§288ΣΩ. καλῶς γε, ὦ Ἱππία, νὴ τὸν κύνα καὶ εὐδόξως ἀπεκρίνω.
苏格拉底:答得太好了,希庇阿斯,凭着狗起誓,非常体面。
ἄλλο τι οὖν, ἂν ἐγὼ τοῦτο ἀποκρίνωμαι, τὸ ἐρωτώμενόν τε ἀποκεκριμένος ἔσομαι καὶ ὀρθῶς, καὶ οὐ μή ποτε ἐλεγχθῶ;
那么,如果我这样回答,我是不是就正确地回答了所问的问题,并且永远不会被反驳了呢?
ΙΠ. πῶς γὰρ ἄν, ὦ Σώκρατες, ἐλεγχθείης, ὅ γε πᾶσιν δοκεῖ καὶ πάντες σοι μαρτυρήσουσιν οἱ ἀκούοντες ὅτι ὀρθῶς λέγεις;
希庇阿斯:苏格拉底,你怎么可能被反驳呢? 因为这至少是大家公认的,而且所有听众都会为你作证,证明你说明得对。
ΣΩ. εἶεν· πάνυ μὲν οὖν.
苏格拉底:好,完全如此。
φέρε δή, ὦ Ἱππία, πρὸς ἐμαυτὸν ἀναλάβω ὃ λέγεις.
来吧,希庇阿斯,让我在自己心里温习一下你所说的话。
ὁ μὲν ἐρήσεταί με οὑτωσί πως· ἴθι μοι, ὦ Σώκρατες, ἀπόκριναι· ταῦτα πάντα ἃ φῂς καλὰ εἶναι, εἰ τί ἐστιν αὐτὸ τὸ καλόν, ταῦτʼ ἂν εἴη καλά;
他大概会这样问我: “喂,苏格拉底,回答我:你所说的所有这些美的东西,如果美本身是某种存在,它们是因为它而美的吗?
ἐγὼ δὲ δὴ ἐρῶ ὅτι εἰ παρθένος καλὴ καλόν, ἔστι διʼ ὃ ταῦτʼ ἂν εἴη καλά;
” 而我确实会说:“如果一个美丽的少女是美的东西,难道没有一个原因使得这些东西成为美的吗?
ΙΠ. οἴει οὖν ἔτι αὐτὸν ἐπιχειρήσειν σε ἐλέγχειν ὡς οὐ καλόν ἐστιν ὃ λέγεις, ἢ ἐὰν ἐπιχειρήσῃ, οὐ καταγέλαστον ἔσεσθαι;
” 希庇阿斯:那么你认为,他还会企图反驳你,说你所说的不美吗? 或者如果他真的企图反驳,他自己难道不会显得荒谬可笑吗?
ΣΩ. ὅτι μὲν ἐπιχειρήσει, ὦ θαυμάσιε, εὖ οἶδα·
苏格拉底:他会企图反驳,我那令人惊异的朋友,这一点我是深知的。
εἰ δὲ ἐπιχειρήσας ἔσται καταγέλαστος, αὐτὸ δείξει.
但是,他企图反驳之后是否会显得可笑,事实本身会证明。
ἃ μέντοι ἐρεῖ, ἐθέλω σοι λέγειν.
不过,他将被说的话,我愿意告诉你。
ΙΠ. λέγε δή.
希庇阿斯:那就请说吧。
ΣΩ.
ὡς γλυκὺς εἶ,
φήσει,
ὦ Σώκρατες.
苏格拉底:他会说:“你真天真,苏格拉底!
θήλεια δὲ ἵππος καλὴ οὐ καλόν, ἣν καὶ ὁ θεὸς ἐν τῷ χρησμῷ ἐπῄνεσεν;
难道一匹美丽的牝马就不是美的东西吗? 连神在神谕中都称赞过它呢。
τί φήσομεν, ὦ Ἱππία;
” 我们该怎么说,希庇阿斯?
ἄλλο τι ἢ φῶμεν καὶ τὴν ἵππον καλὸν εἶναι, τήν γε καλήν;
我们除了承认这匹马也是美的东西(至少对那匹美丽的马而言)之外,还能说别的吗?
πῶς γὰρ ἂν τολμῷμεν ἔξαρνοι εἶναι τὸ καλὸν μὴ καλὸν εἶναι;
因为我们怎么敢否认美的事物是美的呢?
ΙΠ. ἀληθῆ λέγεις, ὦ Σώκρατες·
希庇阿斯:你说得对,苏格拉底。
ἐπεί τοι καὶ ὀρθῶς αὐτὸ ὁ θεὸς εἶπεν· πάγκαλαι γὰρ παρʼ ἡμῖν ἵπποι γίγνονται.
因为神说得确实没错;在我们这里,确实出产极美的马。
ΣΩ.
εἶεν,
φήσει δή·
苏格拉底:他肯定会说:“好。
τί δὲ λύρα καλή;
那么一把美丽的竖琴呢?
οὐ καλόν;
难道不是美的东西吗?
φῶμεν, ὦ Ἱππία;
” 我们要这样说吗,希庇阿斯?
ΙΠ. ναί.
希庇阿斯:是的。
ΣΩ. ἐρεῖ τοίνυν μετὰ τοῦτʼ ἐκεῖνος, σχεδόν τι εὖ οἶδα ἐκ τοῦ τρόπου τεκμαιρόμενος· ὦ βέλτιστε σύ, τί δὲ χύτρα καλή;
苏格拉底:那么在此之后,根据他的性格推测,我几乎可以断定,他会说: “你这优秀的人,那么一个美丽的陶罐呢?
οὐ καλὸν ἄρα;
难道不也是美的东西吗?
ΙΠ. ὦ Σώκρατες, τίς δʼ ἐστὶν ὁ ἄνθρωπος;
” 希庇阿斯:苏格拉底,这个人到底是谁?
ὡς ἀπαίδευτός τις ὃς οὕτω φαῦλα ὀνόματα ὀνομάζειν τολμᾷ ἐν σεμνῷ πράγματι.
在如此庄严的事情上,竟然敢说出这样粗俗的字眼,真是个没教养的人。
ΣΩ. τοιοῦτός τις, ὦ Ἱππία, οὐ κομψὸς ἀλλὰ συρφετός, οὐδὲν ἄλλο φροντίζων ἢ τὸ ἀληθές.
苏格拉底:他就是这样一个人,希庇阿斯,不文雅,反倒粗俗,除了真理什么都不关心。
ἀλλʼ ὅμως ἀποκριτέον τῷ ἀνδρί, καὶ ἔγωγε προαποφαίνομαι· εἴπερ ἡ χύτρα κεκεραμευμένη εἴη ὑπὸ ἀγαθοῦ κεραμέως λεία καὶ στρογγύλη καὶ καλῶς ὠπτημένη, οἷαι τῶν καλῶν χυτρῶν εἰσί τινες δίωτοι, τῶν ἓξ χοᾶς χωρουσῶν, πάγκαλαι, εἰ τοιαύτην ἐρωτῴη χύτραν, καλὴν ὁμολογητέον εἶναι.
但无论如何,必须回答这个人,而我个人预先表明:如果这个陶罐是由一个好陶工烧制的,光滑、滚圆、火候均匀,就像那些带有两个耳、容积为六科埃斯、极其精美的陶罐中的某些一样——如果他问起这样一个陶罐,我们必须承认它是美的。
πῶς γὰρ ἂν φαῖμεν καλὸν ὂν μὴ καλὸν εἶναι;
因为我们怎么能说美的东西是不美的呢?
ΙΠ. οὐδαμῶς, ὦ Σώκρατες.
希庇阿斯:绝不能,苏格拉底。
ΣΩ.
οὐκοῦν καὶ χύτρα,
φήσει,
καλὴ καλόν;
苏格拉底:他会说:“那么,一个美丽的陶罐难道不也是美的东西吗?
ἀποκρίνου.
回答吧!
ΙΠ. ἀλλʼ οὕτως, ὦ Σώκρατες, ἔχει, οἶμαι· καλὸν μὲν καὶ τοῦτο τὸ σκεῦός ἐστι καλῶς εἰργασμένον, ἀλλὰ τὸ ὅλον τοῦτο οὐκ ἔστιν ἄξιον κρίνειν ὡς ὂν καλὸν πρὸς ἵππον τε καὶ παρθένον καὶ τἆλλα πάντα τὰ καλά.
” 希庇阿斯:但是,苏格拉底,我认为情况是这样的:这个器皿如果做工精细,确实也是美的东西;但整体而言,与牝马、少女以及所有其他美的东西相比,它是不配被判定为美的。