Humanitext Reader

柏拉图 · 美诺篇 §99-100

作为神圣赐予的美德与对话的结局

第 20 段,共 20 段 · 希腊语

内容简介

苏格拉底论证道,美德的引导并非来自知识,而是来自作为神圣赐予的正确意见,政治家就像受神启示的预言者一样引导国家。他指出必须先探究美德本身是什么,并以此结束了与美诺的对话。

§99ΣΩ. ὀρθῶς δέ γε ἡγεῖσθαι δύο ὄντα ταῦτα μόνα, δόξαν τε ἀληθῆ καὶ ἐπιστήμην, ἃ ἔχων ἄνθρωπος ὀρθῶς ἡγεῖται— τὰ γὰρ ἀπὸ τύχης τινὸς ὀρθῶς γιγνόμενα οὐκ ἀνθρωπίνῃ ἡγεμονίᾳ γίγνεται—ὧν δὲ ἄνθρωπος ἡγεμών ἐστιν ἐπὶ τὸ ὀρθόν, δύο ταῦτα, δόξα ἀληθὴς καὶ ἐπιστήμη.
苏格拉底:的确,能进行正确引导的,只有这两样东西:真实的意见和知识。 人拥有它们就能进行正确的引导。 因为凡是靠某种运气而正确发生的事,并不是在人的引导下发生的;但在人引导向正确方向的事情中,只有这两样,即真实的意见和知识。
ΜΕΝ. δοκεῖ μοι οὕτω.
美诺:我看也是这样。
ΣΩ. οὐκοῦν ἐπειδὴ οὐ διδακτόν ἐστιν, οὐδʼ ἐπιστήμη δὴ ἔτι γίγνεται ἡ ἀρετή;
苏格拉底:那么,既然它不是可教的,美德也就不再是知识了,不是吗?
ΜΕΝ. οὐ φαίνεται.
美诺:看来不是。
ΣΩ. δυοῖν ἄρα ὄντοιν ἀγαθοῖν καὶ ὠφελίμοιν τὸ μὲν ἕτερον ἀπολέλυται, καὶ οὐκ ἂν εἴη ἐν πολιτικῇ πράξει ἐπιστήμη ἡγεμών.
苏格拉底:那么,在两样既好又有益的东西中,其中一个已经被排除了,知识不会是政治活动中的引导者。
ΜΕΝ. οὔ μοι δοκεῖ.
美诺:我看不会。
ΣΩ. οὐκ ἄρα σοφίᾳ τινὶ οὐδὲ σοφοὶ ὄντες οἱ τοιοῦτοι ἄνδρες ἡγοῦντο ταῖς πόλεσιν, οἱ ἀμφὶ Θεμιστοκλέα τε καὶ οὓς ἄρτι Ἄνυτος ὅδε ἔλεγεν· διὸ δὴ καὶ οὐχ οἷοί τε ἄλλους ποιεῖν τοιούτους οἷοι αὐτοί εἰσι, ἅτε οὐ διʼ ἐπιστήμην ὄντες τοιοῦτοι.
苏格拉底:因此,像特米斯托克勒那一类人,以及刚才这位阿尼图斯所说的那些人,这些杰出的人物并不是凭着某种智慧,也不是因为自己聪明而引导城邦的;这也正是他们无法使别人变得像他们自己一样的原因,因为他们自己并不是凭借知识才成为那样的人的。
ΜΕΝ. ἔοικεν οὕτως ἔχειν, ὦ Σώκρατες, ὡς λέγεις.
美诺:苏格拉底,事情似乎就像你说的这样。
ΣΩ. οὐκοῦν εἰ μὴ ἐπιστήμῃ, εὐδοξίᾳ δὴ τὸ λοιπὸν γίγνεται·
苏格拉底:那么,如果不是凭借知识,剩下的就只有凭借正确的意见了。
ᾗ οἱ πολιτικοὶ ἄνδρες χρώμενοι τὰς πόλεις ὀρθοῦσιν, οὐδὲν διαφερόντως ἔχοντες πρὸς τὸ φρονεῖν ἢ οἱ χρησμῳδοί τε καὶ οἱ θεομάντεις·
政治家们正是利用它来治理城邦的,他们在智慧上与神谕宣示者和神圣的占卜者没有任何区别。
καὶ γὰρ οὗτοι ἐνθουσιῶντες λέγουσιν μὲν ἀληθῆ καὶ πολλά, ἴσασι δὲ οὐδὲν ὧν λέγουσιν.
因为这些人也是在神灵附体的状态下,虽然说出了许多真实的大事,但对自己所说的话却一无所知。
ΜΕΝ. κινδυνεύει οὕτως ἔχειν.
美诺:看来很可能是这样。
ΣΩ. οὐκοῦν, ὦ Μένων, ἄξιον τούτους θείους καλεῖν τοὺς ἄνδρας, οἵτινες νοῦν μὴ ἔχοντες πολλὰ καὶ μεγάλα κατορθοῦσιν ὧν πράττουσι καὶ λέγουσι;
苏格拉底:那么,美诺,我们难道不应该称那些没有理性、却在言行中成就了许多宏图伟业的人为神圣的人吗?
ΜΕΝ. πάνυ γε.
美诺:当然是的。
ΣΩ. ὀρθῶς ἄρʼ ἂν καλοῖμεν θείους τε οὓς νυνδὴ ἐλέγομεν χρησμῳδοὺς καὶ μάντεις καὶ τοὺς ποιητικοὺς ἅπαντας·
苏格拉底:那么,我们把刚才所说的神谕宣示者、占卜者以及所有的诗人称为神圣的人,就是正确的了。
καὶ τοὺς πολιτικοὺς οὐχ ἥκιστα τούτων φαῖμεν ἂν θείους τε εἶναι καὶ ἐνθουσιάζειν, ἐπίπνους ὄντας καὶ κατεχομένους ἐκ τοῦ θεοῦ, ὅταν κατορθῶσι λέγοντες πολλὰ καὶ μεγάλα πράγματα, μηδὲν εἰδότες ὧν λέγουσιν.
而我们也可以说,政治家们绝不比这些人逊色,他们同样是神圣的、神灵附体的,被神灵吹入灵气并被其支配。 当他们说出许多宏图伟业而取得成功时,对自己所说的话却一无所知。
ΜΕΝ. πάνυ γε.
美诺:当然是的。
ΣΩ. καὶ αἵ γε γυναῖκες δήπου, ὦ Μένων, τοὺς ἀγαθοὺς ἄνδρας θείους καλοῦσι· καὶ οἱ Λάκωνες ὅταν τινὰ ἐγκωμιάζωσιν ἀγαθὸν ἄνδρα, θεῖος ἀνήρ, φασίν, οὗτος.
苏格拉底:而且,美诺,妇女们想必也称好人为“神圣的人”;拉栖代梦人在赞美某个好人时也会说: “神圣的人,这位。
ΜΕΝ. καὶ φαίνονταί γε, ὦ Σώκρατες, ὀρθῶς λέγειν. καίτοι ἴσως Ἄνυτος ὅδε σοι ἄχθεται λέγοντι.
” 美诺:而且苏格拉底,他们看起来说得很对。 不过,也许这里的阿尼图斯听到你这么说会很不高兴。
§100ΣΩ. οὐδὲν μέλει ἔμοιγε.
苏格拉底:我一点也不在乎。
τούτῳ μέν, ὦ Μένων, καὶ αὖθις διαλεξόμεθα·
关于他,美诺,我们以后还可以再谈。
εἰ δὲ νῦν ἡμεῖς ἐν παντὶ τῷ λόγῳ τούτῳ καλῶς ἐζητήσαμέν τε καὶ ἐλέγομεν, ἀρετὴ ἂν εἴη οὔτε φύσει οὔτε διδακτόν, ἀλλὰ θείᾳ μοίρᾳ παραγιγνομένη ἄνευ νοῦ οἷς ἂν παραγίγνηται, εἰ μή τις εἴη τοιοῦτος τῶν πολιτικῶν ἀνδρῶν οἷος καὶ ἄλλον ποιῆσαι πολιτικόν.
但是,如果我们在整个这场讨论中探究和谈论得正确,那么美德既非天生,也非可教,而是不凭理性、通过神圣的赐予而临到那些获得它的人身上的——除非政治家中有人能把别人也培养成政治家。
εἰ δὲ εἴη, σχεδὸν ἄν τι οὗτος λέγοιτο τοιοῦτος ἐν τοῖς ζῶσιν οἷον ἔφη Ὅμηρος ἐν τοῖς τεθνεῶσιν τὸν Τειρεσίαν εἶναι, λέγων περὶ αὐτοῦ, ὅτι οἶος πέπνυται τῶν ἐν Ἅιδου, τοὶ δὲ σκιαὶ ἀίσσουσι.
如果有这样的人,他活在人世间,就几乎可以说是像荷马所说的死人中的提瑞西阿斯一样。 荷马谈到他时说:“冥府之中唯独他保有智慧,而其余的只是飘忽的阴影。
ταὐτὸν ἂν καὶ ἐνθάδε ὁ τοιοῦτος ὥσπερ παρὰ σκιὰς ἀληθὲς ἂν πρᾶγμα εἴη πρὸς ἀρετήν.
”同样,在人世间,这样的人相对于美德而言,也就像是阴影中的真实存在一样。
ΜΕΝ. κάλλιστα δοκεῖς μοι λέγειν, ὦ Σώκρατες.
美诺:苏格拉底,我觉得你说得太好了。
ΣΩ. ἐκ μὲν τοίνυν τούτου τοῦ λογισμοῦ, ὦ Μένων, θείᾳ μοίρᾳ ἡμῖν φαίνεται παραγιγνομένη ἡ ἀρετὴ οἷς ἂν παραγίγνηται·
苏格拉底:那么,美诺,根据这个推论,美德似乎是通过神圣的赐予而临到那些获得它的人身上的。
τὸ δὲ σαφὲς περὶ αὐτοῦ εἰσόμεθα τότε, ὅταν πρὶν ᾧτινι τρόπῳ τοῖς ἀνθρώποις παραγίγνεται ἀρετή, πρότερον ἐπιχειρήσωμεν αὐτὸ καθʼ αὑτὸ ζητεῖν τί ποτʼ ἔστιν ἀρετή.
但是,关于美德的确切真相,只有等我们在探讨美德是以何种方式临到人类身上之前,先着手去探究美德本身到底是什么的时候,我们才能知晓。
νῦν δʼ ἐμοὶ μὲν ὥρα ποι ἰέναι, σὺ δὲ ταὐτὰ ταῦτα ἅπερ αὐτὸς πέπεισαι πεῖθε καὶ τὸν ξένον τόνδε Ἄνυτον, ἵνα πρᾳότερος ᾖ· ὡς ἐὰν πείσῃς τοῦτον, ἔστιν ὅτι καὶ Ἀθηναίους ὀνήσεις.
不过现在,是我该去某个地方的时候了,而你,要去说服你的这位客人阿尼图斯,让他也相信你自己已经被说服了的这些道理,好让他变得温和一些;因为如果你说服了他,你在某种程度上也会使雅典人受益。

词汇与语法注释

  1. 99aὀρθῶς δέ γε ἡγεῖσθαι δύο ὄντα ταῦτα μόνα — 延续自 98e 的“我们同意”(ὁμολογοῦμεν)的间接引语不定式。主语是不定式短语 ὀρθῶς ἡγεῖσθαι(正确引导),而 δύο ὄντα ταῦτα μόνα(唯有这两者存在)为谓语。
  2. 99bδυοῖν ἄρα ὄντοιν ἀγαθοῖν καὶ ὠφελίμοιν τὸ μὲν ἕτερον ἀπολέλυται — “δυοῖν ... ὠφελίμοιν” 虽然可以解释为属格独立结构,但更自然的是作为表示分离的属格,修饰被动动词 “ἀπολέλυται”(被释放/排除),意思是“在两样既好又有益的东西中,其中一个已被排除”。
  3. 100aτὸν Τειρεσίαν εἶναι — 作为 “ἔφη”(说)的宾语的对格不定式结构,意思是“(荷马说)提瑞西阿斯(在死者中)存在”。
  4. 100bπρὶν ... πρότερον — “πρὶν”(在……之前)与 “πρότερον”(首先/预先)相关联使用,强调了逻辑和时间顺序:“在[探讨]美德是以何种方式……之前,我们首先[着手探究]”。

引用这一段

柏拉图, 美诺篇 §99-100. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg024.humanitext-grc2:99-100

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。