Humanitext Reader

柏拉图 · 大希庇亚篇 §293

神明与英雄的反例以及以适合为美

第 9 段,共 20 段 · 希腊语

内容简介

苏格拉底通过举出神明和阿喀琉斯等英雄的反例,揭示了希庇阿斯关于“被子孙埋葬”的定义并非普遍之美。随后,那位神秘的对话者提议,“适合”也许才是美的主体本质。

§293ΣΩ. ἦ καὶ τῷ Ἀχιλλεῖ, φήσει, ὁ ξένος ὁ Ἠλεῖος ἔφη καλὸν εἶναι ὑστέρῳ τῶν προγόνων ταφῆναι, καὶ τῷ πάππῳ αὐτοῦ Αἰακῷ, καὶ τοῖς ἄλλοις ὅσοι ἐκ θεῶν γεγόνασι, καὶ αὐτοῖς τοῖς θεοῖς;
苏格拉底: ‘难道对阿喀琉斯来说,’他会说,‘这位来自厄利斯的客人也认为在先祖之后被埋葬是美的吗? 对他的祖父埃阿科斯,以及其他所有出生于神明的人,甚至神明自身也是如此吗?
ΙΠ. τί τοῦτο;
’ 希庇阿斯:这是什么话?
βάλλʼ ἐς μακαρίαν.
去你的吧!
τοῦ ἀνθρώπου οὐδʼ εὔφημα, ὦ Σώκρατες, ταῦτά γε τὰ ἐρωτήματα.
苏格拉底,那家伙的这些提问连一丁点虔敬都没有。
ΣΩ. τί δέ;
苏格拉底:这有什么?
τὸ ἐρομένου ἑτέρου φάναι ταῦτα οὕτως ἔχειν οὐ πάνυ δύσφημον;
在别人提问时,声称这些事情确实如此,难道不也是非常不虔敬的吗?
ΙΠ. ἴσως.
希庇阿斯:也许吧。
ΣΩ. ἴσως τοίνυν σὺ εἶ οὗτος, φήσει, ὃς παντὶ φῂς καὶ ἀεὶ καλὸν εἶναι ὑπὸ μὲν τῶν ἐκγόνων ταφῆναι, τοὺς δὲ γονέας θάψαι·
苏格拉底: ‘那么,也许你就是这个人,’他会说,‘声称对所有人且在任何时候,被子孙埋葬并埋葬父母都是美的。
ἢ οὐχ εἷς τῶν ἁπάντων καὶ Ἡρακλῆς ἦν καὶ οὓς νυνδὴ ἐλέγομεν πάντες;
难道赫拉克勒斯以及我们刚才提到的所有人,都不在“所有人”之列吗?
ΙΠ. ἀλλʼ οὐ τοῖς θεοῖς ἔγωγε ἔλεγον.
’ 希庇阿斯:但我可不是对神明说这话的。
ΣΩ. οὐδὲ τοῖς ἥρωσιν, ὡς ἔοικας.
苏格拉底: ‘看来对英雄们也一样不适用。
ΙΠ. οὐχ ὅσοι γε θεῶν παῖδες ἦσαν.
’ 希庇阿斯:至少对那些是神明之子的人不适用。
ΣΩ. ἀλλʼ ὅσοι μή;
苏格拉底: ‘但对那些不是神明之子的人适用?
ΙΠ. πάνυ γε.
’ 希庇阿斯:当然。
ΣΩ. οὐκοῦν κατὰ τὸν σὸν αὖ λόγον, ὡς φαίνεται, τῶν ἡρώων τῷ μὲν Ταντάλῳ καὶ τῷ Δαρδάνῳ καὶ τῷ Ζήθῳ δεινόν τε καὶ ἀνόσιον καὶ αἰσχρόν ἐστι, Πέλοπι δὲ καὶ τοῖς ἄλλοις τοῖς οὕτω γεγονόσι καλόν.
苏格拉底: ‘那么根据你的理论,显而易见,在英雄当中,对坦塔罗斯、达耳达诺斯和仄托斯来说,(在先祖之后被埋葬)是可怕、不敬且可耻的,但对珀罗普斯以及其他同样出身的人来说,则是美的。
ΙΠ. ἔμοιγε δοκεῖ.
’ 希庇阿斯:在我看来是这样。
ΣΩ. σοὶ τοίνυν δοκεῖ, φήσει, ὃ ἄρτι οὐκ ἔφησθα, τὸ θάψαντι τοὺς προγόνους ταφῆναι ὑπὸ τῶν ἐκγόνων ἐνίοτε καὶ ἐνίοις αἰσχρὸν εἶναι· ἔτι δὲ μᾶλλον, ὡς ἔοικεν, ἀδύνατον πᾶσι τοῦτο γενέσθαι καὶ εἶναι καλόν, ὥστε τοῦτό γε ὥσπερ καὶ τὰ ἔμπροσθεν ἐκεῖνα, ἥ τε παρθένος καὶ ἡ χύτρα, ταὐτὸν πέπονθε, καὶ ἔτι γελοιοτέρως τοῖς μέν ἐστι καλόν, τοῖς δʼ οὐ καλόν.
苏格拉底: ‘那么,在你看来,’他会说,‘这正是你刚才否认的:埋葬先祖并被子孙埋葬,有时且对某些人来说是可耻的;更进一步说,看来这根本不可能发生在所有人身上并对所有人来说都是美的,因此,这个提议就像之前的少女和陶罐一样,落得同样的下场,而且更加荒谬:对一些人来说是美的,对另一些人来说则不美。
καὶ οὐδέπω καὶ τήμερον, φήσει, οἷός τʼ εἶ, ὦ Σώκρατες, περὶ τοῦ καλοῦ ὅτι ἐστὶ τὸ ἐρωτώμενον ἀποκρίνασθαι.
直到今天,’他会说,‘苏格拉底,你依然无法回答所问的关于美本身是什么的问题。
ταῦτά μοι καὶ τοιαῦτα ὀνειδιεῖ δικαίως, ἐὰν αὐτῷ οὕτως ἀποκρίνωμαι.
’ 如果我这样回答他,他必然会用这些话和类似的话来谴责我。
τὰ μὲν οὖν πολλά, ὦ Ἱππία, σχεδόν τί μοι οὕτω διαλέγεται· ἐνίοτε δὲ ὥσπερ ἐλεήσας μου τὴν ἀπειρίαν καὶ ἀπαιδευσίαν αὐτός μοι προβάλλει ἐρωτῶν εἰ τοιόνδε μοι δοκεῖ εἶναι τὸ καλόν, ἢ καὶ περὶ ἄλλου ὅτου ἂν τύχῃ πυνθανόμενος καὶ περὶ οὗ ἂν λόγος ᾖ.
希庇阿斯,其实他大多数时候就是像这样和我交谈的;但有时,他仿佛在怜悯我的无知和缺乏教养,会自己向我提出问题,问我美是否似乎是这样的东西,或者就碰巧谈到的、正在讨论的其他任何事情进行询问。
ΙΠ. πῶς τοῦτο λέγεις, ὦ Σώκρατες;
希庇阿斯:你这是什么意思,苏格拉底?
ΣΩ. ἐγώ σοι φράσω.
苏格拉底:我会解释给你听。
ὦ δαιμόνιε, φησί, Σώκρατες, τὰ μὲν τοιαῦτα ἀποκρινόμενος καὶ οὕτω παῦσαι— λίαν γὰρ εὐήθη τε καὶ εὐεξέλεγκτά ἐστιν—ἀλλὰ τὸ τοιόνδε σκόπει εἴ σοι δοκεῖ καλὸν εἶναι, οὗ καὶ νυνδὴ ἐπελαβόμεθα ἐν τῇ ἀποκρίσει, ἡνίκʼ ἔφαμεν τὸν χρυσὸν οἷς μὲν πρέπει καλὸν εἶναι, οἷς δὲ μή, οὔ, καὶ τἆλλα πάντα οἷς ἂν τοῦτο προσῇ·
‘我亲爱的苏格拉底,’他说,‘停止给出这类回答,也别再用这种方式了——因为这些太愚蠢且太容易被推翻了。 相反,你想想这种东西在你看来是否是美的:就是我们刚才在回答中也触及过的那个,当时我们说,黄金对适合它的东西来说是美的,对不适合的则不然,而伴有此特性的所有其他事物也是如此。
αὐτὸ δὴ τοῦτο τὸ πρέπον καὶ τὴν φύσιν αὐτοῦ τοῦ πρέποντος σκόπει εἰ τοῦτο τυγχάνει ὂν τὸ καλόν.
你想想,正是这个“适合的东西”本身,以及“适合”本身的精神本性,是否碰巧就是美。
ἐγὼ μὲν οὖν εἴωθα συμφάναι τὰ τοιαῦτα ἑκάστοτε—οὐ γὰρ ἔχω ὅτι λέγω—σοὶ δʼ οὖν δοκεῖ τὸ πρέπον καλὸν εἶναι;
’ 因此,每当这种时候,我通常都会表示赞同——因为我不知道该说什么。 那么,在你看来,“适合的东西”是美吗?
ΙΠ. πάντως δήπου, ὦ Σώκρατες.
希庇阿斯:绝对是的,苏格拉底。
ΣΩ. σκοπώμεθα, μή πῃ ἄρʼ ἐξαπατώμεθα.
苏格拉底:让我们仔细审视一下,免得在什么地方受了骗。
ΙΠ. ἀλλὰ χρὴ σκοπεῖν.
希庇阿斯:确实需要审视。

词汇与语法注释

  1. 293aβάλλʼ ἐς μακαρίαν — 直译为“扔到福地去”,实际上是一种日常俗语,意为“滚开”、“胡说八道”或“见鬼去吧”,用于排斥不吉利或令人不快的话。此处表达了希庇阿斯对苏格拉底(及其分身)不祥提问的强烈排斥。
  2. 293aτὸ ἐρομένου ἑτέρου φάναι ταῦτα οὕτως ἔχειν — 冠词 τὸ 将其后的整个不定式短语进行名词化。ἐρομένου ἑτέρου 是属格独立结构,意为“当别人提问时”;不定式 φάναι(声称、肯定)在语义上的主语在语境中是“我们”或“回答者”。
  3. 293bτὸ θάψαντι τοὺς προγόνους ταφῆναι ὑπὸ τῶν ἐκγόνων — 冠词 τὸ 将不定式短语名词化。与格分词 θάψαντι(在埋葬了先祖之后)与被动不定式 ταφῆναι(被埋葬)的默示与格主语一致,字面意思是“对于一个埋葬了先祖的人来说,被子孙埋葬”。
  4. 293eοὗ καὶ νυνδὴ ἐπελαβόμεθα — 关系代词 οὗ(中性单数属格)指代先行词 τὸ τοιόνδε,因动词 ἐπελαβόμεθα(触及、提及)要求属格宾语而采用属格。

引用这一段

柏拉图, 大希庇亚篇 §293. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg025.humanitext-grc2:293

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。