Humanitext Reader

柏拉图 · 美诺篇 §94-95

杰出政治家之子与塞奥格尼斯诗中的美德

第 17 段,共 20 段 · 希腊语

内容简介

苏格拉底以阿里斯泰德和伯里克利等杰出政治家未能将美德传授给儿子为例,引发了阿纽特斯的愤怒;在阿纽特斯离去后,苏格拉底与美诺继续探讨智者以及诗人塞奥格尼斯的诗作中关于美德是否可教的矛盾看法。

§94ΣΩ. οὗτος μὲν δή σοι τοιοῦτος διδάσκαλος ἀρετῆς, ὃν καὶ σὺ ὁμολογεῖς ἐν τοῖς ἄριστον τῶν προτέρων εἶναι·
苏格拉底:这样看来,这位就是你所认为的那种美德教师,而你自已也承认他是先人中最好的人之一。
ἄλλον δὲ δὴ σκεψώμεθα, Ἀριστείδην τὸν Λυσιμάχου· ἢ τοῦτον οὐχ ὁμολογεῖς ἀγαθὸν γεγονέναι;
但让我们再看看另外一个人,吕西马科斯之子阿里斯泰德;难道你不承认他也是一个优秀的人吗?
ΑΝ. ἔγωγε, πάντως δήπου.
阿纽特斯:我承认,这当然毫无疑问。
ΣΩ. οὐκοῦν καὶ οὗτος τὸν ὑὸν τὸν αὑτοῦ Λυσίμαχον, ὅσα μὲν διδασκάλων εἴχετο, κάλλιστα Ἀθηναίων ἐπαίδευσε, ἄνδρα δὲ βελτίω δοκεῖ σοι ὁτουοῦν πεποιηκέναι;
苏格拉底:那么他也让他的儿子吕西马科斯在一切依赖教师的事情上接受了雅典人中最优秀的教育,但你认为他把他培养成了一个比任何人都更好的人了吗?
τούτῳ γάρ που καὶ συγγέγονας καὶ ὁρᾷς οἷός ἐστιν.
因为你想必也曾与他交往,并看到了他是怎样的人。
εἰ δὲ βούλει, Περικλέα, οὕτως μεγαλοπρεπῶς σοφὸν ἄνδρα, οἶσθʼ ὅτι δύο ὑεῖς ἔθρεψε, Πάραλον καὶ Ξάνθιππον;
或者如果你愿意,伯里克利,这位如此气宇非凡的智慧之人,你知道他曾抚养了两个儿子,帕拉洛斯和克桑提波斯吗?
ΑΝ. ἔγωγε.
阿纽特斯:我知道。
ΣΩ. τούτους μέντοι, ὡς οἶσθα καὶ σύ, ἱππέας μὲν ἐδίδαξεν οὐδενὸς χείρους Ἀθηναίων, καὶ μουσικὴν καὶ ἀγωνίαν καὶ τἆλλα ἐπαίδευσεν ὅσα τέχνης ἔχεται οὐδενὸς χείρους· ἀγαθοὺς δὲ ἄρα ἄνδρας οὐκ ἐβούλετο ποιῆσαι;
苏格拉底:然而正如你所知,他教导他们成为不亚于任何雅典人的骑手,并在音乐、竞技以及其他一切依赖技术的事务上教育他们不亚于任何人;难道他却不想把他们培养成优秀的人吗?
δοκῶ μέν, ἐβούλετο, ἀλλὰ μὴ οὐκ ᾖ διδακτόν.
我想他是想的,但也许美德是不可教的。
ἵνα δὲ μὴ ὀλίγους οἴῃ καὶ τοὺς φαυλοτάτους Ἀθηναίων ἀδυνάτους γεγονέναι τοῦτο τὸ πρᾶγμα, ἐνθυμήθητι ὅτι Θουκυδίδης αὖ δύο ὑεῖς ἔθρεψεν, Μελησίαν καὶ Στέφανον, καὶ τούτους ἐπαίδευσεν τά τε ἄλλα εὖ καὶ ἐπάλαισαν κάλλιστα Ἀθηναίων—τὸν μὲν γὰρ Ξανθίᾳ ἔδωκε, τὸν δὲ Εὐδώρῳ· οὗτοι δέ που ἐδόκουν τῶν τότε κάλλιστα παλαίειν—ἢ οὐ μέμνησαι;
为了不让你以为只有少数几个且最无足轻重的雅典人才在这件事上无能为力,请你想想,修昔底德也曾抚养过两个儿子,梅莱西亚斯和斯特凡诺斯,并在其他事情上把他们教育得很好,而且他们摔跤在雅典人中是最好的——因为他把一个交给了克桑提亚斯,另一个交给了欧多洛斯,而我想这些人被认为是当时摔跤最好的人——难道你不记得了吗?
ΑΝ. ἔγωγε, ἀκοῇ.
阿纽特斯:我知道,是听说的。
ΣΩ. οὐκοῦν δῆλον ὅτι οὗτος οὐκ ἄν ποτε, οὗ μὲν ἔδει δαπανώμενον διδάσκειν, ταῦτα μὲν ἐδίδαξε τοὺς παῖδας τοὺς αὑτοῦ, οὗ δὲ οὐδὲν ἔδει ἀναλώσαντα ἀγαθοὺς ἄνδρας ποιῆσαι, ταῦτα δὲ οὐκ ἐδίδαξεν, εἰ διδακτὸν ἦν;
苏格拉底:那么,这难道不明显吗:凡是需要花钱传授的地方,他都让自己的孩子学了,但凡是不需要花费任何东西就能把他们培养成优秀之人的地方,如果这是可教的,他却不教给他们?
ἀλλὰ γὰρ ἴσως ὁ Θουκυδίδης φαῦλος ἦν, καὶ οὐκ ἦσαν αὐτῷ πλεῖστοι φίλοι Ἀθηναίων καὶ τῶν συμμάχων;
但也许修昔底德是个无足轻重的人,他在雅典人和盟友中没有很多朋友?
καὶ οἰκίας μεγάλης ἦν καὶ ἐδύνατο μέγα ἐν τῇ πόλει καὶ ἐν τοῖς ἄλλοις Ἕλλησιν, ὥστε εἴπερ ἦν τοῦτο διδακτόν, ἐξευρεῖν ἂν ὅστις ἔμελλεν αὐτοῦ τοὺς ὑεῖς ἀγαθοὺς ποιήσειν, ἢ τῶν ἐπιχωρίων τις ἢ τῶν ξένων, εἰ αὐτὸς μὴ ἐσχόλαζεν διὰ τὴν τῆς πόλεως ἐπιμέλειαν.
其实他出身名门,在城邦和其他希腊人中都有很大的权势,所以如果这件事是可教的,即使他自己因为忙于城邦事务而没有闲暇,他也会找出能够把他的儿子们培养成优秀之人的那个人,无论是本地人还是外邦人。
ἀλλὰ γάρ, ὦ ἑταῖρε Ἄνυτε, μὴ οὐκ ᾖ διδακτὸν ἀρετή.
但是,阿纽特斯朋友,也许美德确实是不可教的。
§95ΑΝ. ὦ Σώκρατες, ῥᾳδίως μοι δοκεῖς κακῶς λέγειν ἀνθρώπους.
阿纽特斯:苏格拉底,在我看来你很容易说别人的坏话。
ἐγὼ μὲν οὖν ἄν σοι συμβουλεύσαιμι, εἰ ἐθέλεις ἐμοὶ πείθεσθαι, εὐλαβεῖσθαι· ὡς ἴσως μὲν καὶ ἐν ἄλλῃ πόλει ῥᾷόν ἐστιν κακῶς ποιεῖν ἀνθρώπους ἢ εὖ, ἐν τῇδε δὲ καὶ πάνυ· οἶμαι δὲ σὲ καὶ αὐτὸν εἰδέναι.
如果愿意听我的话,我会建议你多加小心;因为在别的城邦,作恶害人也许也比行善助人容易,而在这座城邦,更是如此;我想你自己也明白这一点。
ΣΩ. ὦ Μένων, Ἄνυτος μέν μοι δοκεῖ χαλεπαίνειν, καὶ οὐδὲν θαυμάζω· οἴεται γάρ με πρῶτον μὲν κακηγορεῖν τούτους τοὺς ἄνδρας, ἔπειτα ἡγεῖται καὶ αὐτὸς εἶναι εἷς τούτων.
苏格拉底:美诺,阿纽特斯似乎对我生气了,我一点也不觉得奇怪;因为他一方面认为我在诋毁这些贤人,另一方面也认为他自己就是其中之一。
ἀλλʼ οὗτος μὲν ἐάν ποτε γνῷ οἷόν ἐστιν τὸ κακῶς λέγειν, παύσεται χαλεπαίνων, νῦν δὲ ἀγνοεῖ·
但是,如果他有一天明白什么才是真正的‘说坏话’,他就会停止生气,但现在他还不知道。
σὺ δέ μοι εἰπέ, οὐ καὶ παρʼ ὑμῖν εἰσιν καλοὶ κἀγαθοὶ ἄνδρες;
你倒告诉我:在你们那里,不也有贤人君子吗?
ΜΕΝ. πάνυ γε.
美诺:当然有。
ΣΩ. τί οὖν;
苏格拉底:那又如何?
ἐθέλουσιν οὗτοι παρέχειν αὑτοὺς διδασκάλους τοῖς νέοις, καὶ ὁμολογεῖν διδάσκαλοί τε εἶναι καὶ διδακτὸν ἀρετήν;
他们愿意把自己作为青年人的教师,并且承认他们自己是教师、美德是可教的吗?
ΜΕΝ. οὐ μὰ τὸν Δία, ὦ Σώκρατες, ἀλλὰ τοτὲ μὲν ἂν αὐτῶν ἀκούσαις ὡς διδακτόν, τοτὲ δὲ ὡς οὔ.
美诺:凭着宙斯,绝非如此,苏格拉底。 相反,你有时会听见他们说这是可教的,有时又说不是。
ΣΩ. φῶμεν οὖν τούτους διδασκάλους εἶναι τούτου τοῦ πράγματος, οἷς μηδὲ αὐτὸ τοῦτο ὁμολογεῖται;
苏格拉底:那么,当连这件事情本身都还没有被他们承认的时候,我们能说他们是这一学科的教师吗?
ΜΕΝ. οὔ μοι δοκεῖ, ὦ Σώκρατες.
美诺:我不这么认为,苏格拉底。
ΣΩ. τί δὲ δή; οἱ σοφισταί σοι οὗτοι, οἵπερ μόνοι ἐπαγγέλλονται, δοκοῦσι διδάσκαλοι εἶναι ἀρετῆς;
苏格拉底:那么,这些惟一公开声称可以教美德的智者,在你看来是美德的教师吗?
ΜΕΝ. καὶ Γοργίου μάλιστα, ὦ Σώκρατες, ταῦτα ἄγαμαι, ὅτι οὐκ ἄν ποτε αὐτοῦ τοῦτο ἀκούσαις ὑπισχνουμένου, ἀλλὰ καὶ τῶν ἄλλων καταγελᾷ, ὅταν ἀκούσῃ ὑπισχνουμένων·
美诺:在这方面,苏格拉底,我特别佩服高尔吉亚,因为你永远听不到他承诺这一点,甚至当他听到别人做出这种承诺时还会嘲笑他们。
ἀλλὰ λέγειν οἴεται δεῖν ποιεῖν δεινούς.
相反,他认为应该把人们培养成能言善辩的人。
ΣΩ. οὐδʼ ἄρα σοὶ δοκοῦσιν οἱ σοφισταὶ διδάσκαλοι εἶναι;
苏格拉底:那么,在你看来,智者也不是教师吗?
ΜΕΝ. οὐκ ἔχω λέγειν, ὦ Σώκρατες.
美诺:我不知道该怎么说,苏格拉底。
καὶ γὰρ αὐτὸς ὅπερ οἱ πολλοὶ πέπονθα· τοτὲ μέν μοι δοκοῦσιν, τοτὲ δὲ οὔ.
因为我自己也和大多数人有着同样的经历:有时我觉得他们是,有时又觉得不是。
ΣΩ. οἶσθα δὲ ὅτι οὐ μόνον σοί τε καὶ τοῖς ἄλλοις τοῖς πολιτικοῖς τοῦτο δοκεῖ τοτὲ μὲν εἶναι διδακτόν, τοτὲ δʼ οὔ, ἀλλὰ καὶ Θέογνιν τὸν ποιητὴν οἶσθʼ ὅτι ταὐτὰ ταῦτα λέγει;
苏格拉底:但你知道吗,不仅你和其他政治人物认为这有时可教有时不可教,而且你知道诗人塞奥格尼斯也说了同样的话吗?
ΜΕΝ. ἐν ποίοις ἔπεσιν;
美诺:在哪些诗句中?
ΣΩ. ἐν τοῖς ἐλεγείοις, οὗ λέγει— " καὶ παρὰ τοῖσιν πῖνε καὶ ἔσθιε, καὶ μετὰ τοῖσιν ἵζε, καὶ ἅνδανε τοῖς, ὧν μεγάλη δύναμις.
苏格拉底:在他的挽歌诗里,他在那里说道—— “要与他们同饮同食,与他们并肩席坐,去取悦那些拥有巨大权势的人。
ἐσθλῶν μὲν γὰρ ἄπʼ ἐσθλὰ διδάξεαι· ἢν δὲ κακοῖσιν συμμίσγῃς, ἀπολεῖς καὶ τὸν ἐόντα νόον.
因为从好人那里你将学到好的东西;但若你与坏人混在一起,就会连你现有的心智也丧失殆尽。
" οἶσθ᾽ ὅτι ἐν τούτοις μὲν ὡς διδακτοῦ οὔσης τῆς ἀρετῆς λέγει;
” 你知道他在这些诗句中把美德说成是可教的吗?
ΜΕΝ. φαίνεταί γε.
美诺:看起来确实如此。

词汇与语法注释

  1. 94bἀλλὰ μὴ οὐκ ᾖ διδακτόν — 独立主句中表示担忧的虚拟语气(μὴ οὐκ + 虚拟语气)。这是苏格拉底式的、用来表达温和怀疑或担忧的句式(“或许并不是……”)。此处带有否定词 οὐκ,表示“美德或许是不可教的”这一担忧。
  2. 94dἐξευρεῖν ἂν ... εἰ αὐτὸς μὴ ἐσχόλαζεν — 这是一个虚拟语气(过去反事实条件句)的结构,其中主句(归结句)变成了依附于 ὥστε 的不定式短语。原本的主句 ἐξεῦρεν ἂν(“他本会找出”)由于 ὥστε 引导而转为不定式 ἐξευρεῖν ἂν,而条件从句则在后半句:εἰ αὐτὸς μὴ ἐσχόλαζεν(“如果他自己没有闲暇的话”)。
  3. 95dτοτὲ μὲν εἶναι διδακτόν, τοτὲ δʼ οὔ — 由 ὅ提 引导的间接引语中的对仗结构,其中动词 δοκεῖ 带有补足不定式 εἶναι,而在后半句中省略了 εἶναι διδακτόν。整个从句的主语 Θέογνιν 被提前作为 οἶσθα 的宾语(提前宾语结构)。

引用这一段

柏拉图, 美诺篇 §94-95. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg024.humanitext-grc2:94-95

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。