Humanitext Reader

柏拉图 · 美诺篇 §90

阿纽特斯的加入与向手艺专业人士求教

第 14 段,共 20 段 · 希腊语

内容简介

苏格拉底借雅典显贵阿纽特斯到场之机,邀请他加入关于是否存在美德教师的讨论。作为铺垫,苏格拉底让阿纽特斯确认,在学习其他任何手艺时,人们都应该去向那些自称能教并收费的专业人士学习。

§90ΣΩ. πολλάκις γοῦν ζητῶν εἴ τινες εἶεν αὐτῆς διδάσκαλοι, πάντα ποιῶν οὐ δύναμαι εὑρεῖν.
苏格拉底:事实上,我多次寻找是否有它的教师,想尽办法却无法找到。
καίτοι μετὰ πολλῶν γε ζητῶ, καὶ τούτων μάλιστα οὓς ἂν οἴωμαι ἐμπειροτάτους εἶναι τοῦ πράγματος.
然而我是和许多人一起寻找的,特别是和那些我认为在这件事上最有经验的人。
καὶ δὴ καὶ νῦν, ὦ Μένων, εἰς καλὸν ἡμῖν Ἄνυτος ὅδε παρεκαθέζετο, ᾧ μεταδῶμεν τῆς ζητήσεως.
而就在刚才,美诺,这位阿纽特斯正好在对我们合适的时候坐到了我们旁边,让我们邀请他参与这次探求。
εἰκότως δʼ ἂν μεταδοῖμεν·
而且邀请他也是合情合理的。
Ἄνυτος γὰρ ὅδε πρῶτον μέν ἐστι πατρὸς πλουσίου τε καὶ σοφοῦ Ἀνθεμίωνος, ὃς ἐγένετο πλούσιος οὐκ ἀπὸ τοῦ αὐτομάτου οὐδὲ δόντος τινός, ὥσπερ ὁ νῦν νεωστὶ εἰληφὼς τὰ Πολυκράτους χρήματα Ἰσμηνίας ὁ Θηβαῖος, ἀλλὰ τῇ αὑτοῦ σοφίᾳ κτησάμενος καὶ ἐπιμελείᾳ, ἔπειτα καὶ τὰ ἄλλα οὐχ ὑπερήφανος δοκῶν εἶναι πολίτης οὐδὲ ὀγκώδης τε καὶ ἐπαχθής, ἀλλὰ κόσμιος καὶ εὐσταλὴς ἀνήρ· ἔπειτα τοῦτον εὖ ἔθρεψεν καὶ ἐπαίδευσεν, ὡς δοκεῖ Ἀθηναίων τῷ πλήθει·
因为这位阿纽特斯,首先,是一位富有且明智的父亲安特米翁的儿子,这位父亲致富既不是靠偶然,也不是靠别人的赠予(就像最近得到了波留克拉特斯财产的忒拜人伊斯美尼亚斯那样),而是靠他自己的智慧和勤勉获得的;其次,在其他方面,他也被认为不是一个傲慢的公民,既不自大也不招人厌,而是一个规矩且得体的人;再者,他把阿纽特斯抚养并教育得很好,正如雅典许多民众所认为的那样,无论如何,他们选举他担任最重要的官职。
αἱροῦνται γοῦν αὐτὸν ἐπὶ τὰς μεγίστας ἀρχάς. δίκαιον δὴ μετὰ τοιούτων ζητεῖν ἀρετῆς πέρι διδασκάλους, εἴτʼ εἰσὶν εἴτε μή, καὶ οἵτινες.
因此,与这样的人一起寻找美德的教师,探讨它们是否存在,以及是谁,是理所当然的。
σὺ οὖν ἡμῖν, ὦ Ἄνυτε, συζήτησον, ἐμοί τε καὶ τῷ σαυτοῦ ξένῳ Μένωνι τῷδε, περὶ τούτου τοῦ πράγματος τίνες ἂν εἶεν διδάσκαλοι. ὧδε δὲ σκέψαι·
那么,阿纽特斯,请你加入我们——我和你的这位客人美诺——共同探求这件事,究竟谁会是教师。
εἰ βουλοίμεθα Μένωνα τόνδε ἀγαθὸν ἰατρὸν γενέσθαι, παρὰ τίνας ἂν αὐτὸν πέμποιμεν διδασκάλους;
请这样考虑:如果我们希望这位美诺成为一名优秀的医生,我们应该把他送到哪些教师那里?
ἆρʼ οὐ παρὰ τοὺς ἰατρούς;
难道不是送到医生那里吗?
ΑΝ. πάνυ γε.
阿纽特斯:确实如此。
ΣΩ. τί δʼ εἰ σκυτοτόμον ἀγαθὸν βουλοίμεθα γενέσθαι, ἆρʼ οὐ παρὰ τοὺς σκυτοτόμους;
苏格拉底:那么,如果我们希望他成为一名优秀的鞋匠,难道不是送到鞋匠那里吗?
ΑΝ. ναί.
阿纽特斯:是的。
ΣΩ. καὶ τἆλλα οὕτως;
苏格拉底:其他行业也是如此吧?
ΑΝ. πάνυ γε.
阿纽特斯:确实如此。
ΣΩ. ὧδε δή μοι πάλιν περὶ τῶν αὐτῶν εἰπέ.
苏格拉底:那么,请就同样的事再对我说明。
παρὰ τοὺς ἰατρούς, φαμέν, πέμποντες τόνδε καλῶς ἂν ἐπέμπομεν, βουλόμενοι ἰατρὸν γενέσθαι· ἆρʼ ὅταν τοῦτο λέγωμεν, τόδε λέγομεν, ὅτι παρὰ τούτους πέμποντες αὐτὸν σωφρονοῖμεν ἄν, τοὺς ἀντιποιουμένους τε τῆς τέχνης μᾶλλον ἢ τοὺς μή, καὶ τοὺς μισθὸν πραττομένους ἐπʼ αὐτῷ τούτῳ, ἀποφήναντας αὑτοὺς διδασκάλους τοῦ βουλομένου ἰέναι τε καὶ μανθάνειν;
我们说,因为希望他成为医生,把他送到医生那里,我们送得对;当我们这样说时,是不是这个意思:我们把它送到这些人那里是明智的,即送到那些自称掌握这门手艺的人那里,而不是没掌握的人那里,并且送到那些为此收费,并向任何愿意前来学习的人公开宣称自己是教师的人那里?
ἆρʼ οὐ πρὸς ταῦτα βλέψαντες καλῶς ἂν πέμποιμεν;
难道我们不是因为看到了这些,才送得对吗?
ΑΝ. ναί.
阿纽特斯:是的。
ΣΩ. οὐκοῦν καὶ περὶ αὐλήσεως καὶ τῶν ἄλλων τὰ αὐτὰ ταῦτα;
苏格拉底:那么,关于吹笛以及其他事情,不也是这同样的情况吗?
πολλὴ ἄνοιά ἐστι βουλομένους αὐλητήν τινα ποιῆσαι παρὰ μὲν τοὺς ὑπισχνουμένους διδάξειν τὴν τέχνην καὶ μισθὸν πραττομένους μὴ ἐθέλειν πέμπειν, ἄλλοις δέ τισιν πράγματα παρέχειν, ζητοῦντα μανθάνειν παρὰ τούτων, οἳ μήτε προσποιοῦνται διδάσκαλοι εἶναι μήτʼ ἔστιν αὐτῶν μαθητὴς μηδεὶς τούτου τοῦ μαθήματος ὃ ἡμεῖς ἀξιοῦμεν μανθάνειν παρʼ αὐτῶν ὃν ἂν πέμπωΜΕΝ. οὐ πολλή σοι δοκεῖ ἀλογία εἶναι;
想要把某人培养成吹笛手,却不愿把他送到那些承诺传授这门技艺并收费的人那里,反而去麻烦其他一些人,试图从他们那里学习——而这些人既不自封为教师,也没有任何学生在学我们要求我们送去的人向他们学习的科目——这难道不是极大的愚蠢吗? 你不认为这是极大的荒谬吗?
ΑΝ. ναὶ μὰ Δία ἔμοιγε, καὶ ἀμαθία γε πρός.
阿纽特斯:凭着宙斯,在我看来的确如此,而且这还是愚昧。

词汇与语法注释

  1. 90aπατρὸς πλουσίου τε καὶ σοφοῦ Ἀνθεμίωνος — 父格的属格单独用作系动词 ἐστι 的表语,意为“是……的儿子”(省略了类似 υἱός 的词)。
  2. 90dὅτι παρὰ τούτους πέμποντες αὐτὸν σωφρονοῖμεν ἄν — 在 ὅ提 从句中,分词 πέμποντες 起条件作用(“如果发送”),带有 ἄν 的希求语气(σωφρονοῖμεν ἄν,“我们将是明智的”)表示潜在陈述,作为间接引语从属于主句动词 λέγομεν。
  3. 90eὃν ἂν πέμπωμεν — 关系代词 ὅν 加上 ἄν 以及虚拟语气 πέμπωμεν 构成了泛指关系从句,指代不确定或假设的先行词(“无论我们可能派谁去”)。

引用这一段

柏拉图, 美诺篇 §90. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg024.humanitext-grc2:90

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。