§85ΣΩ. οὐκοῦν ἐστιν αὕτη γραμμὴ ἐκ γωνίας εἰς γωνίαν τέμνουσα δίχα ἕκαστον τούτων τῶν χωρίων;
苏格拉底:那么,这条从角到角、将这些图形中的每一个都平分的线,难道不就是它吗?
ΠΑΙ. ναί.
孩子:是的。
ΣΩ. οὐκοῦν τέτταρες αὗται γίγνονται γραμμαὶ ἴσαι, περιέχουσαι τουτὶ τὸ χωρίον;
苏格拉底:那么,不就产生了这四条相等并围成这个图形的线吗?
ΠΑΙ. γίγνονται γάρ.
孩子:确实产生了。
ΣΩ. σκόπει δή· πηλίκον τί ἐστιν τοῦτο τὸ χωρίον;
苏格拉底:那么你看:这个图形有多大?
ΠΑΙ. οὐ μανθάνω.
孩子:我不明白。
ΣΩ. οὐχὶ τεττάρων ὄντων τούτων ἥμισυ ἑκάστου ἑκάστη ἡ γραμμὴ ἀποτέτμηκεν ἐντός;
苏格拉底:在这四个图形存在的情况下,每一条线不都在内部切去了每一个图形的一半吗?
ἢ οὔ;
是不是这样?
ΠΑΙ. ναί.
孩子:是的。
ΣΩ. πόσα οὖν τηλικαῦτα ἐν τούτῳ ἔνεστιν;
苏格拉底:那么,在这个图形中包含着多少个这样大小的(一半)呢?
ΠΑΙ. τέτταρα.
孩子:四个。
ΣΩ. πόσα δὲ ἐν τῷδε;
苏格拉底:而在那个图形中包含着多少个呢?
ΠΑΙ. δύο.
孩子:两个。
ΣΩ. τὰ δὲ τέτταρα τοῖν δυοῖν τί ἐστιν;
苏格拉底:那么四个对于两个来说是多少呢?
ΠΑΙ. διπλάσια.
孩子:两倍。
ΣΩ. τόδε οὖν ποσάπουν γίγνεται;
苏格拉底:那么这个图形是多少平方英尺的?
ΠΑΙ. ὀκτώπουν.
孩子:八平方英尺。
ΣΩ. ἀπὸ ποίας γραμμῆς;
苏格拉底:是从什么线产生的?
ΠΑΙ. ἀπὸ ταύτης.
孩子:从这条线。
ΣΩ. ἀπὸ τῆς ἐκ γωνίας εἰς γωνίαν τεινούσης τοῦ τετράποδος;
苏格拉底:是从这个四平方英尺图形的从角到角延伸的线产生的吗?
ΠΑΙ. ναί.
孩子:是的。
ΣΩ. καλοῦσιν δέ γε ταύτην διάμετρον οἱ σοφισταί· ὥστʼ εἰ ταύτῃ διάμετρος ὄνομα, ἀπὸ τῆς διαμέτρου ἄν, ὡς σὺ φῄς, ὦ παῖ Μένωνος, γίγνοιτʼ ἂν τὸ διπλάσιον χωρίον.
苏格拉底:智者们把这条线称作“对角线”;因此,如果它的名字叫作“对角线”,那么正如你所说,美诺的孩子,从对角线就可以产生双倍大的图形了。
ΠΑΙ. πάνυ μὲν οὖν, ὦ Σώκρατες.
孩子:完全是这样,苏格拉底。
ΣΩ. τί σοι δοκεῖ, ὦ Μένων;
苏格拉底:美诺,你觉得怎么样?
ἔστιν ἥντινα δόξαν οὐχ αὑτοῦ οὗτος ἀπεκρίνατο;
这个孩子回答出来的意见中,难道有哪一个是属于别人而不属于他自己的吗?
ΜΕΝ. οὔκ, ἀλλʼ ἑαυτοῦ.
美诺:没有,都是他自己的。
ΣΩ. καὶ μὴν οὐκ ᾔδει γε, ὡς ἔφαμεν ὀλίγον πρότερον.
苏格拉底:而且正如我们刚才所说,他以前并不知道。
ΜΕΝ. ἀληθῆ λέγεις.
美诺:你说得对。
ΣΩ. ἐνῆσαν δέ γε αὐτῷ αὗται αἱ δόξαι· ἢ οὔ;
苏格拉底:可是这些意见原本就在他里面,难道不是吗?
ΜΕΝ. ναί.
美诺:是的。
ΣΩ. τῷ οὐκ εἰδότι ἄρα περὶ ὧν ἂν μὴ εἰδῇ ἔνεισιν ἀληθεῖς δόξαι περὶ τούτων ὧν οὐκ οἶδε;
苏格拉底:因此,对于一个不知道的人来说,在他不知道的事情上,其实也存在着关于这些他所不知道之事的真确意见,是不是?
ΜΕΝ. φαίνεται.
美诺:显而易见。
ΣΩ. καὶ νῦν μέν γε αὐτῷ ὥσπερ ὄναρ ἄρτι ἀνακεκίνηνται αἱ δόξαι αὗται· εἰ δὲ αὐτόν τις ἀνερήσεται πολλάκις τὰ αὐτὰ ταῦτα καὶ πολλαχῇ, οἶσθʼ ὅτι τελευτῶν οὐδενὸς ἧττον ἀκριβῶς ἐπιστήσεται περὶ τούτων.
苏格拉底:现在,这些意见就像梦境一样刚刚在他里面被唤醒;但是,如果有人多次、以各种方式向他提问这些同样的问题,你可知道,最终他对于这些事情的认识,会不比任何人模糊,而是同样精确?
ΜΕΝ. ἔοικεν.
美诺:似乎如此。
ΣΩ. οὐκοῦν οὐδενὸς διδάξαντος ἀλλʼ ἐρωτήσαντος ἐπιστήσεται, ἀναλαβὼν αὐτὸς ἐξ αὑτοῦ τὴν ἐπιστήμην;
苏格拉底:那么,在没有任何人教导、而只有提问的情况下,他就会通过自己从自身中重新获取知识,从而获得认识吗?
ΜΕΝ. ναί.
美诺:是的。
ΣΩ. τὸ δὲ ἀναλαμβάνειν αὐτὸν ἐν αὑτῷ ἐπιστήμην οὐκ ἀναμιμνῄσκεσθαί ἐστιν;
苏格拉底:而这种在自己内部重新获取知识的过程,难道不就是回忆吗?
ΜΕΝ. πάνυ γε.
美诺:当然是。
ΣΩ. ἆρʼ οὖν οὐ τὴν ἐπιστήμην, ἣν νῦν οὗτος ἔχει, ἤτοι ἔλαβέν ποτε ἢ ἀεὶ εἶχεν; ΜΕΝ. ναί.
苏格拉底:那么他现在拥有的这一认识,他不是在什么时候曾经得到过,就是一直拥有的,对吗?
ΣΩ. οὐκοῦν εἰ μὲν ἀεὶ εἶχεν, ἀεὶ καὶ ἦν ἐπιστήμων·
美诺:是的。
εἰ δὲ ἔλαβέν ποτε, οὐκ ἂν ἔν γε τῷ νῦν βίῳ εἰληφὼς εἴη.
苏格拉底:那么,如果他是始终拥有它的,那么他也始终是知晓的;但如果是他在某个时候得到的,他也不可能是在今生得到的。
ἢ δεδίδαχέν τις τοῦτον γεωμετρεῖν;
或者曾有人教过他几何学?
οὗτος γὰρ ποιήσει περὶ πάσης γεωμετρίας ταὐτὰ ταῦτα, καὶ τῶν ἄλλων μαθημάτων ἁπάντων.
因为他会对整个几何学以及所有其他学科都做出同样的事情。
ἔστιν οὖν ὅστις τοῦτον πάντα δεδίδαχεν;
那么,难道有人教过他这一切吗?
δίκαιος γάρ που εἶ εἰδέναι, ἄλλως τε ἐπειδὴ ἐν τῇ σῇ οἰκίᾳ γέγονεν καὶ τέθραπται.
你自然应当知道,尤其是因为他是在你的屋里出生并养大的。
ΜΕΝ. ἀλλʼ οἶδα ἔγωγε ὅτι οὐδεὶς πώποτε ἐδίδαξεν.
美诺:我很清楚,从来没有任何人教过他。
ΣΩ. ἔχει δὲ ταύτας τὰς δόξας, ἢ οὐχί;
苏格拉底:但是他拥有这些意见,是不是?
ΜΕΝ. ἀνάγκη, ὦ Σώκρατες, φαίνεται.
美诺:显然是无可避免的,苏格拉底。