← プラトン

メノン

§94-95

名政治家たちの息子とテオグニスの詩に見る徳

ソクラテスはアリステイデスやペリクレスなどの優れた政治家が息子に徳を教えられなかった例を挙げ、これに怒るアニュトスを見送った後、メノンとソフィストの役割やテオグニスの詩における徳の可教性の矛盾について対話を続ける。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§94

ΣΩ. οὗτος μὲν δή σοι τοιοῦτος διδάσκαλος ἀρετῆς, ὃν καὶ σὺ ὁμολογεῖς ἐν τοῖς ἄριστον τῶν προτέρων εἶναι· ἄλλον δὲ δὴ σκεψώμεθα, Ἀριστείδην τὸν Λυσιμάχου· ἢ τοῦτον οὐχ ὁμολογεῖς ἀγαθὸν γεγονέναι; ΑΝ. ἔγωγε, πάντως δήπου. ΣΩ. οὐκοῦν καὶ οὗτος τὸν ὑὸν τὸν αὑτοῦ Λυσίμαχον, ὅσα μὲν διδασκάλων εἴχετο, κάλλιστα Ἀθηναίων ἐπαίδευσε, ἄνδρα δὲ βελτίω δοκεῖ σοι ὁτουοῦν πεποιηκέναι; τούτῳ γάρ που καὶ συγγέγονας καὶ ὁρᾷς οἷός ἐστιν. εἰ δὲ βούλει, Περικλέα, οὕτως μεγαλοπρεπῶς σοφὸν ἄνδρα, οἶσθʼ ὅτι δύο ὑεῖς ἔθρεψε, Πάραλον καὶ Ξάνθιππον; ΑΝ. ἔγωγε. ΣΩ. τούτους μέντοι, ὡς οἶσθα καὶ σύ, ἱππέας μὲν ἐδίδαξεν οὐδενὸς χείρους Ἀθηναίων, καὶ μουσικὴν καὶ ἀγωνίαν καὶ τἆλλα ἐπαίδευσεν ὅσα τέχνης ἔχεται οὐδενὸς χείρους· ἀγαθοὺς δὲ ἄρα ἄνδρας οὐκ ἐβούλετο ποιῆσαι; δοκῶ μέν, ἐβούλετο, ἀλλὰ μὴ οὐκ ᾖ διδακτόν.1 ἵνα δὲ μὴ ὀλίγους οἴῃ καὶ τοὺς φαυλοτάτους Ἀθηναίων ἀδυνάτους γεγονέναι τοῦτο τὸ πρᾶγμα, ἐνθυμήθητι ὅτι Θουκυδίδης αὖ δύο ὑεῖς ἔθρεψεν, Μελησίαν καὶ Στέφανον, καὶ τούτους ἐπαίδευσεν τά τε ἄλλα εὖ καὶ ἐπάλαισαν κάλλιστα Ἀθηναίων—τὸν μὲν γὰρ Ξανθίᾳ ἔδωκε, τὸν δὲ Εὐδώρῳ· οὗτοι δέ που ἐδόκουν τῶν τότε κάλλιστα παλαίειν—ἢ οὐ μέμνησαι; ΑΝ. ἔγωγε, ἀκοῇ. ΣΩ. οὐκοῦν δῆλον ὅτι οὗτος οὐκ ἄν ποτε, οὗ μὲν ἔδει δαπανώμενον διδάσκειν, ταῦτα μὲν ἐδίδαξε τοὺς παῖδας τοὺς αὑτοῦ, οὗ δὲ οὐδὲν ἔδει ἀναλώσαντα ἀγαθοὺς ἄνδρας ποιῆσαι, ταῦτα δὲ οὐκ ἐδίδαξεν, εἰ διδακτὸν ἦν; ἀλλὰ γὰρ ἴσως ὁ Θουκυδίδης φαῦλος ἦν, καὶ οὐκ ἦσαν αὐτῷ πλεῖστοι φίλοι Ἀθηναίων καὶ τῶν συμμάχων; καὶ οἰκίας μεγάλης ἦν καὶ ἐδύνατο μέγα ἐν τῇ πόλει καὶ ἐν τοῖς ἄλλοις Ἕλλησιν, ὥστε εἴπερ ἦν τοῦτο διδακτόν, ἐξευρεῖν ἂν ὅστις ἔμελλεν αὐτοῦ τοὺς ὑεῖς ἀγαθοὺς ποιήσειν, ἢ τῶν ἐπιχωρίων τις ἢ τῶν ξένων, εἰ αὐτὸς μὴ ἐσχόλαζεν2 διὰ τὴν τῆς πόλεως ἐπιμέλειαν. ἀλλὰ γάρ, ὦ ἑταῖρε Ἄνυτε, μὴ οὐκ ᾖ διδακτὸν ἀρετή.

ソクラテス:このように、テミストクレスという男は、君自身も先人たちの中で最も優れた一人であると認めているのだが、君にとってはそのような徳の教師だったわけだ。では、別の人、リュシマコスの息子アリステイデスについて考えてみよう。それとも、彼が優れた人物であったことを君は認めないのか? アニュトス:認めますとも、まったく当然のことながら。 ソクラテス:それなら彼もまた、自分の息子リュシマコスを、教師に依存するあらゆる事柄において、アテナイ人の中で最も見事に教育したが、誰であれ他の人よりも優れた男に彼を育て上げたと思われるか?君は彼に会ったこともあるだろうし、彼がどのような人物であるかを見ているのだから。あるいは望むなら、あのきわめて堂々と賢かった人物ペリクレスが、二人の息子、パラロスとクサンティッポスを育てたことを知っているだろう? アニュトス:知っています。 ソクラテス:しかし彼らを、君も知っての通り、彼は騎術においてはアテナイの誰にも劣らないよう教え、音楽や競技、その他技術に関わるすべての事柄においても誰にも劣らないよう教育した。しかし、彼らを優れた男にすることは望まなかったのだろうか?私は望んでいたと思う。しかし、おそらく徳は教えられないものなのだろう。また、君が、アテナイ人の中でほんの少数の、しかも最も取るに足りない人々だけがこの課題において無能であったのだと思わないように、次のことを思い起こしてほしい。トゥキュディデスもまた二人の息子、メレシアスとステパノスを育て、彼らを他の事柄でもよく教育し、レスリングにおいてはアテナイ人の中で最も見事に戦わせた。というのも、一人はクサンティアスに、もう一人はエウドロスに弟子入りさせたからだ。彼らは当時、最も見事にレスリングをすると見なされていた人々だったと思うが、君は覚えていないか? アニュトス:聞いて知っています。 ソクラテス:それなら、彼が、お金を費やして教える必要があった事柄については自分の子供たちに教えたのに、一銭も費やすことなく彼らを優れた男に仕立て上げることができたはずの事柄については、もしそれが教えうるものであったなら、教えなかったということはあり得ないのは明らかではないか。しかし、もしかしたらトゥキュディデスは取るに足りない人間で、アテナイ人や同盟者の中に多くの友人がいなかったのだろうか?いや、彼は名門の家柄で、このポリスでも、他のギリシア人の間でも大きな力を持っていた。だから、もしこのことが教えうるものであったなら、もし自分自身が国政の配慮のために暇がなかったとしても、自国の者であれ異邦の者であれ、自分の息子たちを優れた者にしてくれるはずの人物を見つけ出しただろう。しかし、アニュトス君、やはり徳は教えられないものなのかもしれない。

§95

ΑΝ. ὦ Σώκρατες, ῥᾳδίως μοι δοκεῖς κακῶς λέγειν ἀνθρώπους. ἐγὼ μὲν οὖν ἄν σοι συμβουλεύσαιμι, εἰ ἐθέλεις ἐμοὶ πείθεσθαι, εὐλαβεῖσθαι· ὡς ἴσως μὲν καὶ ἐν ἄλλῃ πόλει ῥᾷόν ἐστιν κακῶς ποιεῖν ἀνθρώπους ἢ εὖ, ἐν τῇδε δὲ καὶ πάνυ· οἶμαι δὲ σὲ καὶ αὐτὸν εἰδέναι. ΣΩ. ὦ Μένων, Ἄνυτος μέν μοι δοκεῖ χαλεπαίνειν, καὶ οὐδὲν θαυμάζω· οἴεται γάρ με πρῶτον μὲν κακηγορεῖν τούτους τοὺς ἄνδρας, ἔπειτα ἡγεῖται καὶ αὐτὸς εἶναι εἷς τούτων. ἀλλʼ οὗτος μὲν ἐάν ποτε γνῷ οἷόν ἐστιν τὸ κακῶς λέγειν, παύσεται χαλεπαίνων, νῦν δὲ ἀγνοεῖ· σὺ δέ μοι εἰπέ, οὐ καὶ παρʼ ὑμῖν εἰσιν καλοὶ κἀγαθοὶ ἄνδρες; ΜΕΝ. πάνυ γε. ΣΩ. τί οὖν; ἐθέλουσιν οὗτοι παρέχειν αὑτοὺς διδασκάλους τοῖς νέοις, καὶ ὁμολογεῖν διδάσκαλοί τε εἶναι καὶ διδακτὸν ἀρετήν; ΜΕΝ. οὐ μὰ τὸν Δία, ὦ Σώκρατες, ἀλλὰ τοτὲ μὲν ἂν αὐτῶν ἀκούσαις ὡς διδακτόν, τοτὲ δὲ ὡς οὔ.3 ΣΩ. φῶμεν οὖν τούτους διδασκάλους εἶναι τούτου τοῦ πράγματος, οἷς μηδὲ αὐτὸ τοῦτο ὁμολογεῖται; ΜΕΝ. οὔ μοι δοκεῖ, ὦ Σώκρατες. ΣΩ. τί δὲ δή; οἱ σοφισταί σοι οὗτοι, οἵπερ μόνοι ἐπαγγέλλονται, δοκοῦσι διδάσκαλοι εἶναι ἀρετῆς; ΜΕΝ. καὶ Γοργίου μάλιστα, ὦ Σώκρατες, ταῦτα ἄγαμαι, ὅτι οὐκ ἄν ποτε αὐτοῦ τοῦτο ἀκούσαις ὑπισχνουμένου, ἀλλὰ καὶ τῶν ἄλλων καταγελᾷ, ὅταν ἀκούσῃ ὑπισχνουμένων· ἀλλὰ λέγειν οἴεται δεῖν ποιεῖν δεινούς. ΣΩ. οὐδʼ ἄρα σοὶ δοκοῦσιν οἱ σοφισταὶ διδάσκαλοι εἶναι; ΜΕΝ. οὐκ ἔχω λέγειν, ὦ Σώκρατες. καὶ γὰρ αὐτὸς ὅπερ οἱ πολλοὶ πέπονθα· τοτὲ μέν μοι δοκοῦσιν, τοτὲ δὲ οὔ. ΣΩ. οἶσθα δὲ ὅτι οὐ μόνον σοί τε καὶ τοῖς ἄλλοις τοῖς πολιτικοῖς τοῦτο δοκεῖ τοτὲ μὲν εἶναι διδακτόν, τοτὲ δʼ οὔ, ἀλλὰ καὶ Θέογνιν τὸν ποιητὴν οἶσθʼ ὅτι ταὐτὰ ταῦτα λέγει; ΜΕΝ. ἐν ποίοις ἔπεσιν; ΣΩ. ἐν τοῖς ἐλεγείοις, οὗ λέγει— "καὶ παρὰ τοῖσιν πῖνε καὶ ἔσθιε, καὶ μετὰ τοῖσιν ἵζε, καὶ ἅνδανε τοῖς, ὧν μεγάλη δύναμις. ἐσθλῶν μὲν γὰρ ἄπʼ ἐσθλὰ διδάξεαι· ἢν δὲ κακοῖσιν συμμίσγῃς, ἀπολεῖς καὶ τὸν ἐόντα νόον." οἶσθ᾽ ὅτι ἐν τούτοις μὲν ὡς διδακτοῦ οὔσης τῆς ἀρετῆς λέγει; ΜΕΝ. φαίνεταί γε.

アニュトス:ソクラテスよ、君は軽々しく人々を悪く言うようだな。私としては、もし君が私の言うことを聞く気があるなら、慎むよう忠告したい。おそらく他の国でも、人々を害する方がよくすることよりも容易なのだろうが、この国ではとりわけそうだ。君自身もそれを知っていると思うがね。 ソクラテス:メノンよ、アニュトスは怒っているようだが、私は何も驚かない。というのも、彼は第一に、私がこれらの優れた人々を謗っていると考え、第二に、自分自身も彼らの一人であると考えているからだ。しかし、彼は、人を悪く言うことがどういうことであるかをいつか知れば、怒るのをやめるだろうが、今はそれを知らないのだ。ところで君は私に言ってほしい。君たちの国にも、美しく善い人々はいないだろうか? メノン:ええ、もちろんいます。 ソクラテス:それではどうだ?彼らは若者たちに教師として自分自身を提供し、自分たちが教師であること、そして徳が教えうるものであることを認めるだろうか? メノン:いいえ、ゼウスにかけて、ソクラテス。彼らから聞くところでは、ある時には教えうると言い、またある時には教えられないと言うでしょう。 ソクラテス:それでは、このこと自体さえ彼らに合意されていないのに、彼らをその事柄の教師であると言えるだろうか? メノン:そうは思われません、ソクラテス。 ソクラテス:では、どうだ?自分たちだけが公言しているあのソフィストたちは、君に徳の教師であると思われるか? メノン:その点ではゴルギアスを、ソクラテス、私は特に称賛します。彼がこのことを約束するのを決して聞くことはありませんし、むしろ他の者がそれを約束しているのを聞くときには嘲笑うほどだからです。彼はただ、弁論に長けた者にすることこそが必要だと考えているのです。 ソクラテス:それでは、君にとってもソフィストたちは教師であるとは思われないのだね? メノン:何とも言えません、ソクラテス。というのも、私も多くの人々と同じ状態にあるからです。ある時には教師であると思われ、またある時には思われないのです。 ソクラテス:しかし、君や他の政治家たちだけが、徳はある時には教えうるものであり、ある時には教えられないものであると考えているのではない。詩人テオグニスもこれとまったく同じことを言っているのを知っているだろう? メノン:どのような詩においてですか? ソクラテス:彼が次のように言っているエレゲイアにおいてだ―― 「彼らの傍らで飲み、食らい、彼らとともに座し、大いなる力を持つ者たちに気に入られるようにせよ。 なぜなら、優れた人々からは優れたことを学ぶことになるが、もし悪き者たちと 交わるならば、今ある知恵さえも失うことになるからだ。」 彼がこれらの詩句の中では、徳が教えうるものであるとして語っているのを知っているね? メノン:確かにそう思われます。

構文注3 件
  1. 94bἀλλὰ μὴ οὐκ ᾖ διδακτόν

    懸念を表す接続法(独立主節における μὴ οὐκ +接続法)。「もしかすると〜ではないか(心配だ)」という、ソクラテス特有の控えめな懐疑・懸念を示す構文である。ここでは否定の οὐκ を伴い「徳は教えられないものではないか」という懸念・疑問を表す。

  2. 94dἐξευρεῖν ἂν ... εἰ αὐτὸς μὴ ἐσχόλαζεν

    帰結節が ὥστε に続く不定詞句となった反実仮想(過去)。本来の帰結節 ἐξεῦρεν ἂν(見いだしただろうに)が ὥστε 節の働きによって不定詞 ἐξευρεῖν ἂν に変化している。条件節は後半の εἰ αὐτὸς μὴ ἐσχόλαζεν(もし彼自身に暇がなかったなら)である。

  3. 95bτοτὲ μὲν εἶναι διδακτόν, τοτὲ δʼ οὔ

    接続詞 ὅτι に導かれる間接話法内において、動詞 δοκεῖ の補足不定詞 εἶναι と、省略された εἶναι διδακτόν を対比する構造。この節の主語は τοῦτο(「このこと」=徳)であり、続く ἀλλὰ 節では Θέογνιν が οἶσθʼ ὅτι ταὐτὰ ταῦτα λέγει の先取り構文(対格目的語)として現れている。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 1 件
urn:cts:greekLit:tlg0059.tlg024.humanitext-grc2:94-95