Humanitext Reader

柏拉图 · 美诺篇 §98

代达罗斯雕像的比喻与知识和正确意见的区别

第 19 段,共 20 段 · 希腊语

内容简介

苏格拉底用代达罗斯雕像的比喻,解释了正确的意见如何通过“对原因的理性思考”被系住,从而转化为知识并得以保持。随后,他再次确认了先前的共识,即美德既非天生也非后天获得,因而是不可教的。

§98ΣΩ. τῶν ἐκείνου ποιημάτων λελυμένον μὲν ἐκτῆσθαι οὐ πολλῆς τινος ἄξιόν ἐστι τιμῆς, ὥσπερ δραπέτην ἄνθρωπον —οὐ γὰρ παραμένει—δεδεμένον δὲ πολλοῦ ἄξιον·
苏格拉底:在他的作品中,拥有一件没被捆住的,就像拥有一个逃跑的奴隶,不值什么大钱——因为它不会留下来——但被捆住的却值很多钱。
πάνυ γὰρ καλὰ τὰ ἔργα ἐστίν.
因为那些作品是非常美丽的。
πρὸς τί οὖν δὴ λέγω ταῦτα;
那么,我到底是为了什么说起这个?
πρὸς τὰς δόξας τὰς ἀληθεῖς.
是为了真实的意见。
καὶ γὰρ αἱ δόξαι αἱ ἀληθεῖς, ὅσον μὲν ἂν χρόνον παραμένωσιν, καλὸν τὸ χρῆμα καὶ πάντʼ ἀγαθὰ ἐργάζονται· πολὺν δὲ χρόνον οὐκ ἐθέλουσι παραμένειν, ἀλλὰ δραπετεύουσιν ἐκ τῆς ψυχῆς τοῦ ἀνθρώπου, ὥστε οὐ πολλοῦ ἄξιαί εἰσιν, ἕως ἄν τις αὐτὰς δήσῃ αἰτίας λογισμῷ.
因为真实的意见,只要它们停留下来,就是件美妙的事,并能产生一切好结果;但它们不愿停留很长时间,而是从人的灵魂中逃走,所以它们并不值什么钱,直到有人通过对原因的理性思考把它们系住。
τοῦτο δʼ ἐστίν, ὦ Μένων ἑταῖρε, ἀνάμνησις, ὡς ἐν τοῖς πρόσθεν ἡμῖν ὡμολόγηται.
我的朋友美诺,这就是回忆,正如我们先前达成共识的那样。
ἐπειδὰν δὲ δεθῶσιν, πρῶτον μὲν ἐπιστῆμαι γίγνονται, ἔπειτα μόνιμοι· καὶ διὰ ταῦτα δὴ τιμιώτερον ἐπιστήμη ὀρθῆς δόξης ἐστίν, καὶ διαφέρει δεσμῷ ἐπιστήμη ὀρθῆς δόξης.
而一旦它们被捆住,首先它们就变成了知识,然后变得稳定;正是由于这些原因,知识比正确的意见更尊贵,且知识与正确意见的区别就在于锁链。
ΜΕΝ. νὴ τὸν Δία, ὦ Σώκρατες, ἔοικεν τοιούτῳ τινί.
美诺:凭着宙斯,苏格拉底,看起来确实是类似这样的事情。
ΣΩ. καὶ μὴν καὶ ἐγὼ ὡς οὐκ εἰδὼς λέγω, ἀλλὰ εἰκάζων· ὅτι δέ ἐστίν τι ἀλλοῖον ὀρθὴ δόξα καὶ ἐπιστήμη, οὐ πάνυ μοι δοκῶ τοῦτο εἰκάζειν, ἀλλʼ εἴπερ τι ἄλλο φαίην ἂν εἰδέναι—ὀλίγα δʼ ἂν φαίην—ἓν δʼ οὖν καὶ τοῦτο ἐκείνων θείην ἂν ὧν οἶδα.
苏格拉底:而且我确实也不是作为知道的人在说话,而只是在推测;但是正确的意见和知识是某种不同的东西这一点,我并不觉得自己完全是在推测,相反,如果我说自己知道别的什么事情——虽然我会说只有极少数——那么这也会是我列为知道的那些事情之一。
ΜΕΝ. καὶ ὀρθῶς γε, ὦ Σώκρατες, λέγεις.
美诺:你说得很对,苏格拉底。
ΣΩ. τί δέ; τόδε οὐκ ὀρθῶς, ὅτι ἀληθὴς δόξα ἡγουμένη τὸ ἔργον ἑκάστης τῆς πράξεως οὐδὲν χεῖρον ἀπεργάζεται ἢ ἐπιστήμη;
苏格拉底:那么,这难道不对吗:当真实的意见起引导作用时,它所成就的每项行为的结果,并不比知识差?
ΜΕΝ. καὶ τοῦτο δοκεῖς μοι ἀληθῆ λέγειν.
美诺:在这上面你对我也似乎说的是真话。
ΣΩ. οὐδὲν ἄρα ὀρθὴ δόξα ἐπιστήμης χεῖρον οὐδὲ ἧττον ὠφελίμη ἔσται εἰς τὰς πράξεις, οὐδὲ ἁνὴρ ὁ ἔχων ὀρθὴν δόξαν ἢ ὁ ἐπιστήμην.
苏格拉底:因此,为了行为的正确,正确的意见比起知识来毫不逊色,也不会有更少的益处,而持有正确意见的人比起持有知识的人来也毫不逊色。
ΜΕΝ. ἔστι ταῦτα.
美诺:确实如此。
ΣΩ. καὶ μὴν ὅ γε ἀγαθὸς ἀνὴρ ὠφέλιμος ἡμῖν ὡμολόγηται εἶναι.
苏格拉底:而且,好人对我们是有益的,这一点已经被我们同意了。
ΜΕΝ. ναί.
美诺:是的。
ΣΩ. ἐπειδὴ τοίνυν οὐ μόνον διʼ ἐπιστήμην ἀγαθοὶ ἄνδρες ἂν εἶεν καὶ ὠφέλιμοι ταῖς πόλεσιν, εἴπερ εἶεν, ἀλλὰ καὶ διʼ ὀρθὴν δόξαν, τούτοιν δὲ οὐδέτερον φύσει ἐστὶν τοῖς ἀνθρώποις, οὔτε ἐπιστήμη οὔτε δόξα ἀληθής, οὔτʼ ἐπίκτητα—ἢ δοκεῖ σοι φύσει ὁποτερονοῦν αὐτοῖν εἶναι;
苏格拉底:那么,既然人们之所以成为好人并对城邦有益,不仅是通过知识——如果他们真的能成的话——而且也是通过正确的意见,而这两者中没有哪一个是人类天生拥有的,无论知识还是真实的意见,既非天生,也非后天获得的——还是你觉得它们中的任何一个有天生的可能?
ΜΕΝ. οὐκ ἔμοιγε.
美诺:我看没有。
ΣΩ. οὐκοῦν ἐπειδὴ οὐ φύσει, οὐδὲ οἱ ἀγαθοὶ φύσει εἶεν ἄν.
苏格拉底:那么,既然它们不是天生的,好人也就不会是天生的了。
ΜΕΝ. οὐ δῆτα.
美诺:的确不是。
ΣΩ. ἐπειδὴ δέ γε οὐ φύσει, ἐσκοποῦμεν τὸ μετὰ τοῦτο εἰ διδακτόν ἐστιν.
苏格拉底:既然不是天生的,我们在这之后考察了它是否是可教的。
ΜΕΝ. ναί.
美诺:是的。
ΣΩ. οὐκοῦν διδακτὸν ἔδοξεν εἶναι, εἰ φρόνησις ἡ ἀρετή;
苏格拉底:那么,如果美德是智慧,它看起来不就是可教的吗?
ΜΕΝ. ναί.
美诺:是的。
ΣΩ. κἂν εἴ γε διδακτὸν εἴη, φρόνησις ἂν εἶναι;
苏格拉底:而且,如果它确实是可教的,它不就会是智慧吗?
ΜΕΝ. πάνυ γε.
美诺:当然是的。
ΣΩ. καὶ εἰ μέν γε διδάσκαλοι εἶεν, διδακτὸν ἂν εἶναι, μὴ ὄντων δὲ οὐ διδακτόν;
苏格拉底:如果有教师存在,它就是可教的,而如果没有,就是不可教的,对吗?
ΜΕΝ. οὕτω.
美诺:是这样。
ΣΩ. ἀλλὰ μὴν ὡμολογήκαμεν μὴ εἶναι αὐτοῦ διδασκάλους;
苏格拉底:但我们已经同意了它没有教师,不是吗?
ΜΕΝ. ἔστι ταῦτα.
美诺:确实如此。
ΣΩ. ὡμολογήκαμεν ἄρα μήτε διδακτὸν αὐτὸ μήτε φρόνησιν εἶναι;
苏格拉底:那么,我们同意了它既不是可教的,也不是智慧,对吗?
ΜΕΝ. πάνυ γε.
美诺:当然是的。
ΣΩ. ἀλλὰ μὴν ἀγαθόν γε αὐτὸ ὁμολογοῦμεν εἶναι;
苏格拉底:但我们还是同意它是一件好东西,对吗?
ΜΕΝ. ναί.
美诺:是的。
ΣΩ. ὠφέλιμον δὲ καὶ ἀγαθὸν εἶναι τὸ ὀρθῶς ἡγούμενον;
苏格拉底:而且,正确引导的东西是有益且好的,对吗?
ΜΕΝ. πάνυ γε.
美诺:当然是的。

词汇与语法注释

  1. 98aαἰτίας λογισμῷ — 与格 λογισμῷ 表示手段或方式。意为“通过对原因的理性思考/计算”,指明了正确的意见提升为“知识”的决定性因素。
  2. 98bοὐ πάνυ μοι δοκῶ τοῦτο εἰκάζειν — 动词 δοκῶ 连同与格 μοι 表示“我觉得自己……”或“我认为”。这里的 οὐ πάνυ 起到强烈的否定作用(“绝不/完全不”),表明苏格拉底对这一区分深信不疑。
  3. 98bὧν οἶδα — 关系代名词同化的例子。本来作为 οἶδα 的宾语应当是宾格的 ἃ,但受先行词 ἐκείνων 的属格支配,同化成了属格的 ὧν。
  4. 98dοὔτʼ ἐπίκτητα — 形容词 ἐπίκτητος(获得的、后天获得的)的中性复数形式。此处通过“既非天生,也非后天获得”,打破了关于美德获取途径的简单二分法。

引用这一段

柏拉图, 美诺篇 §98. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg024.humanitext-grc2:98

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。