§96ΣΩ. ἐν ἄλλοις δέ γε ὀλίγον μεταβάς,—
"
εἰ δʼ ἦν ποιητόν, φησί, καὶ ἔνθετον ἀνδρὶ νόημα,
"
λέγει πως ὅτι—
"
πολλοὺς ἂν μισθοὺς καὶ μεγάλους ἔφερον
"
οἱ δυνάμενοι τοῦτο ποιεῖν, καὶ—
"
οὔ ποτʼ ἂν ἐξ ἀγαθοῦ πατρὸς ἔγεντο κακός,
πειθόμενος μύθοισι σαόφροσιν.
苏格拉底:但在别的诗句中,稍微转了一下,他说道—— “如果它是可以制造的,”他说,“并且是可以植入人心智的想法,” 他以某种方式说道—— “那些能够做到这一点的人,本会获得许多且巨大的报酬,” 即那些有能力做到这一点的人,而且—— “一个恶劣的孩子绝不会从一个优秀的父亲那里出生,通过听从贤明的劝诫。
ἀλλὰ διδάσκων
οὔ ποτε ποιήσεις τὸν κακὸν ἄνδρʼ ἀγαθόν.
但是通过教导,你永远无法把坏人变成好人。
"
ἐννοεῖς ὅτι αὐτὸς αὑτῳ πάλιν περὶ τῶν αὐτῶν τἀναντία λέγει;
” 你是否注意到,他自己又在同一件事上对自己说了相反的话?
ΜΕΝ. φαίνεται.
美诺:看起来确实如此。
ΣΩ. ἔχεις οὖν εἰπεῖν ἄλλου ὁτουοῦν πράγματος, οὗ οἱ μὲν φάσκοντες διδάσκαλοι εἶναι οὐχ ὅπως ἄλλων διδάσκαλοι ὁμολογοῦνται, ἀλλʼ οὐδὲ αὐτοὶ ἐπίστασθαι, ἀλλὰ πονηροὶ εἶναι περὶ αὐτὸ τοῦτο τὸ πρᾶγμα οὗ φασι διδάσκαλοι εἶναι, οἱ δὲ ὁμολογούμενοι αὐτοὶ καλοὶ κἀγαθοὶ τοτὲ μέν φασιν αὐτὸ διδακτὸν εἶναι, τοτὲ δὲ οὔ;
苏格拉底:那么,关于任何其他事情,你能否说出一个例子:那些声称是教师的人不仅不被承认是他人的教师,甚至他们自己也不懂得它,反而在这件他们自称是教师的事情本身上表现得很差劲,而那些被承认是贤人君子的人,有时说它是可教的,有时又说不是?
τοὺς οὖν οὕτω τεταραγμένους περὶ ὁτουοῦν φαίης ἂν σὺ κυρίως διδασκάλους εἶναι;
那么,对于任何事情如此混乱的人,你会说他们是真正意义上的教师吗?
ΜΕΝ. μὰ Δίʼ οὐκ ἔγωγε.
美诺:凭着宙斯,我绝不这么说。
ΣΩ. οὐκοῦν εἰ μήτε οἱ σοφισταὶ μήτε οἱ αὐτοὶ καλοὶ κἀγαθοὶ ὄντες διδάσκαλοί εἰσι τοῦ πράγματος, δῆλον ὅτι οὐκ ἂν ἄλλοι γε;
苏格拉底:那么,如果既不是智者,也不是那些本身是贤人君子的人成为这件事的教师,显然其他任何人都不可能是了吧?
ΜΕΝ. οὔ μοι δοκεῖ.
美诺:我看不会有人了。
ΣΩ. εἰ δέ γε μὴ διδάσκαλοι, οὐδὲ μαθηταί;
苏格拉底:如果没有教师,也就没有学生了吗?
ΜΕΝ. δοκεῖ μοι ἔχειν ὡς λέγεις.
美诺:在我看来,正如你所说。
ΣΩ. ὡμολογήκαμεν δέ γε, πράγματος οὗ μήτε διδάσκαλοι μήτε μαθηταὶ εἶεν, τοῦτο μηδὲ διδακτὸν εἶναι;
苏格拉底:而我们已经同意,对于一件既没有教师也没有学生的事情,它也就是不可教的,不是吗?
ΜΕΝ. ὡμολογήκαΜΕΝ.
ΣΩ. οὐκοῦν ἀρετῆς οὐδαμοῦ φαίνονται διδάσκαλοι; ΜΕΝ. ἔστι ταῦτα.
美诺:我们同意了。 苏格拉底:那么,哪里都看不到有美德的教师,对吗? 美诺:确实如此。
ΣΩ. εἰ δέ γε μὴ διδάσκαλοι, οὐδὲ μαθηταί;
苏格拉底:如果没有教师,也就没有学生了吗?
ΜΕΝ. φαίνεται οὕτως.
美诺:看起来是这样。
ΣΩ. ἀρετὴ ἄρα οὐκ ἂν εἴη διδακτόν;
苏格拉底:那么,美德就不是可教的了吗?
ΜΕΝ. οὐκ ἔοικεν, εἴπερ ὀρθῶς ἡμεῖς ἐσκέμμεθα. ὥστε καὶ θαυμάζω δή, ὦ Σώκρατες, πότερόν ποτε οὐδʼ εἰσὶν ἀγαθοὶ ἄνδρες, ἢ τίς ἂν εἴη τρόπος τῆς γενέσεως τῶν ἀγαθῶν γιγνομένων.
美诺:看起来不像,如果我们先前的考察是正确的话。 所以我真的很想知道,苏格拉底,究竟是否真的存在过好人,以及那些变好的人,他们产生的途径会是什么。
ΣΩ. κινδυνεύομεν, ὦ Μένων, ἐγώ τε καὶ σὺ φαῦλοί τινες εἶναι ἄνδρες, καὶ σέ τε Γοργίας οὐχ ἱκανῶς πεπαιδευκέναι καὶ ἐμὲ Πρόδικος.
苏格拉底:美诺,看来你和我都是些不中用的人,高尔吉亚对你教育得不够,普罗迪科斯对我也同样不够。
παντὸς μᾶλλον οὖν προσεκτέον τὸν νοῦν ἡμῖν αὐτοῖς, καὶ ζητητέον ὅστις ἡμᾶς ἑνί γέ τῳ τρόπῳ βελτίους ποιήσει· λέγω δὲ ταῦτα ἀποβλέψας πρὸς τὴν ἄρτι ζήτησιν, ὡς ἡμᾶς ἔλαθεν καταγελάστως ὅτι οὐ μόνον ἐπιστήμης ἡγουμένης ὀρθῶς τε καὶ εὖ τοῖς ἀνθρώποις πράττεται τὰ πράγματα, ᾗ ἴσως καὶ διαφεύγει ἡμᾶς τὸ γνῶναι τίνα ποτὲ τρόπον γίγνονται οἱ ἀγαθοὶ ἄνδρες.
因此,我们最需要关切我们自己,并寻找谁能以某种方式使我们变得更好;我之所以这么说,是因为回顾刚才的探究,我们多么可笑地忽视了:并不是只有在知识的指导下,人们的事情才能做得正确和好,而这也许正是为什么“好人是如何产生的”这一认识一直避开我们的原因。
ΜΕΝ. πῶς τοῦτο λέγεις, ὦ Σώκρατες;
美诺:苏格拉底,你这是什么意思?
§97ΣΩ. ὧδε· ὅτι μὲν τοὺς ἀγαθοὺς ἄνδρας δεῖ ὠφελίμους εἶναι, ὀρθῶς ὡμολογήκαμεν τοῦτό γε ὅτι οὐκ ἂν ἄλλως ἔχοι·
苏格拉底:像这样:好人必定是有益的,对于这一点我们正确地达成了同意,因为情况不可能不是这样;不是吗?
ἦ γάρ; ΜΕΝ. ναί.
美诺:是的。
ΣΩ. καὶ ὅτι γε ὠφέλιμοι ἔσονται, ἂν ὀρθῶς ἡμῖν ἡγῶνται τῶν πραγμάτων, καὶ τοῦτό που καλῶς ὡμολογοῦμεν;
苏格拉底:而且,如果他们正确地为我们指导事务,他们就会是有益的,对于这一点我们也达成了一致,对吧?
ΜΕΝ. ναί.
美诺:是的。
ΣΩ. ὅτι δʼ οὐκ ἔστιν ὀρθῶς ἡγεῖσθαι, ἐὰν μὴ φρόνιμος ᾖ, τοῦτο ὅμοιοί ἐσμεν οὐκ ὀρθῶς ὡμολογηκόσιν.
苏格拉底:但是,“除非一个人有智慧,否则就不可能正确地指导”这一点,我们似乎同意得不正确。
ΜΕΝ. πῶς δὴ λέγεις;
美诺:你到底是什么意思?
ΣΩ. ἐγὼ ἐρῶ.
苏格拉底:我来告诉你。
εἰ εἰδὼς τὴν ὁδὸν τὴν εἰς Λάρισαν ἢ ὅποι βούλει ἄλλοσε βαδίζοι καὶ ἄλλοις ἡγοῖτο, ἄλλο τι ὀρθῶς ἂν καὶ εὖ ἡγοῖτο;
如果一个知道去拉里萨或者任何你想要去的地方的路的人,他走去并为他人领路,他难道不是正确且很好地领路吗?
ΜΕΝ. πάνυ γε.
美诺:当然是的。
ΣΩ. τί δʼ εἴ τις ὀρθῶς μὲν δοξάζων ἥτις ἐστὶν ἡ ὁδός, ἐληλυθὼς δὲ μὴ μηδʼ ἐπιστάμενος, οὐ καὶ οὗτος ἂν ὀρθῶς ἡγοῖτο;
苏格拉底:那如果有人对哪条是路有着正确的意见(看法),虽然从未去过,也不真正懂得,难道你不也一样能正确地领路吗?
ΜΕΝ. πάνυ γε.
美诺:当然是的。
ΣΩ. καὶ ἕως γʼ ἄν που ὀρθὴν δόξαν ἔχῃ περὶ ὧν ὁ ἕτερος ἐπιστήμην, οὐδὲν χείρων ἡγεμὼν ἔσται, οἰόμενος μὲν ἀληθῆ, φρονῶν δὲ μή, τοῦ τοῦτο φρονοῦντος.
苏格拉底:只要他对于另一人拥有知识的事物持有正确的意见,那么即便他只是相信真实的事而非拥有智慧,比起那个对此拥有智慧的人,他作为向导也毫不逊色,不是吗?
ΜΕΝ. οὐδὲν γάρ.
美诺:确实毫不逊色。
ΣΩ. δόξα ἄρα ἀληθὴς πρὸς ὀρθότητα πράξεως οὐδὲν χείρων ἡγεμὼν φρονήσεως·
苏格拉底:因此,为了行为的正确,正确的意见作为引导者并不比智慧差。
καὶ τοῦτό ἐστιν ὃ νυνδὴ παρελείπομεν ἐν τῇ περὶ τῆς ἀρετῆς σκέψει ὁποῖόν τι εἴη, λέγοντες ὅτι φρόνησις μόνον ἡγεῖται τοῦ ὀρθῶς πράττειν· τὸ δὲ ἄρα καὶ δόξα ἦν ἀληθής.
而这正是我们刚才在关于美德的考察中遗漏的,即它是什么样的事物,当时我们说只有智慧引导正确的行为;但实际上,正确的意见也同样做到了这一点。
ΜΕΝ. ἔοικέ γε.
美诺:确实如此。
ΣΩ. οὐδὲν ἄρα ἧττον ὠφέλιμόν ἐστιν ὀρθὴ δόξα ἐπιστήμης.
苏格拉底:那么,正确的意见比起知识来,同样是有益的。
ΜΕΝ. τοσούτῳ γε, ὦ Σώκρατες, ὅτι ὁ μὲν τὴν ἐπιστήμην ἔχων ἀεὶ ἂν ἐπιτυγχάνοι, ὁ δὲ τὴν ὀρθὴν δόξαν τοτὲ μὲν ἂν τυγχάνοι, τοτὲ δʼ οὔ.
美诺:只不过在这一点上有所不同,苏格拉底:拥有知识的人总是能成功,而持有正确意见的人有时能成功,有时却不能。
ΣΩ. πῶς λέγεις;
苏格拉底:你这是什么意思?
ὁ ἀεὶ ἔχων ὀρθὴν δόξαν οὐκ ἀεὶ ἂν τυγχάνοι, ἕωσπερ ὀρθὰ δοξάζοι;
那个始终持有正确意见的人,只要他持有正确的意见,难道不会始终成功吗?
ΜΕΝ. ἀνάγκη μοι φαίνεται· ὥστε θαυμάζω, ὦ Σώκρατες, τούτου οὕτως ἔχοντος, ὅτι δή ποτε πολὺ τιμιωτέρα ἡ ἐπιστήμη τῆς ὀρθῆς δόξης, καὶ διʼ ὅτι τὸ μὲν ἕτερον, τὸ δὲ ἕτερόν ἐστιν αὐτῶν.
美诺:在我看来这确实是必然的;所以,苏格拉底,既然如此,我真感到奇怪:为什么知识会比正确的意见要尊贵得多,以及为什么其中一个是这一个,而另一个又是那一个。
ΣΩ. οἶσθα οὖν διʼ ὅτι θαυμάζεις, ἢ ἐγώ σοι εἴπω;
苏格拉底:那么,你知道你为什么感到奇怪吗,还是让我来告诉你?
ΜΕΝ. πάνυ γʼ εἰπέ.
美诺:请务必告诉我。
ΣΩ. ὅτι τοῖς Δαιδάλου ἀγάλμασιν οὐ προσέσχηκας τὸν νοῦν· ἴσως δὲ οὐδʼ ἔστιν παρʼ ὑμῖν.
苏格拉底:因为你没有关注代达罗斯的雕像;不过,也许你们那里根本没有。
ΜΕΝ. πρὸς τί δὲ δὴ τοῦτο λέγεις;
美诺:你到底是为了什么说起这个?
ΣΩ. ὅτι καὶ ταῦτα, ἐὰν μὲν μὴ δεδεμένα ᾖ, ἀποδιδράσκει καὶ δραπετεύει, ἐὰν δὲ δεδεμένα, παραμένει.
苏格拉底:因为这些雕像如果没被捆住,就会跑掉、逃走,但如果被捆住了,就会留下来。
ΜΕΝ. τί οὖν δή;
美诺:那又怎么样呢?