”一样;因为正是通过这个“超出”,所有的东西才是大的,即使它们看起来不显大,但只要是超出的,就必然是大的——我们说,美也是如此,正是通过美,所有的事物才是美的,无论它们是否显得美。
τὸ μὲν γὰρ πρέπον οὐκ ἂν εἴη·
那这会是什么呢?
καλλίω γὰρ ποιεῖ φαίνεσθαι ἢ ἔστιν, ὡς ὁ σὸς λόγος, οἷα δʼ ἔστιν οὐκ ἐᾷ φαίνεσθαι.
“适合”决不可能是它,因为根据你的说法,它使事物显得比实际上更美,而不允许它们显出其实际的样子。
τὸ δὲ ποιοῦν εἶναι καλά, ὅπερ νυνδὴ εἶπον, ἐάντε φαίνηται ἐάντε μή, πειρατέον λέγειν τί ἐστι·
但是,那使事物实际上成为美的东西,也就是我刚才说过的,无论它们是否显得美,我们都必须试着说明它是什么。
τοῦτο γὰρ ζητοῦμεν, εἴπερ τὸ καλὸν ζητοῦμεν.
因为如果我们确实在寻找美,这才是我们在寻找的东西。
ΙΠ. ἀλλὰ τὸ πρέπον, ὦ Σώκρατες, καὶ εἶναι καὶ φαίνεσθαι ποιεῖ καλὰ παρόν.
希庇阿斯:但是,苏格拉底,那“适合”的东西一经临在,就能使事物实际上美,也显得美。
ΣΩ. ἀδύνατον ἄρα τῷ ὄντι καλὰ ὄντα μὴ φαίνεσθαι καλὰ εἶναι, παρόντος γε τοῦ ποιοῦντος φαίνεσθαι;
苏格拉底:那么,既然那使事物显得美的东西已经临在,那些实际上美的事物难道就不可能不显得美了吗?
ΙΠ. ἀδύνατον.
希庇阿斯:不可能。
ΣΩ. ὁμολογήσομεν οὖν τοῦτο, ὦ Ἱππία, πάντα τὰ τῷ ὄντι καλὰ καὶ νόμιμα καὶ ἐπιτηδεύματα καὶ δοξάζεσθαι καλὰ εἶναι καὶ φαίνεσθαι ἀεὶ πᾶσιν, ἢ πᾶν τοὐναντίον ἀγνοεῖσθαι καὶ πάντων μάλιστα ἔριν καὶ μάχην περὶ αὐτῶν εἶναι καὶ ἰδίᾳ ἑκάστοις καὶ δημοσίᾳ ταῖς πόλεσιν;
苏格拉底:那么,希庇阿斯,我们要同意这一点吗:所有实际上美的事物,包括法律和习俗,在任何时候对所有人来说,都被认为是美的且显得美? 还是恰恰相反,它们不为人所知,而且无论在个人之间,还是在城邦的公共事务中,关于它们的争端和冲突在所有事物中是最激烈的?
ΙΠ. οὕτω μᾶλλον, ὦ Σώκρατες· ἀγνοεῖσθαι.
希庇阿斯:更像是后者,苏格拉底;它们不为人所知。
ΣΩ. οὐκ ἄν, εἴ γέ που τὸ φαίνεσθαι αὐτοῖς προσῆν·
苏格拉底:如果“显得美”伴随它们,就不会是这样了。
προσῆν δʼ ἄν, εἴπερ τὸ πρέπον καλὸν ἦν καὶ μὴ μόνον καλὰ ἐποίει εἶναι ἀλλὰ καὶ φαίνεσθαι.
而如果“适合”就是美,且不仅使它们美,还使它们显得美,“显得美”就会伴随它们。
ὥστε τὸ πρέπον, εἰ μὲν τὸ καλὰ ποιοῦν ἐστιν εἶναι, τὸ μὲν καλὸν ἂν εἴη, ὃ ἡμεῖς ζητοῦμεν, οὐ μέντοι τό γε ποιοῦν φαίνεσθαι· εἰ δʼ αὖ τὸ φαίνεσθαι ποιοῦν ἐστιν τὸ πρέπον, οὐκ ἂν εἴη τὸ καλόν, ὃ ἡμεῖς ζητοῦμεν.
因此,如果“适合”是那使事物实际上美的东西,它就会是我们所寻找的美,但不会是那使它们显得美的东西;相反,如果 “适合”是那使事物显得美的东西,它就不是我们所寻找的美。
εἶναι γὰρ ἐκεῖνό γε ποιεῖ, φαίνεσθαι δὲ καὶ εἶναι οὐ μόνον καλὰ οὐκ ἄν ποτε δύναιτο τὸ αὐτό, ἀλλʼ οὐδὲ ἄλλο ὁτιοῦν.
因为那美使事物实际上美,而同一个东西决不能不仅在美上,甚至在任何其他属性上,既使事物“显得”如此,又使事物“实际上”如此。
ἑλώμεθα δὴ πότερα δοκεῖ τὸ πρέπον εἶναι τὸ φαίνεσθαι καλὰ ποιοῦν, ἢ τὸ εἶναι.
那么,让我们来选择,你认为“适合”是那使事物显得美的东西,还是那使事物实际上美的东西?
ΙΠ. τὸ φαίνεσθαι, ἔμοιγε δοκεῖ, ὦ Σώκρατες.
希庇阿斯:在我看来,是那使事物显得美的东西,苏格拉底。
ΣΩ. βαβαῖ, οἴχεται ἄρʼ ἡμᾶς διαπεφευγός, ὦ Ἱππία, τὸ καλὸν γνῶναι ὅτι ποτέ ἐστιν, ἐπειδή γε τὸ πρέπον ἄλλο τι ἐφάνη ὂν ἢ καλόν.
苏格拉底:哎呀! 希庇阿斯,这样一来,弄清美到底是什么就从我们手中溜走了,因为“适合”显然是与美不同的东西。