§88ΣΩ. ταὐτὰ δὲ ταῦτά φαμεν ἐνίοτε καὶ βλάπτειν·
苏格拉底:但我们说这些相同的东西有时也会带来伤害。
ἢ σὺ ἄλλως φῂς ἢ οὕτως;
还是你认为不是这样,而是那样?
ΜΕΝ. οὐκ, ἀλλʼ οὕτως.
美诺:不,我认为是那样。
ΣΩ. σκόπει δή, ὅταν τί ἑκάστου τούτων ἡγῆται, ὠφελεῖ ἡμᾶς, καὶ ὅταν τί, βλάπτει;
苏格拉底:那么,请考虑一下,当什么引导这其中的每一项时,它们对我们有益;而当什么引导时,它们带来伤害?
ἆρʼ οὐχ ὅταν μὲν ὀρθὴ χρῆσις, ὠφελεῖ, ὅταν δὲ μή, βλάπτει;
难道不是当正确的使用引导时,它们有益,而当不是时,它们带来伤害吗?
ΜΕΝ. πάνυ γε.
美诺:确实如此。
ΣΩ. ἔτι τοίνυν καὶ τὰ κατὰ τὴν ψυχὴν σκεψώμεθα.
苏格拉底:此外,我们再来考察一下关于灵魂的事物。
σωφροσύνην τι καλεῖς καὶ δικαιοσύνην καὶ ἀνδρείαν καὶ εὐμαθίαν καὶ μνήμην καὶ μεγαλοπρέπειαν καὶ πάντα τὰ τοιαῦτα;
你是否把节制、正义、勇敢、聪慧、记忆、大度以及所有这类事物称为某种东西?
ΜΕΝ. ἔγωγε.
美诺:是的,我这么称呼。
ΣΩ. σκόπει δή, τούτων ἅττα σοι δοκεῖ μὴ ἐπιστήμη εἶναι ἀλλʼ ἄλλο ἐπιστήμης, εἰ οὐχὶ τοτὲ μὲν βλάπτει, τοτὲ δὲ ὠφελεῖ;
苏格拉底:那么,请考虑一下,在这些事物中,凡是你认为不是知识而是与知识不同的东西,是否也是有时有害,有时有益?
οἷον ἀνδρεία, εἰ μὴ ἔστι φρόνησις ἡ ἀνδρεία ἀλλʼ οἷον θάρρος τι· οὐχ ὅταν μὲν ἄνευ νοῦ θαρρῇ ἄνθρωπος, βλάπτεται, ὅταν δὲ σὺν νῷ, ὠφελεῖται;
例如勇敢,如果勇敢不是明智,而只是某种大胆;难道不是当人无理智地大胆时,他就受害,而当有理智时,他就受益吗?
ΜΕΝ. ναί.
美诺:是的。
ΣΩ. οὐκοῦν καὶ σωφροσύνη ὡσαύτως καὶ εὐμαθία·
苏格拉底:那么,节制和聪慧也是如此吧?
μετὰ μὲν νοῦ καὶ μανθανόμενα καὶ καταρτυόμενα ὠφέλιμα, ἄνευ δὲ νοῦ βλαβερά;
在有理智的情况下学习和锻炼是有益的,而没有理智则是有害的?
ΜΕΝ. πάνυ σφόδρα.
美诺:非常如此。
ΣΩ. οὐκοῦν συλλήβδην πάντα τὰ τῆς ψυχῆς ἐπιχειρήματα καὶ καρτερήματα ἡγουμένης μὲν φρονήσεως εἰς εὐδαιμονίαν τελευτᾷ, ἀφροσύνης δʼ εἰς τοὐναντίον;
苏格拉底:那么,总之,灵魂的一切尝试和坚持,在明智的引导下都以幸福告终,而在愚昧的引导下则以相反的结果告终,不是吗?
ΜΕΝ. ἔοικεν.
美诺:看来是这样。
ΣΩ. εἰ ἄρα ἀρετὴ τῶν ἐν τῇ ψυχῇ τί ἐστιν καὶ ἀναγκαῖον αὐτῷ ὠφελίμῳ εἶναι, φρόνησιν αὐτὸ δεῖ εἶναι, ἐπειδήπερ πάντα τὰ κατὰ τὴν ψυχὴν αὐτὰ μὲν καθʼ αὑτὰ οὔτε ὠφέλιμα οὔτε βλαβερά ἐστιν, προσγενομένης δὲ φρονήσεως ἢ ἀφροσύνης βλαβερά τε καὶ ὠφέλιμα γίγνεται.
苏格拉底:因此,如果美德是灵魂中存在的某物,并且它必然是有益的,那么它就必须是明智;因为灵魂中的一切事物本身既非有益也非有害,但随着明智或愚昧的加入,它们就变得有害或有益了。
κατὰ δὴ τοῦτον τὸν λόγον ὠφέλιμόν γε οὖσαν τὴν ἀρετὴν φρόνησιν δεῖ τινʼ εἶναι.
根据这个道理,美德既然是有益的,就必须是某种明智。
ΜΕΝ. ἔμοιγε δοκεῖ.
美诺:我觉得是的。
ΣΩ. καὶ μὲν δὴ καὶ τἆλλα ἃ νυνδὴ ἐλέγομεν, πλοῦτόν τε καὶ τὰ τοιαῦτα, τοτὲ μὲν ἀγαθὰ τοτὲ δὲ βλαβερὰ εἶναι, ἆρα οὐχ ὥσπερ τῇ ἄλλῃ ψυχῇ ἡ φρόνησις ἡγουμένη ὠφέλιμα τὰ τῆς ψυχῆς ἐποίει, ἡ δὲ ἀφροσύνη βλαβερά, οὕτως αὖ καὶ τούτοις ἡ ψυχὴ ὀρθῶς μὲν χρωμένη καὶ ἡγουμένη ὠφέλιμα αὐτὰ ποιεῖ, μὴ ὀρθῶς δὲ βλαβερά;
苏格拉底:此外,我们刚才所说的其他事物,如财富和类似的东西,有时是好的,有时是有害的。 难道不就像明智引导灵魂的其他部分,使灵魂的性质变得有益,而愚昧使之有害一样,对于这些外在事物,灵魂如果正确地使用和引导它们,就使它们变得有益,如果不正确,就使它们有害吗?
ΜΕΝ. πάνυ γε.
美诺:确实如此。
ΣΩ. ὀρθῶς δέ γε ἡ ἔμφρων ἡγεῖται, ἡμαρτημένως δʼ ἡ ἄφρων;
苏格拉底:而有理智的灵魂正确地引导,无理智的灵魂则错误地引导,是吗?
ΜΕΝ. ἔστι ταῦτα.
美诺:是这样。
§89ΣΩ. οὐκοῦν οὕτω δὴ κατὰ πάντων εἰπεῖν ἔστιν, τῷ ἀνθρώπῳ τὰ μὲν ἄλλα πάντα εἰς τὴν ψυχὴν ἀνηρτῆσθαι, τὰ δὲ τῆς ψυχῆς αὐτῆς εἰς φρόνησιν, εἰ μέλλει ἀγαθὰ εἶναι·
苏格拉底:那么,对于一切事物都可以这样说:对人来说,所有其他事物都依赖于灵魂,而灵魂自身的事物如果想要成为好的,就依赖于明智。
καὶ τούτῳ τῷ λόγῳ φρόνησις ἂν εἴη τὸ ὠφέλιμον·
根据这个道理,明智就是那有益的东西。
φαμὲν δὲ τὴν ἀρετὴν ὠφέλιμον εἶναι;
而我们说美德是有益的,是吗?
ΜΕΝ. πάνυ γε.
美诺:确实如此。
ΣΩ. φρόνησιν ἄρα φαμὲν ἀρετὴν εἶναι, ἤτοι σύμπασαν ἢ μέρος τι;
苏格拉底:那么,我们是说美德就是明智,无论是全部还是其某一部分?
ΜΕΝ. δοκεῖ μοι καλῶς λέγεσθαι, ὦ Σώκρατες, τὰ λεγόμενα.
美诺:苏格拉底,在我看来,所说的话说得很对。
ΣΩ. οὐκοῦν εἰ ταῦτα οὕτως ἔχει, οὐκ ἂν εἶεν φύσει οἱ ἀγαθοί.
苏格拉底:那么,如果这些情况是这样,好人就不会是天生的。
ΜΕΝ. οὔ μοι δοκεῖ.
美诺:我也觉得不是。
ΣΩ. καὶ γὰρ ἄν που καὶ τόδʼ ἦν· εἰ φύσει οἱ ἀγαθοὶ ἐγίγνοντο, ἦσάν που ἂν ἡμῖν οἳ ἐγίγνωσκον τῶν νέων τοὺς ἀγαθοὺς τὰς φύσεις, οὓς ἡμεῖς ἂν παραλαβόντες ἐκείνων ἀποφηνάντων ἐφυλάττομεν ἂν ἐν ἀκροπόλει, κατασημηνάμενοι πολὺ μᾶλλον ἢ τὸ χρυσίον, ἵνα μηδεὶς αὐτοὺς διέφθειρεν, ἀλλʼ ἐπειδὴ ἀφίκοιντο εἰς τὴν ἡλικίαν, χρήσιμοι γίγνοιντο ταῖς πόλεσι.
苏格拉底:因为如果是那样,想必也会是这样:如果好人是天生的,我们中想必就会有人能识别出年轻人中那些具有好天赋的人;我们把他们接管过来,在他们被指出之后,把他们看守在雅典卫城里,比看守黄金还要严格地盖上印记,以免有人败坏他们,等到他们到了成年,就能对城邦发挥作用。
ΜΕΝ. εἰκός γέ τοι, ὦ Σώκρατες.
美诺:确实很可能如此,苏格拉底。
ΣΩ. ἆρʼ οὖν ἐπειδὴ οὐ φύσει οἱ ἀγαθοὶ ἀγαθοὶ γίγνονται, ἆρα μαθήσει;
苏格拉底:那么,既然好人不是天生就成为好人的,那难道是通过学习吗?
ΜΕΝ. δοκεῖ μοι ἤδη ἀναγκαῖον εἶναι·
美诺:在我看来,现在这已经是必然的了。
καὶ δῆλον, ὦ Σώκρατες, κατὰ τὴν ὑπόθεσιν, εἴπερ ἐπιστήμη ἐστὶν ἀρετή, ὅτι διδακτόν ἐστιν.
而且,苏格拉底,显然根据假设,如果美德是知识,它就是可教的。
ΣΩ. ἴσως νὴ Δία·
苏格拉底:凭着宙斯,也许是这样。
ἀλλὰ μὴ τοῦτο οὐ καλῶς ὡμολογήσαμεν;
但是,我们刚才在这个问题上的同意难道没有问题吗?
ΜΕΝ. καὶ μὴν ἐδόκει γε ἄρτι καλῶς λέγεσθαι.
美诺:可是,刚才看来是说得很对的。
ΣΩ. ἀλλὰ μὴ οὐκ ἐν τῷ ἄρτι μόνον δέῃ αὐτὸ δοκεῖν καλῶς λέγεσθαι, ἀλλὰ καὶ ἐν τῷ νῦν καὶ ἐν τῷ ἔπειτα, εἰ μέλλει τι αὐτοῦ ὑγιὲς εἶναι.
苏格拉底:但是,不仅在刚才需要显得说得对,在现在和以后也必须如此,如果这其中有什么健全可靠的成分的话。
ΜΕΝ. τί οὖν δή;
美诺:那么,这又是为什么呢?
πρὸς τί βλέπων δυσχεραίνεις αὐτὸ καὶ ἀπιστεῖς μὴ οὐκ ἐπιστήμη ᾖ ἡ ἀρετή;
你看到了什么,以至于对它感到不快,并怀疑美德可能不是知识呢?
ΣΩ. ἐγώ σοι ἐρῶ, ὦ Μένων.
苏格拉底:我来告诉你,美诺。
τὸ μὲν γὰρ διδακτὸν αὐτὸ εἶναι, εἴπερ ἐπιστήμη ἐστίν, οὐκ ἀνατίθεμαι μὴ οὐ καλῶς λέγεσθαι· ὅτι δὲ οὐκ ἔστιν ἐπιστήμη, σκέψαι ἐάν σοι δοκῶ εἰκότως ἀπιστεῖν.
如果美德确实是知识,那么说它是可教的,我并不收回这句话是说得对的;但对于它不是知识这一点,请看你是否认为我怀疑得有道理。
τόδε γάρ μοι εἰπέ· εἰ ἔστιν διδακτὸν ὁτιοῦν πρᾶγμα, μὴ μόνον ἀρετή, οὐκ ἀναγκαῖον αὐτοῦ καὶ διδασκάλους καὶ μαθητὰς εἶναι;
请告诉我这件事:如果任何事情是可教的,不单是美德,难道不必然有它的教师和学生吗?
ΜΕΝ. ἔμοιγε δοκεῖ.
美诺:我觉得是的。
ΣΩ. οὐκοῦν τοὐναντίον αὖ, οὗ μήτε διδάσκαλοι μήτε μαθηταὶ εἶεν, καλῶς ἂν αὐτὸ εἰκάζοντες εἰκάζοιμεν μὴ διδακτὸν εἶναι;
苏格拉底:那么反过来,对于既没有教师也没有学生的东西,如果我们推测它不可教,我们不就推测得很对了吗?
ΜΕΝ. ἔστι ταῦτα·
美诺:是这样。
ἀλλʼ ἀρετῆς διδάσκαλοι οὐ δοκοῦσί σοι εἶναι;
但难道你认为没有美德的教师吗?