§93ΣΩ. πότερον δὲ οὗτοι οἱ καλοὶ κἀγαθοὶ ἀπὸ τοῦ αὐτομάτου ἐγένοντο τοιοῦτοι, παρʼ οὐδενὸς μαθόντες ὅμως μέντοι ἄλλους διδάσκειν οἷοί τε ὄντες ταῦτα ἃ αὐτοὶ οὐκ ἔμαθον;
苏格拉底:那么,这些贤人君子是在没有向任何人学习的情况下自然而然地变成那样的,然而他们却能够把他们自己未曾学过的这些东西教给别人吗?
ΑΝ. καὶ τούτους ἔγωγε ἀξιῶ παρὰ τῶν προτέρων μαθεῖν, ὄντων καλῶν κἀγαθῶν· ἢ οὐ δοκοῦσί σοι πολλοὶ καὶ ἀγαθοὶ γεγονέναι ἐν τῇδε τῇ πόλει ἄνδρες;
阿纽特斯:我个人认为,这些人也是向之前的那些贤人君子学习的;还是你认为,在这座城邦里不曾出现过许多优秀的人?
ΣΩ. ἔμοιγε, ὦ Ἄνυτε, καὶ εἶναι δοκοῦσιν ἐνθάδε ἀγαθοὶ τὰ πολιτικά, καὶ γεγονέναι ἔτι οὐχ ἧττον ἢ εἶναι· ἀλλὰ μῶν καὶ διδάσκαλοι ἀγαθοὶ γεγόνασιν τῆς αὑτῶν ἀρετῆς;
苏格拉底:阿纽特斯,在我看来,这里确实有在政治事务上优秀的人,而且过去出现的人并不比现在少;但是,他们是否也是自己美德的优秀教师呢?
τοῦτο γάρ ἐστιν περὶ οὗ ὁ λόγος ἡμῖν τυγχάνει ὤν·
因为这正是我们现在讨论的主题:不是这里有没有优秀的人,也不是过去是否出现过,而是我们早就一直在探究的美德是否可教。
οὐκ εἰ εἰσὶν ἀγαθοὶ ἢ μὴ ἄνδρες ἐνθάδε, οὐδʼ εἰ γεγόνασιν ἐν τῷ πρόσθεν, ἀλλʼ εἰ διδακτόν ἐστιν ἀρετὴ πάλαι σκοποῦΜΕΝ. τοῦτο δὲ σκοποῦντες τόδε σκοποῦμεν, ἆρα οἱ ἀγαθοὶ ἄνδρες καὶ τῶν νῦν καὶ τῶν προτέρων ταύτην τὴν ἀρετὴν ἣν αὐτοὶ ἀγαθοὶ ἦσαν ἠπίσταντο καὶ ἄλλῳ παραδοῦναι, ἢ οὐ παραδοτὸν τοῦτο ἀνθρώπῳ οὐδὲ παραληπτὸν ἄλλῳ παρʼ ἄλλου·
在探究这个问题的同时,我们也在探究这一点:那些现在和过去的优秀人物,是否懂得把使自己成为优秀人物的这种美德也传授给别人,或者说,这并不是可以传授给人的东西,也不是一个人可以从另一个人那里接受过来的。
τοῦτʼ ἔστιν ὃ πάλαι ζητοῦμεν ἐγώ τε καὶ Μένων.
这正是我和美诺很早就在寻找的答案。
ὧδε οὖν σκόπει ἐκ τοῦ σαυτοῦ λόγου· Θεμιστοκλέα οὐκ ἀγαθὸν ἂν φαίης ἄνδρα γεγονέναι;
所以,请根据你自己的说法,用这种方式考虑一下:你难道不会说泰米斯托克利曾经是一个优秀的人物吗?
ΑΝ. ἔγωγε, πάντων γε μάλιστα.
阿纽特斯:我当然会说,他最是优秀。
ΣΩ. οὐκοῦν καὶ διδάσκαλον ἀγαθόν, εἴπερ τις ἄλλος τῆς αὑτοῦ ἀρετῆς διδάσκαλος ἦν, κἀκεῖνον εἶναι;
苏格拉底:那么,如果真的有其他人能够做自己美德的教师,他岂不也是一个优秀的教师吗?
ΑΝ. οἶμαι ἔγωγε, εἴπερ ἐβούλετό γε.
阿纽特斯:我认为是的,只要他真的愿意的话。
ΣΩ. ἀλλʼ, οἴει, οὐκ ἂν ἐβουλήθη ἄλλους τέ τινας καλοὺς κἀγαθοὺς γενέσθαι, μάλιστα δέ που τὸν ὑὸν τὸν αὑτοῦ;
苏格拉底:但是,你认为他不会希望其他某些人成为贤人君子,尤其是他自己的儿子吗?
ἢ οἴει αὐτὸν φθονεῖν αὐτῷ καὶ ἐξεπίτηδες οὐ παραδιδόναι τὴν ἀρετὴν ἣν αὐτὸς ἀγαθὸς ἦν;
或者你认为他嫉妒他,因而故意不向他传授使他自己成为优秀人物的这种美德?
ἢ οὐκ ἀκήκοας ὅτι Θεμιστοκλῆς Κλεόφαντον τὸν ὑὸν ἱππέα μὲν ἐδιδάξατο ἀγαθόν;
还是你没听说过,泰米斯托克利曾让他的儿子克利奥凡托斯学会成为一名优秀的骑手?
ἐπέμενεν γοῦν ἐπὶ τῶν ἵππων ὀρθὸς ἑστηκώς, καὶ ἠκόντιζεν ἀπὸ τῶν ἵππων ὀρθός, καὶ ἄλλα πολλὰ καὶ θαυμαστὰ ἠργάζετο ἃ ἐκεῖνος αὐτὸν ἐπαιδεύσατο καὶ ἐποίησε σοφόν, ὅσα διδασκάλων ἀγαθῶν εἴχετο·
无论如何,他能直立站在马背上,还能直立在马背上投掷标枪,并做成了许多其他奇妙的事情,这些都是他父亲训练他并使他精通的,只要是依赖优秀教师的一切事情。
ἢ ταῦτα οὐκ ἀκήκοας τῶν πρεσβυτέρων;
你难道没有从长辈那里听过这些事吗?
ΑΝ. ἀκήκοα.
阿纽特斯:我听说过。
ΣΩ. οὐκ ἂν ἄρα τήν γε φύσιν τοῦ ὑέος αὐτοῦ ᾐτιάσατʼ ἄν τις εἶναι κακήν.
苏格拉底:因此,任何人都不能指责他儿子的天资不好。
ΑΝ. ἴσως οὐκ ἄν.
阿纽特斯:也许不能。
ΣΩ. τί δὲ τόδε;
苏格拉底:那么这件事又如何呢?
ὡς Κλεόφαντος ὁ Θεμιστοκλέους ἀνὴρ ἀγαθὸς καὶ σοφὸς ἐγένετο ἅπερ ὁ πατὴρ αὐτοῦ, ἤδη του ἀκήκοας ἢ νεωτέρου ἢ πρεσβυτέρου;
克利奥凡托斯,泰米斯托克利的儿子,是否像他父亲那样成为一个优秀而智慧的人,你曾从任何年轻人或长辈那里听说过吗?
ΑΝ. οὐ δῆτα.
阿纽特斯:当然没有。
ΣΩ. ἆρʼ οὖν ταῦτα μὲν οἰόμεθα βούλεσθαι αὐτὸν τὸν αὑτοῦ ὑὸν παιδεῦσαι, ἣν δὲ αὐτὸς σοφίαν ἦν σοφός, οὐδὲν τῶν γειτόνων βελτίω ποιῆσαι, εἴπερ ἦν γε διδακτὸν ἡ ἀρετή;
苏格拉底:那么,我们难道要认为,他愿意在那些事情上教育自己的儿子,而至于他自己所精通的智慧,如果美德确实是可教的,他却不想让他比邻居好到哪里去吗?
ΑΝ. ἴσως μὰ Δίʼ οὔ.
阿纽特斯:凭着宙斯,也许确实不会如此。