§86ΣΩ. εἰ δὲ μὴ ἐν τῷ νῦν βίῳ λαβών, οὐκ ἤδη τοῦτο δῆλον, ὅτι ἐν ἄλλῳ τινὶ χρόνῳ εἶχε καὶ ἐμεμαθήκει;
苏格拉底:但是,如果他不是在今生得到的,那么他是在其他某个时间拥有并已经学会了它,这难道不是已经很明显了吗?
ΜΕΝ. φαίνεται.
美诺:似乎如此。
ΣΩ. οὐκοῦν οὗτός γέ ἐστιν ὁ χρόνος ὅτʼ οὐκ ἦν ἄνθρωπος;
苏格拉底:那么,这不就是他还不成其为人的那个时间吗?
ΜΕΝ. ναί.
美诺:是的。
ΣΩ. εἰ οὖν ὅν τʼ ἂν ᾖ χρόνον καὶ ὃν ἂν μὴ ᾖ ἄνθρωπος, ἐνέσονται αὐτῷ ἀληθεῖς δόξαι, αἳ ἐρωτήσει ἐπεγερθεῖσαι ἐπιστῆμαι γίγνονται, ἆρʼ οὖν τὸν ἀεὶ χρόνον μεμαθηκυῖα ἔσται ἡ ψυχὴ αὐτοῦ;
苏格拉底:那么,如果无论在他作为人的时间还是不作为人的时间,他里面都存在着真确的意见——这些意见通过提问而被唤醒并成为认识——那么他的灵魂不就始终处于已经学会了的状态吗?
δῆλον γὰρ ὅτι τὸν πάντα χρόνον ἔστιν ἢ οὐκ ἔστιν ἄνθρωπος.
因为显而易见,在全部的时间里,他要么是人,要么不是人。
ΜΕΝ. φαίνεται.
美诺:似乎如此。
ΣΩ. οὐκοῦν εἰ ἀεὶ ἡ ἀλήθεια ἡμῖν τῶν ὄντων ἐστὶν ἐν τῇ ψυχῇ, ἀθάνατος ἂν ἡ ψυχὴ εἴη, ὥστε θαρροῦντα χρὴ ὃ μὴ τυγχάνεις ἐπιστάμενος νῦν—τοῦτο δʼ ἐστὶν ὃ μὴ μεμνημένος—ἐπιχειρεῖν ζητεῖν καὶ ἀναμιμνῄσκεσθαι;
苏格拉底:因此,如果存在者的真理始终在我们的灵魂中,那么灵魂就应当是灵魂不死的,从而人们应当充满信心,对于现在碰巧不知道的事情——也就是没有想起来的事情——着手去探求和回忆,不是吗?
ΜΕΝ. εὖ μοι δοκεῖς λέγειν, ὦ Σώκρατες, οὐκ οἶδʼ ὅπως.
美诺:苏格拉底,我觉得你说的很对,不知怎的。
ΣΩ. καὶ γὰρ ἐγὼ ἐμοί, ὦ Μένων.
苏格拉底:美诺,我也觉得我说的对。
καὶ τὰ μέν γε ἄλλα οὐκ ἂν πάνυ ὑπὲρ τοῦ λόγου διισχυρισαίμην· ὅτι δʼ οἰόμενοι δεῖν ζητεῖν ἃ μή τις οἶδεν βελτίους ἂν εἶμεν καὶ ἀνδρικώτεροι καὶ ἧττον ἀργοὶ ἢ εἰ οἰοίμεθα ἃ μὴ ἐπιστάμεθα μηδὲ δυνατὸν εἶναι εὑρεῖν μηδὲ δεῖν ζητεῖν, περὶ τούτου πάνυ ἂν διαμαχοίμην, εἰ οἷός τε εἴην, καὶ λόγῳ καὶ ἔργῳ.
对于这个论证的其他方面,我并不想完全肯定地坚持;但是,如果我们认为应当去探求那些自己不知道的事情,我们就会比那些认为对于自己不知道的事情既不可能找到、也不需要去探求的人,变得更好、更勇敢、更不懒惰。 关于这一点,只要我能做到,我一定会竭尽全力在言论和行动上进行战斗。
ΜΕΝ. καὶ τοῦτο μέν γε δοκεῖς μοι εὖ λέγειν, ὦ Σώκρατες.
美诺:苏格拉底,这一点我觉得你也说得很好。
ΣΩ. βούλει οὖν, ἐπειδὴ ὁμονοοῦμεν ὅτι ζητητέον περὶ οὗ μή τις οἶδεν, ἐπιχειρήσωμεν κοινῇ ζητεῖν τί ποτʼ ἐστὶν ἀρετή;
苏格拉底:那么,既然我们一致同意应当探求那些自己不知道的事情,你愿意让我们共同着手去探求“美德究竟是什么”吗?
ΜΕΝ. πάνυ μὲν οὖν.
美诺:非常愿意。
οὐ μέντοι, ὦ Σώκρατες, ἀλλʼ ἔγωγε ἐκεῖνο ἂν ἥδιστα, ὅπερ ἠρόμην τὸ πρῶτον, καὶ σκεψαίμην καὶ ἀκούσαιμι, πότερον ὡς διδακτῷ ὄντι αὐτῷ δεῖ ἐπιχειρεῖν, ἢ ὡς φύσει ἢ ὡς τίνι ποτὲ τρόπῳ παραγιγνομένης τοῖς ἀνθρώποις τῆς ἀρετῆς.
不过,苏格拉底,我最乐意探讨和倾听的,还是我最初问的那个问题:我们在对待美德时,究竟应当把它当作是可以教导的东西来对待,还是把它当作是天生的,或者是以其他什么方式来到人们身上的东西?
ΣΩ. ἀλλʼ εἰ μὲν ἐγὼ ἦρχον, ὦ Μένων, μὴ μόνον ἐμαυτοῦ ἀλλὰ καὶ σοῦ, οὐκ ἂν ἐσκεψάμεθα πρότερον εἴτε διδακτὸν εἴτε οὐ διδακτὸν ἡ ἀρετή, πρὶν ὅτι ἐστὶν πρῶτον ἐζητήσαμεν αὐτό· ἐπειδὴ δὲ σὺ σαυτοῦ μὲν οὐδʼ ἐπιχειρεῖς ἄρχειν, ἵνα δὴ ἐλεύθερος ᾖς, ἐμοῦ δὲ ἐπιχειρεῖς τε ἄρχειν καὶ ἄρχεις, συγχωρήσομαί σοι—τί γὰρ χρὴ ποιεῖν;
苏格拉底:美诺,如果我不仅能支配我自己,还能支配你,那么在首先探求美德“是什么”之前,我们是绝不会去探讨美德“是可教的还是不可教的”;但是,既然你为了保持自由而根本不想支配自己,却反过来企图支配我,而且实际上也支配着我,那我就对你让步吧——因为我还能怎么办呢?
—ἔοικεν οὖν σκεπτέον εἶναι ποῖόν τί ἐστιν ὃ μήπω ἴσμεν ὅτι ἐστίν.
——因此,我们似乎必须在一个我们还不知道它“是什么”的前提下,去探讨它“具有怎样的性质”。
εἰ μή τι οὖν ἀλλὰ σμικρόν γέ μοι τῆς ἀρχῆς χάλασον, καὶ συγχώρησον ἐξ ὑποθέσεως αὐτὸ σκοπεῖσθαι, εἴτε διδακτόν ἐστιν εἴτε ὁπωσοῦν.
那么,既然如此,至少请你稍微对我放松一下你的支配,并允许我们从一个假设出发去考察它:它是可教的,还是以其他什么方式存在的。