§80ΜΕΝ. ὦ Σώκρατες, ἤκουον μὲν ἔγωγε πρὶν καὶ συγγενέσθαι σοι ὅτι σὺ οὐδὲν ἄλλο ἢ αὐτός τε ἀπορεῖς καὶ τοὺς ἄλλους ποιεῖς ἀπορεῖν·
美诺:苏格拉底,在与你交往之前,我早就听说你除了自己陷入迷茫并使别人也陷入迷茫之外,什么都不做。
καὶ νῦν, ὥς γέ μοι δοκεῖς, γοητεύεις με καὶ φαρμάττεις καὶ ἀτεχνῶς κατεπᾴδεις, ὥστε μεστὸν ἀπορίας γεγονέναι.
而现在,至少在我看来,你正在对我施展魔法、下药,简直是在念咒,以至于我满脑子都是迷茫。
καὶ δοκεῖς μοι παντελῶς, εἰ δεῖ τι καὶ σκῶψαι, ὁμοιότατος εἶναι τό τε εἶδος καὶ τἆλλα ταύτῃ τῇ πλατείᾳ νάρκῃ τῇ θαλαττίᾳ· καὶ γὰρ αὕτη τὸν ἀεὶ πλησιάζοντα καὶ ἁπτόμενον ναρκᾶν ποιεῖ, καὶ σὺ δοκεῖς μοι νῦν ἐμὲ τοιοῦτόν τι πεποιηκέναι,·
如果你允许我开个玩笑的话,我觉得在外观和其他方面,你和那只扁平的海洋电鳐简直一模一样;因为只要有人靠近并触碰它,它就会让人麻木,而我觉得你现在对我也是施了同样的手段。
ἀληθῶς γὰρ ἔγωγε καὶ τὴν ψυχὴν καὶ τὸ στόμα ναρκῶ, καὶ οὐκ ἔχω ὅτι ἀποκρίνωμαί σοι.
因为说实在的,我的心灵和嘴巴确实都麻木了,我不知道该怎么回答你。
καίτοι μυριάκις γε περὶ ἀρετῆς παμπόλλους λόγους εἴρηκα καὶ πρὸς πολλούς, καὶ πάνυ εὖ, ὥς γε ἐμαυτῷ ἐδόκουν· νῦν δὲ οὐδʼ ὅτι ἐστὶν τὸ παράπαν ἔχω εἰπεῖν.
然而,我曾成千上万次在许多人面前发表过关于美德的洋洋洒洒的演讲,而且在我自己看来讲得好极了;但现在,我竟然连美德究竟是什么也一点都说不出来了。
καί μοι δοκεῖς εὖ βουλεύεσθαι οὐκ ἐκπλέων ἐνθένδε οὐδʼ ἀποδημῶν· εἰ γὰρ ξένος ἐν ἄλλῃ πόλει τοιαῦτα ποιοῖς, τάχʼ ἂν ὡς γόης ἀπαχθείης.
我觉得你不从这里乘船出国,也不去外乡旅行是明智的;因为如果你作为一个外邦人在另一个城邦做这种事,你很快就会被当作巫师抓起来。
ΣΩ. πανοῦργος εἶ, ὦ Μένων, καὶ ὀλίγου ἐξηπάτησάς με.
苏格拉底:美诺,你真是个滑头,刚才差点骗了我。
ΜΕΝ. τί μάλιστα, ὦ Σώκρατες;
美诺:这从何说起,苏格拉底?
ΣΩ. γιγνώσκω οὗ ἕνεκά με ᾔκασας.
苏格拉底:我知道你把我比作电鳐是为了什么。
ΜΕΝ. τίνος δὴ οἴει;
美诺:你认为是为了什么?
ΣΩ. ἵνα σε ἀντεικάσω.
苏格立底:为了让我也把你比作某种东西。
ἐγὼ δὲ τοῦτο οἶδα περὶ πάντων τῶν καλῶν, ὅτι χαίρουσιν εἰκαζόμενοι—λυσιτελεῖ γὰρ αὐτοῖς· καλαὶ γὰρ οἶμαι τῶν καλῶν καὶ αἱ εἰκόνες—ἀλλʼ οὐκ ἀντεικάσομαί σε.
但我知道所有美男子都有这个特点,就是他们喜欢被人作比,因为这对他们有好处,毕竟美男子的画像也是美的。 但我不会把你比作任何东西。
ἐγὼ δέ, εἰ μὲν ἡ νάρκη αὐτὴ ναρκῶσα οὕτω καὶ τοὺς ἄλλους ποιεῖ ναρκᾶν, ἔοικα αὐτῇ· εἰ δὲ μή, οὔ.
至于我,如果电鳐自己也是麻木的,并以此让别人也麻木,那么我就像它;如果不是这样,我就不像。
οὐ γὰρ εὐπορῶν αὐτὸς τοὺς ἄλλους ποιῶ ἀπορεῖν, ἀλλὰ παντὸς μᾶλλον αὐτὸς ἀπορῶν οὕτως καὶ τοὺς ἄλλους ποιῶ ἀπορεῖν.
因为我并不是自己清清楚楚却去让别人迷茫,而是我自己比任何人都更迷茫,所以才让别人也陷入迷茫。
καὶ νῦν περὶ ἀρετῆς ὃ ἔστιν ἐγὼ μὲν οὐκ οἶδα, σὺ μέντοι ἴσως πρότερον μὲν ᾔδησθα πρὶν ἐμοῦ ἅψασθαι, νῦν μέντοι ὅμοιος εἶ οὐκ εἰδότι.
现在对于美德是什么,我固然不知道,而你也许在触碰我之前是知道的,但现在你却像个不知道的人了。
ὅμως δὲ ἐθέλω μετὰ σοῦ σκέψασθαι καὶ συζητῆσαι ὅτι ποτέ ἐστιν.
不过,我还是愿意和你一起探讨和研究它究竟是什么。
ΜΕΝ. καὶ τίνα τρόπον ζητήσεις, ὦ Σώκρατες, τοῦτο ὃ μὴ οἶσθα τὸ παράπαν ὅτι ἐστίν;
美诺:但是苏格拉底,对于你根本不知道是什么的东西,你将用什么方式去寻找呢?
ποῖον γὰρ ὧν οὐκ οἶσθα προθέμενος ζητήσεις;
你将把你不认识的哪一样东西设为目标去寻找呢?
ἢ εἰ καὶ ὅτι μάλιστα ἐντύχοις αὐτῷ, πῶς εἴσῃ ὅτι τοῦτό ἐστιν ὃ σὺ οὐκ ᾔδησθα;
或者说,即使你运气好撞上了它,你怎么知道这就是你以前所不知道的那个东西呢?
ΣΩ. μανθάνω οἷον βούλει λέγειν, ὦ Μένων.
苏格拉底:我明白你想说什么了,美诺。
ὁρᾷς τοῦτον ὡς ἐριστικὸν λόγον κατάγεις, ὡς οὐκ ἄρα ἔστιν ζητεῖν ἀνθρώπῳ οὔτε ὃ οἶδε οὔτε ὃ μὴ οἶδε;
你看到你抛出了一个多么具有辩驳性的论调吗? 即人既不能寻找他知道的东西,也不能寻找他不知道的东西。
οὔτε γὰρ ἂν ὅ γε οἶδεν ζητοῖ—οἶδεν γάρ, καὶ οὐδὲν δεῖ τῷ γε τοιούτῳ ζητήσεως—οὔτε ὃ μὴ οἶδεν—οὐδὲ γὰρ οἶδεν ὅτι ζητήσει.
因为对于他知道的东西,他无需寻找——因为他已经知道了,对于这样的人来说没有寻找的必要;对于他不知道的东西,他也无法寻找——因为他甚至不知道自己要去寻找什么。