Humanitext Reader

柏拉图 · 美诺篇 §87

假设法探究与美德作为知识的可教性

第 12 段,共 20 段 · 希腊语

内容简介

苏格拉底以几何学为例,提出了“通过假设进行探讨”的方法,指出如果美德是知识则它是可教的。为了检验这一假设,他从美德是好的、因而是有益的这一前提开始探讨。

§87ΣΩ. λέγω δὲ τὸ ἐξ ὑποθέσεως ὧδε, ὥσπερ οἱ γεωμέτραι πολλάκις σκοποῦνται, ἐπειδάν τις ἔρηται αὐτούς, οἷον περὶ χωρίου, εἰ οἷόν τε ἐς τόνδε τὸν κύκλον τόδε τὸ χωρίον τρίγωνον ἐνταθῆναι, εἴποι ἄν τις ὅτι οὔπω οἶδα εἰ ἔστιν τοῦτο τοιοῦτον, ἀλλʼ ὥσπερ μέν τινα ὑπόθεσιν προὔργου οἶμαι ἔχειν πρὸς τὸ πρᾶγμα τοιάνδε· εἰ μέν ἐστιν τοῦτο τὸ χωρίον τοιοῦτον οἷον παρὰ τὴν δοθεῖσαν αὐτοῦ γραμμὴν παρατείναντα ἐλλείπειν τοιούτῳ χωρίῳ οἷον ἂν αὐτὸ τὸ παρατεταμένον ᾖ, ἄλλο τι συμβαίνειν μοι δοκεῖ, καὶ ἄλλο αὖ, εἰ ἀδύνατόν ἐστιν ταῦτα παθεῖν.
苏格拉底:我所说的“从假设出发”是这个意思,就像几何学家经常考察的那样,当有人问他们,比如关于一个面积,是否可能将这个面积作为三角形内接于这个圆中,几何学家可能会说: “我还不知道它是否是这样的,但我认为我有一个对这件事有用的假设,如下:如果这个面积具有这样的性质,即当人们把它沿着给定的线段延伸时,它所欠缺的面积正好等于延伸出的图形本身,那么在我看来就会得出一种结果;而如果不可能发生这些情况,又会得出另一种结果。
ὑποθέμενος οὖν ἐθέλω εἰπεῖν σοι τὸ συμβαῖνον περὶ τῆς ἐντάσεως αὐτοῦ εἰς τὸν κύκλον, εἴτε ἀδύνατον εἴτε μή.
因此,在作了假设之后,我愿意告诉你关于它内接于圆中的情况,不论它是可能还是不可能。
οὕτω δὴ καὶ περὶ ἀρετῆς ἡμεῖς, ἐπειδὴ οὐκ ἴσμεν οὔθʼ ὅτι ἐστὶν οὔθʼ ὁποῖόν τι, ὑποθέμενοι αὐτὸ σκοπῶμεν εἴτε διδακτὸν εἴτε οὐ διδακτόν ἐστιν, ὧδε λέγοντες· εἰ ποῖόν τί ἐστιν τῶν περὶ τὴν ψυχὴν ὄντων ἀρετή, διδακτὸν ἂν εἴη ἢ οὐ διδακτόν;
” 同样地,关于美德,既然我们既不知道它是什么,也不知道它具有怎样的性质,那我们就设下假设来考察它是可教的还是不可教的,我们可以这样说:如果美德是灵魂中存在的诸事物中具有怎样性质的一种,它是可教的还是不可教的呢?
πρῶτον μὲν δὴ εἰ ἔστιν ἀλλοῖον ἢ οἷον ἐπιστήμη, ἆρα διδακτὸν ἢ οὔ, ἢ ὃ νυνδὴ ἐλέγομεν, ἀναμνηστόν—διαφερέτω δὲ μηδὲν ἡμῖν ὁποτέρῳ ἂν τῷ ὀνόματι χρώμεθα—ἀλλʼ ἆρα διδακτόν;
首先,如果它具有与知识不同的性质,那么它是可教的吗,还是不可教的,或者就像我们刚才所说的,是可回忆的? ——无论我们用这两个名称中的哪一个,对我们来说都没有什么不同——但是,它是可教的吗?
ἢ τοῦτό γε παντὶ δῆλον, ὅτι οὐδὲν ἄλλο διδάσκεται ἄνθρωπος ἢ ἐπιστήμην;
或者,至少这对每个人来说都是显而易见的,即人除了知识之外,不能被教导任何别的东西,不是吗?
ΜΕΝ. ἔμοιγε δοκεῖ.
美诺:我觉得是的。
ΣΩ. εἰ δέ γʼ ἐστὶν ἐπιστήμη τις ἡ ἀρετή, δῆλον ὅτι διδακτὸν ἂν εἴη.
苏格拉底:但是,如果美德确实是某种知识,那么显而易见它是可教的。
ΜΕΝ. πῶς γὰρ οὔ;
美诺:怎么会不是呢?
ΣΩ. τούτου μὲν ἄρα ταχὺ ἀπηλλάγμεθα, ὅτι τοιοῦδε μὲν ὄντος διδακτόν, τοιοῦδε δʼ οὔ.
苏格拉底:那么,我们很快就解决了这个问题:如果它是这种性质的,就是可教的;如果是那种性质的,就不可教。
ΜΕΝ. πάνυ γε.
美诺:确实如此。
ΣΩ. τὸ δὴ μετὰ τοῦτο, ὡς ἔοικε, δεῖ σκέψασθαι πότερόν ἐστιν ἐπιστήμη ἡ ἀρετὴ ἢ ἀλλοῖον ἐπιστήμης.
苏格拉底:在这之后,看来我们必须考察美德究竟是知识,还是与知识不同的东西。
ΜΕΝ. ἔμοιγε δοκεῖ τοῦτο μετὰ τοῦτο σκεπτέον εἶναι.
美诺:我也觉得在这之后应该考察这个问题。
ΣΩ. τί δὲ δή;
苏格拉底:那么,又如何呢?
ἄλλο τι ἢ ἀγαθὸν αὐτό φαμεν εἶναι τὴν ἀρετήν, καὶ αὕτη ἡ ὑπόθεσις μένει ἡμῖν, ἀγαθὸν αὐτὸ εἶναι;
我们是否说美德本身是某种好的东西,并且这个假设——即美德本身是好东西——对我们来说是成立的?
ΜΕΝ. πάνυ μὲν οὖν.
美诺:当然。
ΣΩ. οὐκοῦν εἰ μέν τί ἐστιν ἀγαθὸν καὶ ἄλλο χωριζόμενον ἐπιστήμης, τάχʼ ἂν εἴη ἡ ἀρετὴ οὐκ ἐπιστήμη τις· εἰ δὲ μηδέν ἐστιν ἀγαθὸν ὃ οὐκ ἐπιστήμη περιέχει, ἐπιστήμην ἄν τινʼ αὐτὸ ὑποπτεύοντες εἶναι ὀρθῶς ὑποπτεύοιΜΕΝ. ΜΕΝ. ἔστι ταῦτα.
苏格拉底:那么,如果确实存在着某种与知识相分离、不同的好东西,美德或许就不是某种知识;但如果没有任何好东西是不被知识所包含的,那么我们怀疑它是某种知识就是正确的怀疑。 美诺:是这样。
ΣΩ. καὶ μὴν ἀρετῇ γʼ ἐσμὲν ἀγαθοί;
苏格拉底:而且,我们是因为美德而成为好人的吗?
ΜΕΝ. ναί.
美诺:是的。
ΣΩ. εἰ δὲ ἀγαθοί, ὠφέλιμοι·
苏格拉底:如果是好人,那就是有益的。
πάντα γὰρ τἀγαθὰ ὠφέλιμα.
因为所有好的东西都是有益的。
οὐχί;
不是吗?
ΜΕΝ. ναί.
美诺:是的。
ΣΩ. καὶ ἡ ἀρετὴ δὴ ὠφέλιμόν ἐστιν;
苏格拉底:那么美德也确实是有益的东西了?
ΜΕΝ. ἀνάγκη ἐκ τῶν ὡμολογημένων.
美诺:从已同意的结论来看,必然如此。
ΣΩ. σκεψώμεθα δὴ καθʼ ἕκαστον ἀναλαμβάνοντες ποῖά ἐστιν ἃ ἡμᾶς ὠφελεῖ.
苏格拉底:那么,让我们逐一列举并考察一下,是什么样的事物对我们有益。
ὑγίεια, φαμέν, καὶ ἰσχὺς καὶ κάλλος καὶ πλοῦτος δή· ταῦτα λέγομεν καὶ τὰ τοιαῦτα ὠφέλιμα.
我们说,健康、力量、美貌,当然还有财富;我们说这些和类似的事物是有益的。
οὐχί;
不是吗?
ΜΕΝ. ναί.
美诺:是的。

词汇与语法注释

  1. 87aτὸ ἐξ ὑποθέσεως — 这是动词 `λέγω`(意指)的直接宾语,介词短语 `ἐξ ὑποθέσεως` 加上中性单数冠词 `τό` 从而名词化。它与后面的副词 `ὧδε`(这样)结合,表示“我所说的‘从假设出发’是这个意思”。
  2. 87aἐλλείπειν τοιούτῳ χωρίῳ οἷον ἂν αὐτὸ τὸ παρατεταμένον ᾖ — 这是关于古希腊几何学中“面积应用(parabole)”的极难懂的专业表达。不定式 `ἐλλείπειν`(不足、欠缺)是由 `τοιοῦτον οἷον`(具有……性质以至于)引导的结果不定式。与格 `τοιούτῳ χωρίῳ`(以这样一个面积之差)表示差额,并由关系从句 `οἷον ἂν... ᾖ`(正如被延伸/应用图形本身那样)修饰。
  3. 87cοὐδὲν ἄλλο διδάσκεται ἄνθρωπος ἢ ἐπιστήμην — 由于主动语态的 `διδάσκω` 带双宾格(教某人[宾格]某事[宾格]),因此在其被动语态 `διδάσκομαι` 中,人(`ἄνθρωπος`)作为主语,而被教的内容(`ἐπιστήμην`)仍保留为宾格(保留宾格)。
  4. 87dἐπιστήμην ἄν τινʼ αὐτὸ ὑποπτεύοντες εἶναι ὀρθῶς ὑποπτεύοιμεν — 现在分词 `ὑποπτεύοντες` 在此表示条件(“如果我们怀疑”),修饰主句动词 `ὑποπτεύοιμεν`(带 `ἄν` 的潜在希求法)。`αὐτό` 指代前文的中性词 `ἀγαθόν`(或泛指的“它”),是不定式 `εἶναι` 的主格性宾格,而 `ἐπιστήμην` 是其述语宾格。

引用这一段

柏拉图, 美诺篇 §87. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg024.humanitext-grc2:87

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。