Humanitext Reader

柏拉图 · 美诺篇 §91-92

智者作为美德教师与阿纽特斯的斥责

第 15 段,共 20 段 · 希腊语

内容简介

苏格拉底提议由诡辩家担任美诺所求美德的的教师,阿纽特斯则激烈谴责他们败坏青年,并主张任何优秀的雅典公民都是更好的教师。

§91ΣΩ. καλῶς λέγεις.
苏格拉底:说得好。
νῦν τοίνυν ἔξεστί σε μετʼ ἐμοῦ κοινῇ βουλεύεσθαι περὶ τοῦ ξένου τουτουῒ Μένωνος.
那么现在,你可以和我一起共同商议关于这位客人美诺的事了。
οὗτος γάρ, ὦ Ἄνυτε, πάλαι λέγει πρός με ὅτι ἐπιθυμεῖ ταύτης τῆς σοφίας καὶ ἀρετῆς ᾗ οἱ ἄνθρωποι τάς τε οἰκίας καὶ τὰς πόλεις καλῶς διοικοῦσι, καὶ τοὺς γονέας τοὺς αὑτῶν θεραπεύουσι, καὶ πολίτας καὶ ξένους ὑποδέξασθαί τε καὶ ἀποπέμψαι ἐπίστανται ἀξίως ἀνδρὸς ἀγαθοῦ.
因为阿纽特斯,他早就对我说,他渴望得到这种智慧和美德,人们正是凭着它来很好地管理家务和城邦,孝敬自己的父母,并懂得如何以配得上善人的方式接待和送别公民与客人。
ταύτην οὖν τὴν ἀρετὴν σκόπει παρὰ τίνας ἂν πέμποντες αὐτὸν ὀρθῶς πέμποιΜΕΝ. ἢ δῆλον δὴ κατὰ τὸν ἄρτι λόγον ὅτι παρὰ τούτους τοὺς ὑπισχνουμένους ἀρετῆς διδασκάλους εἶναι καὶ ἀποφήναντας αὑτοὺς κοινοὺς τῶν Ἑλλήνων τῷ βουλομένῳ μανθάνειν, μισθὸν τούτου ταξαμένους τε καὶ πραττομένους;
因此,关于这种美德,请考虑我们把他送到谁那里才算送得对。 或者,根据刚才的讨论,这已经很明显了,即应该送到那些承诺做美德教师、并将自己展现为任何愿意学习的希腊人的共同教师、为此设定并收取费用的人那里?
ΑΝ. καὶ τίνας λέγεις τούτους, ὦ Σώκρατες;
阿纽特斯:苏格拉底,你说的这些人是谁?
ΣΩ. οἶσθα δήπου καὶ σὺ ὅτι οὗτοί εἰσιν οὓς οἱ ἄνθρωποι καλοῦσι σοφιστάς.
苏格拉底:你大概也知道,这些人就是人们所说的诡辩家。
ΑΝ. Ἡράκλεις, εὐφήμει, ὦ Σώκρατες.
阿纽特斯:赫拉克勒斯啊,别说这种不吉利的话,苏格拉底!
μηδένα τῶν γʼ ἐμῶν μήτε οἰκείων μήτε φίλων, μήτε ἀστὸν μήτε ξένον, τοιαύτη μανία λάβοι, ὥστε παρὰ τούτους ἐλθόντα λωβηθῆναι, ἐπεὶ οὗτοί γε φανερά ἐστι λώβη τε καὶ διαφθορὰ τῶν συγγιγνομένων.
愿我的亲人或朋友中,无论是公民还是客人,没有任何人被这种疯狂所俘虏,以至于跑到这些人那里去遭受毒害,因为这些人对那些与他们交往的人来说,显然是毒害和毁灭。
ΣΩ. πῶς λέγεις, ὦ Ἄνυτε;
苏格拉底:你说什么,阿纽特斯?
οὗτοι ἄρα μόνοι τῶν ἀντιποιουμένων τι ἐπίστασθαι εὐεργετεῖν τοσοῦτον τῶν ἄλλων διαφέρουσιν, ὅσον οὐ μόνον οὐκ ὠφελοῦσιν, ὥσπερ οἱ ἄλλοι, ὅτι ἄν τις αὐτοῖς παραδῷ, ἀλλὰ καὶ τὸ ἐναντίον διαφθείρουσιν;
那么,在那些自称懂得如何造福他人的人中,唯独他们与其他人有如此大的不同,以至于他们不仅不像其他人那样,对交托给他们的人有所裨益,反而相反地,去败坏他们?
καὶ τούτων φανερῶς χρήματα ἀξιοῦσι πράττεσθαι;
而且他们还公然认为有权为此收取费用?
ἐγὼ μὲν οὖν οὐκ ἔχω ὅπως σοι πιστεύσω· οἶδα γὰρ ἄνδρα ἕνα Πρωταγόραν πλείω χρήματα κτησάμενον ἀπὸ ταύτης τῆς σοφίας ἢ Φειδίαν τε, ὃς οὕτω περιφανῶς καλὰ ἔργα ἠργάζετο, καὶ ἄλλους δέκα τῶν ἀνδριαντοποιῶν.
我实在不知道该怎么相信你;因为我知道普罗泰戈拉一个人,靠这种智慧赚取的财富,比创作了如此显赫优美作品的菲迪亚斯以及其他十个雕塑家加起来还要多。
καίτοι τέρας λέγεις εἰ οἱ μὲν τὰ ὑποδήματα ἐργαζόμενοι τὰ παλαιὰ καὶ τὰ ἱμάτια ἐξακούμενοι οὐκ ἂν δύναιντο λαθεῖν τριάκονθʼ ἡμέρας μοχθηρότερα ἀποδιδόντες ἢ παρέλαβον τὰ ἱμάτιά τε καὶ ὑποδήματα, ἀλλʼ εἰ τοιαῦτα ποιοῖεν, ταχὺ ἂν τῷ λιμῷ ἀποθάνοιεν, Πρωταγόρας δὲ ἄρα ὅλην τὴν Ἑλλάδα ἐλάνθανεν διαφθείρων τοὺς συγγιγνομένους καὶ μοχθηροτέρους ἀποπέμπων ἢ παρελάμβανεν πλέον ἢ τετταράκοντα ἔτη— οἶμαι γὰρ αὐτὸν ἀποθανεῖν ἐγγὺς καὶ ἑβδομήκοντα ἔτη γεγονότα, τετταράκοντα δὲ ἐν τῇ τέχνῃ ὄντα— §92ΣΩ. καὶ ἐν ἅπαντι τῷ χρόνῳ τούτῳ ἔτι εἰς τὴν ἡμέραν ταυτηνὶ εὐδοκιμῶν οὐδὲν πέπαυται, καὶ οὐ μόνον Πρωταγόρας, ἀλλὰ καὶ ἄλλοι πάμπολλοι, οἱ μὲν πρότερον γεγονότες ἐκείνου, οἱ δὲ καὶ νῦν ἔτι ὄντες.
然而你说的真是一桩奇事,如果那些修补旧鞋和缝补衣服的人,把衣服和鞋子弄得比收到时更糟再还回去,连三十天都瞒不过人,如果他们这么做,很快就会饿死,而普罗泰戈拉竟然能瞒过整个希腊,在四十多年里不断败坏与他交往的人,并把他们打发走时弄得比接纳时更糟——因为我以为他去世时将近七十岁,而在这一行里干了四十年—— 苏格拉底:而在所有这段时间里,直到今天,他依然享有盛誉,从未停止。 不仅普罗泰戈拉,还有极多其他人,有些比他出生得早,有些至今依然存在。
πότερον δὴ οὖν φῶμεν κατὰ τὸν σὸν λόγον εἰδότας αὐτοὺς ἐξαπατᾶν καὶ λωβᾶσθαι τοὺς νέους, ἢ λεληθέναι καὶ ἑαυτούς;
那么,根据你的说法,我们是说他们明知故犯地欺骗和毒害年轻人,还是说他们连自己也瞒过了?
καὶ οὕτω μαίνεσθαι ἀξιώσομεν τούτους, οὓς ἔνιοί φασι σοφωτάτους ἀνθρώπων εἶναι;
我们难道要认为这些被某些人称为人类中最聪明的人,竟然如此疯狂吗?
ΑΝ. πολλοῦ γε δέουσι μαίνεσθαι, ὦ Σώκρατες, ἀλλὰ πολὺ μᾶλλον οἱ τούτοις διδόντες ἀργύριον τῶν νέων, τούτων δʼ ἔτι μᾶλλον οἱ τούτοις ἐπιτρέποντες, οἱ προσήκοντες, πολὺ δὲ μάλιστα πάντων αἱ πόλεις, ἐῶσαι αὐτοὺς εἰσαφικνεῖσθαι καὶ οὐκ ἐξελαύνουσαι, εἴτε τις ξένος ἐπιχειρεῖ τοιοῦτόν τι ποιεῖν εἴτε ἀστός.
阿纽特斯:他们绝非疯狂,苏格拉底,相反,那些给他们钱的年轻人要疯狂得多,而那些把年轻人托付给他们的人,也就是他们的亲属,则更加疯狂。 但在所有人中,最疯狂的莫过于那些允许他们入境而不把他们驱逐出境的城邦,无论试图做这种事的拉拢者是外邦人还是本国公民。
ΣΩ. πότερον δέ, ὦ Ἄνυτε, ἠδίκηκέ τίς σε τῶν σοφιστῶν, ἢ τί οὕτως αὐτοῖς χαλεπὸς εἶ;
苏格拉底:那么,阿纽特斯,是不是有哪个诡辩家伤害了你,还是为什么你对他们如此严厉?
ΑΝ. οὐδὲ μὰ Δία ἔγωγε συγγέγονα πώποτε αὐτῶν οὐδενί, οὐδʼ ἂν ἄλλον ἐάσαιμι τῶν ἐμῶν οὐδένα.
阿纽特斯:凭着宙斯,不,我自己从未与他们中的任何人交往过,也绝不会让我手下的任何人去交往。
ΣΩ. ἄπειρος ἄρʼ εἶ παντάπασι τῶν ἀνδρῶν;
苏格拉底:那么,你对这些人完全没有接触过吗?
ΑΝ. καὶ εἴην γε.
阿纽特斯:愿我永远如此。
ΣΩ. πῶς οὖν ἄν, ὦ δαιμόνιε, εἰδείης περὶ τούτου τοῦ πράγματος, εἴτε τι ἀγαθὸν ἔχει ἐν αὑτῷ εἴτε φλαῦρον, οὗ παντάπασιν ἄπειρος εἴης;
苏格拉底:神奇的人啊,那么,对于你完全没有接触过的事情,你怎么能知道它内部是含有好东西还是坏东西呢?
ΑΝ. ῥᾳδίως·
阿纽特斯:很容易。
τούτους γοῦν οἶδα οἵ εἰσιν, εἴτʼ οὖν ἄπειρος αὐτῶν εἰμι εἴτε μή.
总之我知道他们是什么人,无论我是否接触过他们。
ΣΩ. μάντις εἶ ἴσως, ὦ Ἄνυτε· ἐπεὶ ὅπως γε ἄλλως οἶσθα τούτων πέρι, ἐξ ὧν αὐτὸς λέγεις θαυμάζοιμʼ ἄν.
苏格拉底:阿纽特斯,你大概是个占卜师吧;因为要不是这样,单凭你自己的话,我倒真要感到奇怪你怎么会知道这些人的情况。
ἀλλὰ γὰρ οὐ τούτους ἐπιζητοῦμεν τίνες εἰσίν, παρʼ οὓς ἂν Μένων ἀφικόμενος μοχθηρὸς γένοιτο—οὗτοι μὲν γάρ, εἰ σὺ βούλει, ἔστων οἱ σοφισταί—ἀλλὰ δὴ ἐκείνους εἰπὲ ἡμῖν, καὶ τὸν πατρικὸν τόνδε ἑταῖρον εὐεργέτησον φράσας αὐτῷ παρὰ τίνας ἀφικόμενος ἐν τοσαύτῃ πόλει τὴν ἀρετὴν ἣν νυνδὴ ἐγὼ διῆλθον γένοιτʼ ἂν ἄξιος λόγου.
不过,我们寻找的并不是那些让美诺去了就会变坏的人是谁——如果你愿意,就让那些人是诡辩家吧——而是请告诉我们那些人,并通过告诉他,在这座如此庞大的城邦里,他应该投奔谁,才能在去之后,获得我刚才所阐述的那种美德,并成为一个值得称道的人,以此来恩泽这位你父亲辈的朋友。
ΑΝ. τί δὲ αὐτῷ οὐ σὺ ἔφρασας;
阿纽特斯:你为什么不亲自告诉他?
ΣΩ. ἀλλʼ οὓς μὲν ἐγὼ ᾤμην διδασκάλους τούτων εἶναι, εἶπον, ἀλλὰ τυγχάνω οὐδὲν λέγων, ὡς σὺ φῄς· καὶ ἴσως τὶ λέγεις.
苏格拉底:可是,我虽然说出了那些我认为是这些事情的教师的人,但正如你所说,我碰巧说得毫无道理;也许你说的才是对的。
ἀλλὰ σὺ δὴ ἐν τῷ μέρει αὐτῷ εἰπὲ παρὰ τίνας ἔλθῃ Ἀθηναίων· εἰπὲ ὄνομα ὅτου βούλει.
那么现在该轮到你了,告诉他应该去找哪个雅典人;说出你想要的任何人的名字。
ΑΝ. τί δὲ ἑνὸς ἀνθρώπου ὄνομα δεῖ ἀκοῦσαι;
阿纽特斯:为什么非要听一个人的名字呢?
ὅτῳ γὰρ ἂν ἐντύχῃ Ἀθηναίων τῶν καλῶν κἀγαθῶν, οὐδεὶς ἔστιν ὃς οὐ βελτίω αὐτὸν ποιήσει ἢ οἱ σοφισταί, ἐάνπερ ἐθέλῃ πείθεσθαι.
在雅典的那些“贤人君子”中,无论他遇到谁,只要他愿意听从,就没有哪一个人不会把他培养得比那些诡辩家更好。

词汇与语法注释

  1. 91cμηδένα... λάβοι — 带有否定词 μηδένα 的第三人称愿望希求法(optative of wish),表示强烈的愿望或祈愿(“愿……没有任何人”)。
  2. 91dοὐκ ἔχω ὅπως σοι πιστεύσω — 在 οὐκ ἔχω(“我不知道如何……”)之后,由 ὅπως 引导的间接疑问从句使用了熟虑虚拟语气(deliberative subjunctive)的 πιστεύσω。
  3. 91eεἰ οἱ μὲν τὰ ὑποδήματα... οὐκ ἂν δύναιντο λαθεῖν... Πρωταγόρας δὲ ἄρα... ἐλάνθανεν — 在由 εἰ 引导的条件从句中,前半部分(οἱ μὲν……)包含带 ἄν 的潜在希求法(οὐκ ἂν δύναιντο λαθεῖν),而后半部分(Πρωταγόρας δὲ……)则使用直陈式过去时(ἐλάνθανεν)。这种对照将假设性的场景(手艺人很快会被识破)与实际的历史事实(普罗泰戈拉长年未被发觉)进行了鲜明的对比。
  4. 92dπαρʼ οὓς ἂν Μένων ἀφικόμενος μοχθηρὸς γένοιτο — 关系代词 οὕ斯 结合了 ἄν,并伴随潜在希求法 γένοιτο 的关系从句。不定过去时分词 ἀφικόμενος 包含条件意向(“如果美诺去了那里”)。整句表达了一种假设性/条件性的普遍论断:“那些去了就会让美诺变坏的人”。

引用这一段

柏拉图, 美诺篇 §91-92. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg024.humanitext-grc2:91-92

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。