Humanitext Reader

柏拉图 · 美诺篇 §81-82

回忆说的提出与对奴隶少年的提问

第 8 段,共 20 段 · 希腊语

内容简介

针对美诺提出的“无法探究”的悖论,苏格拉底以灵魂不死和回忆说予以反驳,并开始对美诺的奴隶奴仆进行几何学提问以示证明。

§81ΜΕΝ. οὐκοῦν καλῶς σοι δοκεῖ λέγεσθαι ὁ λόγος οὗτος, ὦ Σώκρατες;
美诺:那么苏格拉底,你认为这种说法说得对吗?
ΣΩ. οὐκ ἔμοιγε.
苏格拉底:我可不这么认为。
ΜΕΝ. ἔχεις λέγειν ὅπῃ;
美诺:你能说出它在什么地方不对吗?
ΣΩ. ἔγωγε·
苏格拉底:我能。
ἀκήκοα γὰρ ἀνδρῶν τε καὶ γυναικῶν σοφῶν περὶ τὰ θεῖα πράγματα— ΜΕΝ. τίνα λόγον λεγόντων;
因为我曾听关于神圣事物的聪明的男男女女说过―― 美诺:他们说的是什么道理?
ΣΩ. ἀληθῆ, ἔμοιγε δοκεῖν, καὶ καλόν.
苏格拉底:在我看来,是一个真实而美丽的道理。
ΜΕΝ. τίνα τοῦτον, καὶ τίνες οἱ λέγοντες;
美诺:这是什么道理,说话的又是些什么人?
ΣΩ. οἱ μὲν λέγοντές εἰσι τῶν ἱερέων τε καὶ τῶν ἱερειῶν ὅσοις μεμέληκε περὶ ὧν μεταχειρίζονται λόγον οἵοις τʼ εἶναι διδόναι· λέγει δὲ καὶ Πίνδαρος καὶ ἄλλοι πολλοὶ τῶν ποιητῶν ὅσοι θεῖοί εἰσιν.
苏格拉底:说话的是那些重视对自己所掌管的事物能给出说明的祭司和女祭司;皮达罗以及其他许多神圣的诗人也这样说。
ἃ δὲ λέγουσιν, ταυτί ἐστιν· ἀλλὰ σκόπει εἴ σοι δοκοῦσιν ἀληθῆ λέγειν.
他们说的话是这样的――不过请你考虑一下,你觉得他们说的是否真实。
φασὶ γὰρ τὴν ψυχὴν τοῦ ἀνθρώπου εἶναι ἀθάνατον, καὶ τοτὲ μὲν τελευτᾶν—ὃ δὴ ἀποθνῄσκειν καλοῦσι—τοτὲ δὲ πάλιν γίγνεσθαι, ἀπόλλυσθαι δʼ οὐδέποτε· δεῖν δὴ διὰ ταῦτα ὡς ὁσιώτατα διαβιῶναι τὸν βίον·
因为他们说,人的灵魂是不死的,它有时结束――这也就是人们所谓的死亡――有时又重新诞生,但绝不会消灭;因此,由于这些原因,人应该尽可能虔敬地度过一生。
οἷσιν γὰρ ἂν— " Φερσεφόνα ποινὰν παλαιοῦ πένθεος δέξεται, εἰς τὸν ὕπερθεν ἅλιον κείνων ἐνάτῳ ἔτεϊ ἀνδιδοῖ ψυχὰς πάλιν, ἐκ τᾶν βασιλῆες ἀγαυοὶ καὶ σθένει κραιπνοὶ σοφίᾳ τε μέγιστοι ἄνδρες αὔξοντʼ· ἐς δὲ τὸν λοιπὸν χρόνον ἥρωες ἁγνοὶ πρὸς ἀνθρώπων καλεῦνται.
“凡是珀耳塞福涅接受了他们古老痛苦之赎金的人,在第九年,她会将他们的灵魂重新送回到上方的阳光中,从这些灵魂中将成长出高贵的国王、力大无比的人以及智慧极高的人;在未来的岁月中,他们会被人们称为神圣的英雄。
" ἅτε οὖν ἡ ψυχὴ ἀθάνατός τε οὖσα καὶ πολλάκις γεγονυῖα, καὶ ἑωρακυῖα καὶ τὰ ἐνθάδε καὶ τὰ ἐν Ἅιδου καὶ πάντα χρήματα, οὐκ ἔστιν ὅτι οὐ μεμάθηκεν·
” 既然灵魂是不死的,并且已经诞生过多次,看见过这里的一切,也看见过冥界的一切以及所有的事物,那就没有什么东西是它没有学过的。
ὥστε οὐδὲν θαυμαστὸν καὶ περὶ ἀρετῆς καὶ περὶ ἄλλων οἷόν τʼ εἶναι αὐτὴν ἀναμνησθῆναι, ἅ γε καὶ πρότερον ἠπίστατο.
因此,灵魂能够回忆起关于美德和其他事物的事情,也就是它以前所知道的事情,这并没什么好奇怪的。
ἅτε γὰρ τῆς φύσεως ἁπάσης συγγενοῦς οὔσης, καὶ μεμαθηκυίας τῆς ψυχῆς ἅπαντα, οὐδὲν κωλύει ἓν μόνον ἀναμνησθέντα—ὃ δὴ μάθησιν καλοῦσιν ἄνθρωποι—τἆλλα πάντα αὐτὸν ἀνευρεῖν, ἐάν τις ἀνδρεῖος ᾖ καὶ μὴ ἀποκάμνῃ ζητῶν·
因为既然自然的万物都是同源的,而且灵魂已经学过了一切,那么只要能回忆起哪怕是一件事――这就是人们所谓的学习――就没有什么能阻止一个人去发现其他所有的一切,只要他勇敢并且在寻找中不知疲倦。
τὸ γὰρ ζητεῖν ἄρα καὶ τὸ μανθάνειν ἀνάμνησις ὅλον ἐστίν.
因为寻找和学习在本质上完全就是回忆。
οὔκουν δεῖ πείθεσθαι τούτῳ τῷ ἐριστικῷ λόγῳ· οὗτος μὲν γὰρ ἂν ἡμᾶς ἀργοὺς ποιήσειεν καὶ ἔστιν τοῖς μαλακοῖς τῶν ἀνθρώπων ἡδὺς ἀκοῦσαι, ὅδε δὲ ἐργατικούς τε καὶ ζητητικοὺς ποιεῖ·
所以我们绝不能相信那个辩驳性的论调;因为那会使我们懒惰,而且对于意志薄弱的人来说听起来很舒服,但我们这个道理却能使人勤奋并乐于寻找。
ᾧ ἐγὼ πιστεύων ἀληθεῖ εἶναι ἐθέλω μετὰ σοῦ ζητεῖν ἀρετὴ ὅτι ἐστίν.
我坚信这是真实的,因而愿意和你一起去寻找美德是什么。
ΜΕΝ. ναί, ὦ Σώκρατες·
美诺:好的,苏格拉底。
ἀλλὰ πῶς λέγεις τοῦτο, ὅτι οὐ μανθάνομεν, ἀλλὰ ἣν καλοῦμεν μάθησιν ἀνάμνησίς ἐστιν;
但你为什么这样说,说我们并不是在学习,而我们所谓的学习只是回忆呢?
ἔχεις με τοῦτο διδάξαι ὡς οὕτως ἔχει;
你能教我这是怎么回事吗?
§82ΣΩ. καὶ ἄρτι εἶπον, ὦ Μένων, ὅτι πανοῦργος εἶ, καὶ νῦν ἐρωτᾷς εἰ ἔχω σε διδάξαι, ὃς οὔ φημι διδαχὴν εἶναι ἀλλʼ ἀνάμνησιν, ἵνα δὴ εὐθὺς φαίνωμαι αὐτὸς ἐμαυτῷ τἀναντία λέγων.
苏格拉底:我刚才就说了,美诺,你是个滑头。 而现在你又问我是否能教你,可我明明说没有教授这回事,只有回忆,你这显然是要让我立刻陷入自相矛盾的境地。
ΜΕΝ. οὐ μὰ τὸν Δία, ὦ Σώκρατες, οὐ πρὸς τοῦτο βλέψας εἶπον, ἀλλʼ ὑπὸ τοῦ ἔθους·
美诺:凭宙斯起誓,苏格拉底,我不是冲着这一点说的,而是习惯使然。
ἀλλʼ εἴ πώς μοι ἔχεις ἐνδείξασθαι ὅτι ἔχει ὥσπερ λέγεις, ἔνδειξαι.
但是,如果你能以某种方式向我表明事情确实如你所说,那就请表明吧。
ΣΩ. ἀλλʼ ἔστι μὲν οὐ ῥᾴδιον, ὅμως δὲ ἐθέλω προθυμηθῆναι σοῦ ἕνεκα.
苏格拉底:这确实不容易,但我还是愿意为了你而努力一下。
ἀλλά μοι προσκάλεσον τῶν πολλῶν ἀκολούθων τουτωνὶ τῶν σαυτοῦ ἕνα, ὅντινα βούλει, ἵνα ἐν τούτῳ σοι ἐπιδείξωμαι.
不过,请从你这许多随从中随便叫一个你想要的过来,好让我用他来向你演示。
ΜΕΝ. πάνυ γε.
美诺:好的。
δεῦρο πρόσελθε.
你过来。
ΣΩ. Ἕλλην μέν ἐστι καὶ ἑλληνίζει;
苏格拉底:他是希腊人,会说希腊语吗?
ΜΕΝ. πάνυ γε σφόδρα, οἰκογενής γε.
美诺:非常会说,他是在我家出生的。
ΣΩ. πρόσεχε δὴ τὸν νοῦν ὁπότερʼ ἄν σοι φαίνηται, ἢ ἀναμιμνῃσκόμενος ἢ μανθάνων παρʼ ἐμοῦ.
苏格拉底:那么请你注意看,看他表现出来的究竟是回忆,还是在向我学习。
ΜΕΝ. ἀλλὰ προσέξω.
美诺:我会注意看的。
ΣΩ. εἰπὲ δή μοι, ὦ παῖ, γιγνώσκεις τετράγωνον χωρίον ὅτι τοιοῦτόν ἐστιν;
苏格拉底:告诉我,孩子,你知道正方形的图形是这样的吗?
ΠΑΙ. ἔγωγε.
孩子:我知道。
ΣΩ. ἔστιν οὖν τετράγωνον χωρίον ἴσας ἔχον τὰς γραμμὰς ταύτας πάσας, τέτταρας οὔσας;
苏格拉底:那么,正方形就是具有全部四条彼此相等的边对吗?
ΠΑΙ. πάνυ γε.
孩子:对极了。
ΣΩ. οὐ καὶ ταυτασὶ τὰς διὰ μέσου ἐστὶν ἴσας ἔχον;
苏格拉底:它中间穿过的这两条线也是相等的,对吗?
ΠΑΙ. ναί.
孩子:是的。
ΣΩ. οὐκοῦν εἴη ἂν τοιοῦτον χωρίον καὶ μεῖζον καὶ ἔλαττον;
苏格拉底:那么,这样的图形是不是可以更大,也可以更小呢?
ΠΑΙ. πάνυ γε.
孩子:是的。
ΣΩ. εἰ οὖν εἴη αὕτη ἡ πλευρὰ δυοῖν ποδοῖν καὶ αὕτη δυοῖν, πόσων ἂν εἴη ποδῶν τὸ ὅλον;
苏格拉底:如果这一边是两英尺,另一边也是两英尺,那么整个图形会是多少英尺呢?
ὧδε δὲ σκόπει· εἰ ἦν ταύτῃ δυοῖν ποδοῖν, ταύτῃ δὲ ἑνὸς ποδὸς μόνον, ἄλλο τι ἅπαξ ἂν ἦν δυοῖν ποδοῖν τὸ χωρίον;
请这样考虑:如果这边是两英尺,而那边只有一英尺,那么这个图形难道不就是一倍的两英尺吗?
ΠΑΙ. ναί.
孩子:是的。
ΣΩ. ἐπειδὴ δὲ δυοῖν ποδοῖν καὶ ταύτῃ, ἄλλο τι ἢ δὶς δυοῖν γίγνεται;
苏格拉底:但既然那边也是两英尺,难道不就是两倍的两英尺吗?
ΠΑΙ. γίγνεται.
孩子:是的。
ΣΩ. δυοῖν ἄρα δὶς γίγνεται ποδῶν;
苏格拉底:那么,它就成了两倍的两英尺?
ΠΑΙ. ναί.
孩子:是的。
ΣΩ. πόσοι οὖν εἰσιν οἱ δύο δὶς πόδες;
苏格拉底:两的两倍是多少英尺?
λογισάμενος εἰπέ.
算一下告诉我。
ΠΑΙ. τέτταρες, ὦ Σώκρατες.
孩子:四英尺,苏格拉底。
ΣΩ. οὐκοῦν γένοιτʼ ἂν τούτου τοῦ χωρίου ἕτερον διπλάσιον, τοιοῦτον δέ, ἴσας ἔχον πάσας τὰς γραμμὰς ὥσπερ τοῦτο;
苏格拉底:那么,会不会有另一个图形是这个图形的两倍大,但形状一样,也像这个图形一样所有的边都相等呢?
ΠΑΙ. ναί.
孩子:会有的。
ΣΩ. πόσων οὖν ἔσται ποδῶν;
苏格拉底:那么,它会是多少英尺呢?
ΠΑΙ. ὀκτώ.
孩子:八英尺。
ΣΩ. φέρε δή, πειρῶ μοι εἰπεῖν πηλίκη τις ἔσται ἐκείνου ἡ γραμμὴ ἑκάστη.
苏格拉底:来,试着告诉我,那另一个图形的每一条边会有多长。
ἡ μὲν γὰρ τοῦδε δυοῖν ποδοῖν· τί δὲ ἡ ἐκείνου τοῦ διπλασίου;
这个图形的边是两英尺,那么那个两倍大的图形的边会是多少呢?
ΠΑΙ. δῆλον δή, ὦ Σώκρατες, ὅτι διπλασία.
孩子:很显然,苏格拉底,会是两倍长。
ΣΩ. ὁρᾷς, ὦ Μένων, ὡς ἐγὼ τοῦτον οὐδὲν διδάσκω, ἀλλʼ ἐρωτῶ πάντα;
苏格拉底:你看到了吧,美诺,我并没有教他任何东西,而只是在一味地提问?
καὶ νῦν οὗτος οἴεται εἰδέναι ὁποία ἐστὶν ἀφʼ ἧς τὸ ὀκτώπουν χωρίον γενήσεται·
现在,他自己以为知道能产生八英尺图形的那条边有多长了。
ἢ οὐ δοκεῖ σοι;
你不觉得是这样吗?
ΜΕΝ. ἔμοιγε.
美诺:我觉得是的。
ΣΩ. οἶδεν οὖν;
苏格拉底:那么,他真的知道吗?
ΜΕΝ. οὐ δῆτα.
美诺:当然不知道。
ΣΩ. οἴεται δέ γε ἀπὸ τῆς διπλασίας;
苏格拉底:但他以为是从两倍长的边产生出来的,对吗?
ΜΕΝ. ναί.
美诺:是的。

词汇与语法注释

  1. 81aὧν μεταχειρίζονται λόγον οἵοις τʼ εἶναι διδόναι — 关系代词 ὧν 是由于先行词 ἐκείνων 的省略,并受到介词 περὶ 的支配,由本应作为 μεταχειρίζονται 宾语的复数中性宾格 ἅ 同化(吸引)为属格而成。短语 λόγον διδόναι 意为“给出说明”或“提供理性的论证”,是柏拉图认识论中区分知识与意见的核心标准。
  2. 81cοὐκ ἔστιν ὅτι οὐ μεμάθηκεν — 通过双重否定 οὐκ ἔστιν ὅ提 οὐ(不存在……不)实现的长句,表示强烈的肯定,意为“灵魂没有什么是未曾学过的”。该句作为前面以 ἅτε οὖν 引导的庞大因果从句的决定性结论。
  3. 81dἓν μόνον ἀναμνησθέντα — 宾格分词 ◯◯ ἀναμνησθέντα 用作后文不定式 ἀνευρεῖν(发现)的逻辑主语(指代一般的“人”)。由于受非人称结构 οὐδὲν κωλύει(没有什么能阻止)的支配,不定式的逻辑主语在语法上需使用宾格。
  4. 82cἄλλο τι ἅπαξ ἂν ἦν δυοῖν ποδοῖν τὸ χωρίον — 短语 ἄλλο τι(省略了 ἤ)是雅典口语中的固定句式,用于引导一个期待肯定回答的反问句(“难道不就是……吗?”)。苏格拉底在对话中经常使用这一句式来引导对方表示同意。

引用这一段

柏拉图, 美诺篇 §81-82. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg024.humanitext-grc2:81-82

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。