§286ΣΩ. ἀληθῆ λέγεις, ἀλλʼ ἐγὼ οὐκ ἐνενόησα ὅτι τὸ μνημονικὸν ἔχεις·
苏格拉底:你说得对,但我没注意到你拥有记忆术。
ὥστʼ ἐννοῶ ὅτι εἰκότως σοι χαίρουσιν οἱ Λακεδαιμόνιοι ἅτε πολλὰ εἰδότι, καὶ χρῶνται ὥσπερ ταῖς πρεσβύτισιν οἱ παῖδες πρὸς τὸ ἡδέως μυθολογῆσαι.
因此我明白了,拉栖代梦人自然喜欢你这个博古通今的人,并且像小孩子对待老太婆那样对待你,为的是愉快地听你讲故事。
ΙΠ. καὶ ναὶ μὰ Δίʼ, ὦ Σώκρατες, περί γε ἐπιτηδευμάτων καλῶν καὶ ἔναγχος αὐτόθι ηὐδοκίμησα διεξιὼν ἃ χρὴ τὸν νέον ἐπιτηδεύειν.
希庇阿斯:确实,凭着宙斯起誓,苏格拉底,就在最近,我在那里详细阐述了关于青年人应当从事何种优美行业的优美行业,从而赢得了极高的声誉。
ἔστι γάρ μοι περὶ αὐτῶν παγκάλως λόγος συγκείμενος, καὶ ἄλλως εὖ διακείμενος καὶ τοῖς ὀνόμασι· πρόσχημα δέ μοί ἐστι καὶ ἀρχὴ τοιάδε τις τοῦ λόγου. ἐπειδὴ ἡ Τροία ἥλω, λέγει ὁ λόγος ὅτι Νεοπτόλεμος Νέστορα ἔροιτο ποῖά ἐστι καλὰ ἐπιτηδεύματα, ἃ ἄν τις ἐπιτηδεύσας νέος ὢν εὐδοκιμώτατος γένοιτο·
因为我有一篇关于此事的写得极好的演讲,言词方面也安排得十分得体;而该演讲的序幕和开头大致是这样的:当特洛伊被攻陷后,故事说尼奥普托勒摩斯询问涅斯托尔,有哪些优美的行业是年轻人如果去从事就能获得最高名声的。
μετὰ ταῦτα δὴ λέγων ἐστὶν ὁ Νέστωρ καὶ ὑποτιθέμενος αὐτῷ πάμπολλα νόμιμα καὶ πάγκαλα.
在此之后,涅斯托尔便开口说话,向他建议了极多且极为优美的行为规范。
τοῦτον δὴ καὶ ἐκεῖ ἐπεδειξάμην καὶ ἐνθάδε μέλλω ἐπιδεικνύναι εἰς τρίτην ἡμέραν, ἐν τῷ Φειδοστράτου διδασκαλείῳ, καὶ ἄλλα πολλὰ καὶ ἄξια ἀκοῆς·
这篇演讲我曾在那里演示过,也准备在后天,在斐多斯特拉托斯的学校里,在这里演示,连同其他许多值得一听的内容。
ἐδεήθη γάρ μου Εὔδικος ὁ Ἀπημάντου.
因为阿沛曼托斯之子欧迪科斯请求我这样做。
ἀλλʼ ὅπως παρέσῃ καὶ αὐτὸς καὶ ἄλλους ἄξεις, οἵτινες ἱκανοὶ ἀκούσαντες κρῖναι τὰ λεγόμενα.
但是,请你务必亲自到场,并带上其他听了之后有能力评判所讲内容的人。
ΣΩ. ἀλλὰ ταῦτʼ ἔσται, ἂν θεὸς θέλῃ, ὦ Ἱππία.
苏格拉底:如果神愿意,会这样的,希庇阿斯。
νυνὶ μέντοι βραχύ τί μοι περὶ αὐτοῦ ἀπόκριναι·
不过现在,请就此回答我一个简短的问题。
καὶ γάρ με εἰς καλὸν ὑπέμνησας.
因为你提醒得正是时候。
ἔναγχος γάρ τις, ὦ ἄριστε, εἰς ἀπορίαν με κατέβαλεν ἐν λόγοις τισὶ τὰ μὲν ψέγοντα ὡς αἰσχρά, τὰ δʼ ἐπαινοῦντα ὡς καλά, οὕτω πως ἐρόμενος καὶ μάλα ὑβριστικῶς·
亲爱的朋友,就在不久前,在一些讨论中,当我指责某些事物为丑、称赞另一些为美时,某个人以极其无礼的态度这样问我,使我陷入了困境。
πόθεν δέ μοι σύ,
ἔφη,
ὦ Σώκρατες, οἶσθα ὁποῖα καλὰ καὶ αἰσχρά;
他说:‘苏格拉底,你凭什么知道哪些是美、哪些是丑?
ἐπεὶ φέρε, ἔχοις ἂν εἰπεῖν τί ἐστι τὸ καλόν;
来,你能说明什么是美吗?
καὶ ἐγὼ διὰ τὴν ἐμὴν φαυλότητα ἠπορούμην τε καὶ οὐκ εἶχον αὐτῷ κατὰ τρόπον ἀποκρίνασθαι·
’而我因为自己的愚钝,登时哑口无言,无法得体地回答他。
ἀπιὼν οὖν ἐκ τῆς συνουσίας ἐμαυτῷ τε ὠργιζόμην καὶ ὠνείδιζον, καὶ ἠπείλουν, ὁπότε πρῶτον ὑμῶν τῳ τῶν σοφῶν ἐντύχοιμι, ἀκούσας καὶ μαθὼν καὶ ἐκμελετήσας ἰέναι πάλιν ἐπὶ τὸν ἐρωτήσαντα, ἀναμαχούμενος τὸν λόγον.
于是我从聚会中离开,一路上对自己大发雷霆,自责不已,并且下定决心:一旦我遇到你们这些智者中的任何一位,我一定要倾听、学习、熟练掌握,然后回去找那个提问者,重新开战。
νῦν οὖν, ὃ λέγω, εἰς καλὸν ἥκεις, καί με δίδαξον ἱκανῶς αὐτὸ τὸ καλὸν ὅτι ἐστί, καὶ πειρῶ μοι ὅτι μάλιστα ἀκριβῶς εἰπεῖν ἀποκρινόμενος, μὴ ἐξελεγχθεὶς τὸ δεύτερον αὖθις γέλωτα ὄφλω.
所以现在,正如我所说,你来得正是时候。 请充分教会我‘美本身’到底是什么,并请试着在回答我时尽可能准确,免得我第二次被驳倒,再次沦为笑柄。
οἶσθα γὰρ δήπου σαφῶς, καὶ σμικρόν που τοῦτʼ ἂν εἴη μάθημα ὧν σὺ τῶν πολλῶν ἐπίστασαι.
因为你必定清清楚楚地知道,而在你所掌握的众多学问中,这想必只是一门微不足道的小学问吧。
ΙΠ. σμικρὸν μέντοι νὴ Δίʼ, ὦ Σώκρατες, καὶ οὐδενὸς ἄξιον, ὡς ἔπος εἰπεῖν.
希庇阿斯:凭着宙斯起誓,苏格拉底,这确实是微不足道的,可以说是毫无价值的。
ΣΩ. ῥᾳδίως ἄρα μαθήσομαι καὶ οὐδείς με ἐξελέγξει ἔτι.
苏格拉底:那么我很容易就能学会,再也没有人能反驳我了。
§287ΙΠ. οὐδεὶς μέντοι·
希庇阿斯:确实没人能。
φαῦλον γὰρ ἂν εἴη τὸ ἐμὸν πρᾶγμα καὶ ἰδιωτικόν.
否则我的事业就太微不足道、太不专业了。
ΣΩ. εὖ γε νὴ τὴν Ἥραν λέγεις, ὦ Ἱππία, εἰ χειρωσόμεθα τὸν ἄνδρα.
苏格拉底:凭着赫拉起誓,你讲得太好了一点,希庇阿斯,如果我们能制服那个人。
ἀτὰρ μή τι κωλύω μιμούμενος ἐγὼ ἐκεῖνον, ἐὰν σοῦ ἀποκρινομένου ἀντιλαμβάνωμαι τῶν λόγων, ἵνα ὅτι μάλιστά με ἐκμελετήσῃς;
不过,在你回答的时候,如果我模仿他,对你的话进行挑刺,以便你尽可能地训练我,这不会有什么妨碍吧?
σχεδὸν γάρ τι ἔμπειρός εἰμι τῶν ἀντιλήψεων.
因为我对挑刺反驳还算有些经验。
εἰ οὖν μή τί σοι διαφέρει, βούλομαι ἀντιλαμβάνεσθαι, ἵνʼ ἐρρωμενέστερον μάθω.
所以,如果你不介意,我想进行挑刺反驳,以便学得更扎实。
ΙΠ. ἀλλʼ ἀντιλαμβάνου.
希庇阿斯:那你就挑刺吧。
καὶ γάρ, ὃ νυνδὴ εἶπον, οὐ μέγα ἐστὶ τὸ ἐρώτημα, ἀλλὰ καὶ πολὺ τούτου χαλεπώτερα ἂν ἀποκρίνασθαι ἐγώ σε διδάξαιμι, ὥστε μηδένα ἀνθρώπων δύνασθαί σε ἐξελέγχειν.
因为正如我刚才所说,这个问题并不重大,而且我还能教你回答比这难得多的问题,从而使任何人都无法驳倒你。
ΣΩ. φεῦ ὡς εὖ λέγεις·
苏格拉底:噢,你讲得太好了!
ἀλλʼ ἄγʼ, ἐπειδὴ καὶ σὺ κελεύεις, φέρε ὅτι μάλιστα ἐκεῖνος γενόμενος πειρῶμαί σε ἐρωτᾶν.
不过,既然你也这么吩咐,那么就让我尽可能化身为他来向你提问吧。
εἰ γὰρ δὴ αὐτῷ τὸν λόγον τοῦτον ἐπιδείξαις ὃν φῄς, τὸν περὶ τῶν καλῶν ἐπιτηδευμάτων, ἀκούσας, ἐπειδὴ παύσαιο λέγων, ἔροιτʼ ἂν οὐ περὶ ἄλλου πρότερον ἢ περὶ τοῦ καλοῦ—ἔθος γάρ τι τοῦτʼ ἔχει—καὶ εἴποι ἄν· ὦ ξένε Ἠλεῖε, ἆρʼ οὐ δικαιοσύνῃ δίκαιοί εἰσιν οἱ δίκαιοι;
因为如果你向他演示你刚才提到的关于优美行业的演讲,他听完之后,一旦你停止讲话,他首先不会问别的,只会问关于美的事——因为他有这么个习惯——他会说:‘来自伊利斯的客人,正义的人之所以正义,难道不是因为正义吗?
ἀπόκριναι δή, ὦ Ἱππία, ὡς ἐκείνου ἐρωτῶντος.
’回答吧,希庇阿斯,就像是他在问一样。
ΙΠ. ἀποκρινοῦμαι ὅτι δικαιοσύνῃ.
希庇阿斯:我会回答说是正义。
ΣΩ.
οὐκοῦν ἔστι τι τοῦτο, ἡ δικαιοσύνη;
苏格拉底:那么,这正义是某种存在吗?
ΙΠ. πάνυ γε.
希庇阿斯:确实如此。
ΣΩ.
οὐκοῦν καὶ σοφίᾳ οἱ σοφοί εἰσι σοφοὶ καὶ τῷ ἀγαθῷ πάντα τἀγαθὰ ἀγαθά;
苏格拉底:那么,智者之所以有智慧也是因为智慧,一切善的事物之所以善也是因为善吗?
ΙΠ. πῶς δʼ οὔ;
希庇阿斯:当然。
ΣΩ.
οὖσί γέ τισι τούτοις·
苏格拉底:因为这些确实是某种存在吧?
οὐ γὰρ δήπου μὴ οὖσί γε.
因为它们肯定不是不存在的。
ΙΠ. οὖσι μέντοι.
希庇阿斯:确实存在。
ΣΩ.
ἆρʼ οὖν οὐ καὶ τὰ καλὰ πάντα τῷ καλῷ ἐστι καλά;
苏格拉底:那么,所有美的事物难道不也是因为美而美的吗?
ΙΠ. ναί, τῷ καλῷ.
希庇阿斯:是的,因为美。
ΣΩ.
ὄντι γέ τινι τούτῳ;
苏格拉底:因为这美确实是某种存在吗?
ΙΠ. ὄντι· ἀλλὰ τί γὰρ μέλλει;
希庇阿斯:确实存在;不然还能怎样呢?
ΣΩ.
εἰπὲ δή, ὦ ξένε,
φήσει,
τί ἐστι τοῦτο τὸ καλόν;
苏格拉底:‘那么告诉我,客人,’他会说,‘这个美是什么?
ΙΠ. ἄλλο τι οὖν, ὦ Σώκρατες, ὁ τοῦτο ἐρωτῶν δεῖται πυθέσθαι τί ἐστι καλόν;
’ 希庇阿斯:苏格拉底,问这个问题的人,难道不是想知道‘什么东西是美的’吗?
ΣΩ. οὔ μοι δοκεῖ, ἀλλʼ ὅτι ἐστὶ τὸ καλόν, ὦ Ἱππία.
苏格拉底:我可不这么认为,希庇阿斯,他是想知道‘美本身’是什么。
ΙΠ. καὶ τί διαφέρει τοῦτʼ ἐκείνου;
希庇阿斯:那这和那有什么区别呢?
ΣΩ. οὐδέν σοι δοκεῖ;
苏格拉底:你觉得没有任何区别吗?
ΙΠ. οὐδὲν γὰρ διαφέρει.
希庇阿斯:对啊,因为没有任何区别。
ΣΩ. ἀλλὰ μέντοι δῆλον ὅτι σὺ κάλλιον οἶσθα.
苏格拉底:不过很明显,你了解得更透彻。
ὅμως δέ, ὠγαθέ, ἄθρει· ἐρωτᾷ γάρ σε οὐ τί ἐστι καλόν, ἀλλʼ ὅτι ἐστὶ τὸ καλόν.
尽管如此,我的好朋友,请仔细看:他问你的不是‘什么是美的’,而是‘美是什么’。
ΙΠ. μανθάνω, ὠγαθέ, καὶ ἀποκρινοῦμαί γε αὐτῷ ὅτι ἐστι τὸ καλόν, καὶ οὐ μή ποτε ἐλεγχθῶ.
希庇阿斯:我明白了,我的好朋友,我一定会回答他美是什么,而且我绝不会被驳倒。
ἔστι γάρ, ὦ Σώκρατες, εὖ ἴσθι, εἰ δεῖ τὸ ἀληθὲς λέγειν, παρθένος καλὴ καλόν.
因为,苏格拉底,你要知道,如果要说真话的话,一个美丽的少女就是美的。