← プラトン

メノン

§81-82

想起説の提示と奴隷の少年への試問の開始

メノンが提示した「探求の不可能生」に対し、ソクラテスは魂の不死と想起説を唱えて反論し、それを実証するためにメノンの奴隷の少年に幾何学の試問を開始する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§81

ΜΕΝ. οὐκοῦν καλῶς σοι δοκεῖ λέγεσθαι ὁ λόγος οὗτος, ὦ Σώκρατες; ΣΩ. οὐκ ἔμοιγε. ΜΕΝ. ἔχεις λέγειν ὅπῃ; ΣΩ. ἔγωγε· ἀκήκοα γὰρ ἀνδρῶν τε καὶ γυναικῶν σοφῶν περὶ τὰ θεῖα πράγματα— ΜΕΝ. τίνα λόγον λεγόντων; ΣΩ. ἀληθῆ, ἔμοιγε δοκεῖν, καὶ καλόν. ΜΕΝ. τίνα τοῦτον, καὶ τίνες οἱ λέγοντες; ΣΩ. οἱ μὲν λέγοντές εἰσι τῶν ἱερέων τε καὶ τῶν ἱερειῶν ὅσοις μεμέληκε περὶ ὧν μεταχειρίζονται λόγον οἵοις τʼ εἶναι διδόναι·1 λέγει δὲ καὶ Πίνδαρος καὶ ἄλλοι πολλοὶ τῶν ποιητῶν ὅσοι θεῖοί εἰσιν. ἃ δὲ λέγουσιν, ταυτί ἐστιν· ἀλλὰ σκόπει εἴ σοι δοκοῦσιν ἀληθῆ λέγειν. φασὶ γὰρ τὴν ψυχὴν τοῦ ἀνθρώπου εἶναι ἀθάνατον, καὶ τοτὲ μὲν τελευτᾶν—ὃ δὴ ἀποθνῄσκειν καλοῦσι—τοτὲ δὲ πάλιν γίγνεσθαι, ἀπόλλυσθαι δʼ οὐδέποτε· δεῖν δὴ διὰ ταῦτα ὡς ὁσιώτατα διαβιῶναι τὸν βίον· οἷσιν γὰρ ἂν— "Φερσεφόνα ποινὰν παλαιοῦ πένθεος δέξεται, εἰς τὸν ὕπερθεν ἅλιον κείνων ἐνάτῳ ἔτεϊ ἀνδιδοῖ ψυχὰς πάλιν, ἐκ τᾶν βασιλῆες ἀγαυοὶ καὶ σθένει κραιπνοὶ σοφίᾳ τε μέγιστοι ἄνδρες αὔξοντʼ· ἐς δὲ τὸν λοιπὸν χρόνον ἥρωες ἁγνοὶ πρὸς ἀνθρώπων καλεῦνται." ἅτε οὖν ἡ ψυχὴ ἀθάνατός τε οὖσα καὶ πολλάκις γεγονυῖα, καὶ ἑωρακυῖα καὶ τὰ ἐνθάδε καὶ τὰ ἐν Ἅιδου καὶ πάντα χρήματα, οὐκ ἔστιν ὅτι οὐ μεμάθηκεν·2 ὥστε οὐδὲν θαυμαστὸν καὶ περὶ ἀρετῆς καὶ περὶ ἄλλων οἷόν τʼ εἶναι αὐτὴν ἀναμνησθῆναι, ἅ γε καὶ πρότερον ἠπίστατο. ἅτε γὰρ τῆς φύσεως ἁπάσης συγγενοῦς οὔσης, καὶ μεμαθηκυίας τῆς ψυχῆς ἅπαντα, οὐδὲν κωλύει ἓν μόνον ἀναμνησθέντα3—ὃ δὴ μάθησιν καλοῦσιν ἄνθρωποι—τἆλλα πάντα αὐτὸν ἀνευρεῖν, ἐάν τις ἀνδρεῖος ᾖ καὶ μὴ ἀποκάμνῃ ζητῶν· τὸ γὰρ ζητεῖν ἄρα καὶ τὸ μανθάνειν ἀνάμνησις ὅλον ἐστίν. οὔκουν δεῖ πείθεσθαι τούτῳ τῷ ἐριστικῷ λόγῳ· οὗτος μὲν γὰρ ἂν ἡμᾶς ἀργοὺς ποιήσειεν καὶ ἔστιν τοῖς μαλακοῖς τῶν ἀνθρώπων ἡδὺς ἀκοῦσαι, ὅδε δὲ ἐργατικούς τε καὶ ζητητικοὺς ποιεῖ· ᾧ ἐγὼ πιστεύων ἀληθεῖ εἶναι ἐθέλω μετὰ σοῦ ζητεῖν ἀρετὴ ὅτι ἐστίν. ΜΕΝ. ναί, ὦ Σώκρατες· ἀλλὰ πῶς λέγεις τοῦτο, ὅτι οὐ μανθάνομεν, ἀλλὰ ἣν καλοῦμεν μάθησιν ἀνάμνησίς ἐστιν; ἔχεις με τοῦτο διδάξαι ὡς οὕτως ἔχει;

メノン:それではソクラテス、この議論はうまく言われているとあなたには思われますか。 ソクラテス:私にはそうは思えない。 メノン:どのようにそうでないのか、言うことができますか。 ソクラテス:できるとも。私は神的な事柄に通じた、知恵ある男たちや女たちから聞いたことがあるのだ。 メノン:彼らはどのような議論を語っていたのですか。 ソクラテス:真実であり、私の見るところでは、美しい議論だ。 メノン:それはどのようなもので、語っているのは誰ですか。 ソクラテス:語っているのは、自分たちの扱う事柄についてその説明を与えることができるようになることを重んじてきた神官や巫女たちだ。また、ピンダロスや、その他多くの詩人のうち神聖な者たちも語っている。彼らの語る内容は、次のようなものだ。彼らの言うことが真実だと思われるかどうか、よく考えてみてほしい。彼らは、人間の魂は不死であり、ある時は終わりを迎えるが――これこそ人々が死ぬと呼ぶものだ――ある時は再び生まれ、決して滅びることはないと言う。それゆえ、このために生涯を可能な限り敬虔に生き抜かねばならないのだ。 「ペルセポネが古い咎の 償いを受け入れる人々からは、その九年目に 彼女は再び魂を上方の陽光へと 送り返す。 そこから、誉れ高き王たちや、 力において敏捷な者、知恵において最大の 人々が育つ。そして後の世において彼らは、 人間たちから清らかな英雄と呼ばれる。」 このように魂は不死であり、何度も生まれ、この世のものもハデスの国(冥府)のものも、あらゆる事物を見てきたのであるから、学んでいないものは何一つない。したがって、徳についてもその他の事柄についても、魂が以前に知っていたことを思い出すことができるのは、少しも不思議なことではない。自然のすべては互いに親族であり、魂はすべてのことを学んできたのだから、ただ一つのことだけでも思い出すなら――これこそ人間が「学習」と呼ぶものだが――他のすべてのことを自分自身で発見するのを妨げるものは何もない、もし人が勇気があり、探求に倦むことがなければ。探求することや学ぶことは、要するにすべて想起することなのだから。それゆえ、あの論争的な議論に耳を傾けるべきではない。あれは私たちを怠惰にするものであり、人間のうち気骨のない者たちにとって聞くのに心地よいものだが、こちらの議論は人々を活動的にし、探求心に富むようにさせる。私はこの議論が真実であると信じ、あなたとともに、徳とは何であるかを探求したいと思う。 メノン:そうですね、ソクラテス。しかし、私たちが学ぶのではなく、私たちが学習と呼んでいるものが想起であるというあなたの主張は、どのような意味なのですか。これがその通りであることを、私に教えることができますか。

§82

ΣΩ. καὶ ἄρτι εἶπον, ὦ Μένων, ὅτι πανοῦργος εἶ, καὶ νῦν ἐρωτᾷς εἰ ἔχω σε διδάξαι, ὃς οὔ φημι διδαχὴν εἶναι ἀλλʼ ἀνάμνησιν, ἵνα δὴ εὐθὺς φαίνωμαι αὐτὸς ἐμαυτῷ τἀναντία λέγων. ΜΕΝ. οὐ μὰ τὸν Δία, ὦ Σώκρατες, οὐ πρὸς τοῦτο βλέψας εἶπον, ἀλλʼ ὑπὸ τοῦ ἔθους· ἀλλʼ εἴ πώς μοι ἔχεις ἐνδείξασθαι ὅτι ἔχει ὥσπερ λέγεις, ἔνδειξαι. ΣΩ. ἀλλʼ ἔστι μὲν οὐ ῥᾴδιον, ὅμως δὲ ἐθέλω προθυμηθῆναι σοῦ ἕνεκα. ἀλλά μοι προσκάλεσον τῶν πολλῶν ἀκολούθων τουτωνὶ τῶν σαυτοῦ ἕνα, ὅντινα βούλει, ἵνα ἐν τούτῳ σοι ἐπιδείξωμαι. ΜΕΝ. πάνυ γε. δεῦρο πρόσελθε. ΣΩ. Ἕλλην μέν ἐστι καὶ ἑλληνίζει; ΜΕΝ. πάνυ γε σφόδρα, οἰκογενής γε. ΣΩ. πρόσεχε δὴ τὸν νοῦν ὁπότερʼ ἄν σοι φαίνηται, ἢ ἀναμιμνῃσκόμενος ἢ μανθάνων παρʼ ἐμοῦ. ΜΕΝ. ἀλλὰ προσέξω. ΣΩ. εἰπὲ δή μοι, ὦ παῖ, γιγνώσκεις τετράγωνον χωρίον ὅτι τοιοῦτόν ἐστιν; ΠΑΙ. ἔγωγε. ΣΩ. ἔστιν οὖν τετράγωνον χωρίον ἴσας ἔχον τὰς γραμμὰς ταύτας πάσας, τέτταρας οὔσας; ΠΑΙ. πάνυ γε. ΣΩ. οὐ καὶ ταυτασὶ τὰς διὰ μέσου ἐστὶν ἴσας ἔχον; ΠΑΙ. ναί. ΣΩ. οὐκοῦν εἴη ἂν τοιοῦτον χωρίον καὶ μεῖζον καὶ ἔλαττον; ΠΑΙ. πάνυ γε. ΣΩ. εἰ οὖν εἴη αὕτη ἡ πλευρὰ δυοῖν ποδοῖν καὶ αὕτη δυοῖν, πόσων ἂν εἴη ποδῶν τὸ ὅλον; ὧδε δὲ σκόπει· εἰ ἦν ταύτῃ δυοῖν ποδοῖν, ταύτῃ δὲ ἑνὸς ποδὸς μόνον, ἄλλο τι ἅπαξ ἂν ἦν δυοῖν ποδοῖν τὸ χωρίον;4 ΠΑΙ. ναί. ΣΩ. ἐπειδὴ δὲ δυοῖν ποδοῖν καὶ ταύτῃ, ἄλλο τι ἢ δὶς δυοῖν γίγνεται; ΠΑΙ. γίγνεται. ΣΩ. δυοῖν ἄρα δὶς γίγνεται ποδῶν; ΠΑΙ. ναί. ΣΩ. πόσοι οὖν εἰσιν οἱ δύο δὶς πόδες; λογισάμενος εἰπέ. ΠΑΙ. τέτταρες, ὦ Σώκρατες. ΣΩ. οὐκοῦν γένοιτʼ ἂν τούτου τοῦ χωρίου ἕτερον διπλάσιον, τοιοῦτον δέ, ἴσας ἔχον πάσας τὰς γραμμὰς ὥσπερ τοῦτο; ΠΑΙ. ναί. ΣΩ. πόσων οὖν ἔσται ποδῶν; ΠΑΙ. ὀκτώ. ΣΩ. φέρε δή, πειρῶ μοι εἰπεῖν πηλίκη τις ἔσται ἐκείνου ἡ γραμμὴ ἑκάστη. ἡ μὲν γὰρ τοῦδε δυοῖν ποδοῖν· τί δὲ ἡ ἐκείνου τοῦ διπλασίου; ΠΑΙ. δῆλον δή, ὦ Σώκρατες, ὅτι διπλασία. ΣΩ. ὁρᾷς, ὦ Μένων, ὡς ἐγὼ τοῦτον οὐδὲν διδάσκω, ἀλλʼ ἐρωτῶ πάντα; καὶ νῦν οὗτος οἴεται εἰδέναι ὁποία ἐστὶν ἀφʼ ἧς τὸ ὀκτώπουν χωρίον γενήσεται· ἢ οὐ δοκεῖ σοι; ΜΕΝ. ἔμοιγε. ΣΩ. οἶδεν οὖν; ΜΕΝ. οὐ δῆτα. ΣΩ. οἴεται δέ γε ἀπὸ τῆς διπλασίας; ΜΕΝ. ναί.

ソクラテス:メノン、君が油断のならない男だということは、先ほども言ったばかりだが、今また、私が「教授などなく、あるのは想起だけだ」と言っているのに、私に教えることができるかと尋ねるのか。それは、私自身が自分の言うことと矛盾しているように、直ちに仕向けるためだろう。 メノン:誓って違います、ソクラテス。そんなことを狙って言ったのではなく、単なる習慣から言ったのです。しかし、もしあなたの言う通りであることを私に示すことができるなら、どうか示してください。 ソクラテス:それは容易なことではないが、それでも君のために努めてみよう。そこに見える君の多くの従者たちのうち、誰でもよいから一人をここに呼び寄せてほしい。その者を使って君に示してみせよう。 メノン:よいとも。こちらへ来なさい。 ソクラテス:彼はギリシア人であり、ギリシア語を話すかね。 メノン:ええ、極めて流暢に。この家で生まれた子供です。 ソクラテス:では、彼が思い出すように見えるか、それとも私から学んでいるように見えるか、よく注意して見ていてほしい。 メノン:注意して見ていよう。 ソクラテス:では言ってごらん、少年よ。君は正方形の土地がどのようなものであるか知っているかね。 少年:知っています。 ソクラテス:正方形の土地とは、これらすべての線が、四本あるが、どれも等しいものだね。 少年:その通りです。 ソクラテス:そして、これらの真ん中を通る線もまた等しくなっているのではないかね。 少年:はい。 ソクラテス:このような場所は、大きくも小さくもなり得るね。 少年:その通りです。 ソクラテス:では、もしこの一辺が二フィートで、こちらも二フィートだとしたら、全体で何フィートになるだろうか。このように考えてごらん。もしこちらが二フィートで、こちらがわずか一フィートだとしたら、その土地は二フィートの一倍になるのではないかね。 少年:はい。 ソクラテス:しかし、こちら側も二フィートなのだから、二フィートの二倍になるのではないかね。 少年:そうなります。 ソクラテス:では、二フィートの二倍になるのだね。 少年:はい。 ソクラテス:では、二の二倍はいくつか。計算して言ってごらん。 少年:四です、ソクラテス。 ソクラテス:では、この土地の二倍の広さで、これと同じようにすべての線が等しい別の土地ができるだろうか。 少年:はい。 ソクラテス:では、それは何フィートになるかね。 少年:八フィートです。 ソクラテス:さあ、その土地のそれぞれの線がどのくらいの長さになるか、私に言ってみてほしい。こちらの土地のは二フィートだが、あの二倍の広さの土地のはどうだろうか。 少年:明らかに二倍の長さです、ソクラテス。 ソクラテス:メノン、見ているかね。私はこの子に何も教えておらず、すべて問いかけているだけだ。そして今、この子は八フィートの土地ができるための一辺がどのような長さであるかを知っていると思っている。そう思わないかね。 メノン:そう思われます。 ソクラテス:では、彼はそれを知っているかね。 メノン:いいえ、決して。 ソクラテス:だが、彼はそれが二倍の一辺からできると思っているのだね。 メノン:はい。

構文注4 件
  1. 81aὧν μεταχειρίζονται λόγον οἵοις τʼ εἶναι διδόναι

    関係代名詞 ὧν は先行詞 ἐκείνων が関係節内の動詞 μεταχειρίζονται の目的語 ἅ として同化した(引き込まれた)もの。λόγον διδόναι は「理由を説明する」「合理的な説明(ロゴス)を与える」という、プラトン哲学において決定的に重要な知の条件を示す慣用表現。

  2. 81cοὐκ ἔστιν ὅτι οὐ μεμάθηκεν

    οὐκ ἔστιν ὅτι οὐ(~でないものは存在しない)という二重否定による強い肯定文。「(魂が)学んでいないものは何一つない」の意。前文の ἅτε οὖν... 以下の長大な因果関係を結論づける決定的な句構造。

  3. 81dἓν μόνον ἀναμνησθέντα

    対格分詞 ◯◯ ἀναμνησθέντα は、後続の不定詞 ἀνευρεῖν(発見すること)の意味上の主語(一般的な「人」)を示す対格。非人称表現 οὐδὲν κωλύει(何ものも妨げない)に導かれているため、意味上の主語が対格となる。

  4. 82cἄλλο τι ἅπαξ ἂν ἦν δυοῖν ποδοῖν τὸ χωρίον

    ἄλλο τι ἤ(~以外の何かか)の ἤ が省略された、期待される回答が「イエス」となる反語・疑問表現(「~ではないか?」)。ソクラテスが少年に対して対話の中で同意を促すためによく用いる常套句。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(1 件・最終 2026-10-15)
  • 2026-10-15 読者の報告(校訂者が修正) — 訳文 1 件
urn:cts:greekLit:tlg0059.tlg024.humanitext-grc2:81-82