§83ΣΩ. θεῶ δὴ αὐτὸν ἀναμιμνῃσκόμενον ἐφεξῆς, ὡς δεῖ ἀναμιμνῄσκεσθαι.
苏格拉底:那么,请看着他按照顺序回忆起来,正如应当回忆的那样。
σὺ δέ μοι λέγε· ἀπὸ τῆς διπλασίας γραμμῆς φῂς τὸ διπλάσιον χωρίον γίγνεσθαι;
你对我说吧:你说是从两倍长的线产生出两倍大的图形吗?
τοιόνδε λέγω, μὴ ταύτῃ μὲν μακρόν, τῇ δὲ βραχύ, ἀλλὰ ἴσον πανταχῇ ἔστω ὥσπερ τουτί, διπλάσιον δὲ τούτου, ὀκτώπουν·
我的意思是这样的:不是这边长、那边短,而是像这个图形一样在各方向上都相等,但又是这个图形的两倍大,即八平方英尺。
ἀλλʼ ὅρα εἰ ἔτι σοι ἀπὸ τῆς διπλασίας δοκεῖ ἔσεσθαι.
不过,你看现在你是否仍认为它是从两倍长的线产生出来的。
ΠΑΙ. ἔμοιγε.
孩子:我觉得是的。
ΣΩ. οὐκοῦν διπλασία αὕτη ταύτης γίγνεται, ἂν ἑτέραν τοσαύτην προσθῶμεν ἐνθένδε;
苏格拉底:如果如果我们从这边加上另一条同样长的线,这一条不就成了那一条的两倍长吗?
ΠΑΙ. πάνυ γε.
孩子:当然。
ΣΩ. ἀπὸ ταύτης δή, φῄς, ἔσται τὸ ὀκτώπουν χωρίον, ἂν τέτταρες τοσαῦται γένωνται;
苏格拉底:那么你说是从这一条线,如果做成了四条这么长的边,就会产生八平方英尺的图形吗?
ΠΑΙ. ναί.
孩子:是的。
ΣΩ. ἀναγραψώμεθα δὴ ἀπʼ αὐτῆς ἴσας τέτταρας.
苏格拉底:那么,让我们用它作边画出四条相等的边来。
ἄλλο τι ἢ τουτὶ ἂν εἴη ὃ φῂς τὸ ὀκτώπουν εἶναι;
你所说的八平方英尺图形,不就是这个吗?
ΠΑΙ. πάνυ γε.
孩子:当然。
ΣΩ. οὐκοῦν ἐν αὐτῷ ἐστιν ταυτὶ τέτταρα, ὧν ἕκαστον ἴσον τούτῳ ἐστὶν τῷ τετράποδι;
苏格拉底:那么,在它里面不是有这四个区域,其中每一个都等于这个四平方英尺的图形吗?
ΠΑΙ. ναί.
孩子:是是的。
ΣΩ. πόσον οὖν γίγνεται;
苏格拉底:那么,它变得多大了?
οὐ τετράκις τοσοῦτον;
难道不是那样的四倍吗?
ΠΑΙ. πῶς δʼ οὔ;
孩子:怎么不是呢?
ΣΩ. διπλάσιον οὖν ἐστιν τὸ τετράκις τοσοῦτον;
苏格拉底:那么,四倍大是两倍大吗?
ΠΑΙ. οὐ μὰ Δία.
孩子:凭宙斯起誓,当然不是。
ΣΩ. ἀλλὰ ποσαπλάσιον;
苏格拉底:那是多少倍呢?
ΠΑΙ. τετραπλάσιον.
孩子:四倍。
ΣΩ. ἀπὸ τῆς διπλασίας ἄρα, ὦ παῖ, οὐ διπλάσιον ἀλλὰ τετραπλάσιον γίγνεται χωρίον.
苏格拉底:所以,孩子,从两倍长的线产生出来的,不是两倍大而是四倍大的图形。
ΠΑΙ. ἀληθῆ λέγεις.
孩子:你说得对。
ΣΩ. τεττάρων γὰρ τετράκις ἐστὶν ἑκκαίδεκα.
苏格拉底:因为四的四倍是十六。
οὐχί;
难道不是吗?
ΠΑΙ. ναί.
孩子:是的。
ΣΩ. ὀκτώπουν δʼ ἀπὸ ποίας γραμμῆς;
苏格拉底:那么八平方英尺的图形是从什么线产生的?
οὐχὶ ἀπὸ μὲν ταύτης τετραπλάσιον;
从这一条产生的是不是四倍大的图形?
ΠΑΙ. φημί.
孩子:我同意。
ΣΩ. τετράπουν δὲ ἀπὸ τῆς ἡμισέας ταυτησὶ τουτί;
苏格拉底:而这个四平方英尺的图形,是从这条边的一半产生的,对吗?
ΠΑΙ. ναί.
孩子:是的。
ΣΩ. εἶεν·
苏格拉底:很好。
τὸ δὲ ὀκτώπουν οὐ τοῦδε μὲν διπλάσιόν ἐστιν, τούτου δὲ ἥμισυ;
那么八平方英尺的图形不是这个图形(四平方英尺)的两倍,而又是那个图形(十六平方英尺)的一半吗?
ΠΑΙ. ναί.
孩子:是的。
ΣΩ. οὐκ ἀπὸ μὲν μείζονος ἔσται ἢ τοσαύτης γραμμῆς, ἀπὸ ἐλάττονος δὲ ἢ τοσησδί;
苏格拉底:那么,它不就是要从一条比这条更长、但比那条更短的线产生出来吗?
ἢ οὔ;
是不是这样?
ΠΑΙ. ἔμοιγε δοκεῖ οὕτω.
孩子:在我看来是这样的。
ΣΩ. καλῶς· τὸ γάρ σοι δοκοῦν τοῦτο ἀποκρίνου.
苏格拉底:很好;就回答你所认为的。
καί μοι λέγε· οὐχ ἥδε μὲν δυοῖν ποδοῖν ἦν, ἡ δὲ τεττάρων;
告诉我:这条线不是两英尺,而那条线不是四英尺吗?
ΠΑΙ. ναί.
孩子:是的。
ΣΩ. δεῖ ἄρα τὴν τοῦ ὀκτώποδος χωρίου γραμμὴν μείζω μὲν εἶναι τῆσδε τῆς δίποδος, ἐλάττω δὲ τῆς τετράποδος.
苏格拉底:所以,八平方英尺图形的边必须长于这两英尺的线,但短于那四英尺的线。
ΠΑΙ. δεῖ.
孩子:必须如此。
ΣΩ. πειρῶ δὴ λέγειν πηλίκην τινὰ φῂς αὐτὴν εἶναι.
苏格拉底:那么试着告诉我,你说它大概有多长。
ΠΑΙ. τρίποδα.
孩子:三英尺。
ΣΩ. οὐκοῦν ἄνπερ τρίπους ᾖ, τὸ ἥμισυ ταύτης προσληψόμεθα καὶ ἔσται τρίπους;
苏格拉底:那么,如果是三英尺,我们就要加上这条边的一半,它就会是三英尺了?
δύο μὲν γὰρ οἵδε, ὁ δὲ εἷς· καὶ ἐνθένδε ὡσαύτως δύο μὲν οἵδε, ὁ δὲ εἷς· καὶ γίγνεται τοῦτο τὸ χωρίον ὃ φῄς.
因为这里是两英尺,这里是一英尺;那边也是一样,这里是两英尺,这里是一英尺;这就产生了你所说的那个图形。
ΠΑΙ. ναί.
孩子:是的。
ΣΩ. οὐκοῦν ἂν ᾖ τῇδε τριῶν καὶ τῇδε τριῶν, τὸ ὅλον χωρίον τριῶν τρὶς ποδῶν γίγνεται;
苏格拉底:那么,如果这边是三英尺,那边也是三英尺,整个图形不就成了三乘三英尺吗?
ΠΑΙ. φαίνεται.
孩子:显而易见。
ΣΩ. τρεῖς δὲ τρὶς πόσοι εἰσὶ πόδες;
苏格拉底:三的三倍是多少英尺?
ΠΑΙ. ἐννέα.
孩子:九平方英尺。
ΣΩ. ἔδει δὲ τὸ διπλάσιον πόσων εἶναι ποδῶν;
苏格拉底:但是那个两倍大的图形应该是多少平方英尺呢?
ΠΑΙ. ὀκτώ.
孩子:八平方英尺。
ΣΩ. οὐδʼ ἄρʼ ἀπὸ τῆς τρίποδός πω τὸ ὀκτώπουν χωρίον γίγνεται.
苏格拉底:所以,八平方英尺的图形也还是不能从三英尺的边产生出来。
ΠΑΙ. οὐ δῆτα.
孩子:确实不能。
§84ΣΩ. ἀλλʼ ἀπὸ ποίας;
苏格拉底:那么到底是从什么线产生的?
πειρῶ ἡμῖν εἰπεῖν ἀκριβῶς· καὶ εἰ μὴ βούλει ἀριθμεῖν, ἀλλὰ δεῖξον ἀπὸ ποίας.
试着准确地告诉我们;如果如果你不想计算,那就指给我们看是从什么线上产生的。
ΠΑΙ. ἀλλὰ μὰ τὸν Δία, ὦ Σώκρατες, ἔγωγε οὐκ οἶδα.
孩子:可是凭宙斯起誓,苏格拉底,我真的不知道。
ΣΩ. ἐννοεῖς αὖ, ὦ Μένων, οὗ ἐστιν ἤδη βαδίζων ὅδε τοῦ ἀναμιμνῄσκεσθαι;
苏格拉底:美诺,你注意到他现在在回忆的道路上走到哪里了吗?
ὅτι τὸ μὲν πρῶτον ᾔδει μὲν οὔ, ἥτις ἐστὶν ἡ τοῦ ὀκτώποδος χωρίου γραμμή, ὥσπερ οὐδὲ νῦν πω οἶδεν, ἀλλʼ οὖν ᾤετό γʼ αὐτὴν τότε εἰδέναι, καὶ θαρραλέως ἀπεκρίνετο ὡς εἰδώς, καὶ οὐχ ἡγεῖτο ἀπορεῖν·
起初他不知道八平方英尺图形的边是什么,就像他现在也仍然不知道一样;但是,当时他以为自己知道,并且像个知情者一样自信地回答,并不觉得遇到了困难。
νῦν δὲ ἡγεῖται ἀπορεῖν ἤδη, καὶ ὥσπερ οὐκ οἶδεν, οὐδʼ οἴεται εἰδέναι.
但现在,他觉得自己已经陷入了困境,而且正如他不知道一样,他也不再以为自己知道了。
ΜΕΝ. ἀληθῆ λέγεις.
美诺:你说得对。
ΣΩ. οὐκοῦν νῦν βέλτιον ἔχει περὶ τὸ πρᾶγμα ὃ οὐκ ᾔδει;
苏格拉底:那么,对于他所不知道的事情,他现在不是处于更好的状态吗?
ΜΕΝ. καὶ τοῦτό μοι δοκεῖ.
美诺:我也觉得是这样。
ΣΩ. ἀπορεῖν οὖν αὐτὸν ποιήσαντες καὶ ναρκᾶν ὥσπερ ἡ νάρκη, μῶν τι ἐβλάψαμεν;
苏格拉底:那么,使他陷入困境、并像电鳐一样麻痹他,难道我们害了他吗?
ΜΕΝ. οὐκ ἔμοιγε δοκεῖ.
美诺:我可不觉得。
ΣΩ. προὔργου γοῦν τι πεποιήκαμεν, ὡς ἔοικε, πρὸς τὸ ἐξευρεῖν ὅπῃ ἔχει·
苏格拉底:看来,对于发现事情究竟如何,我们至少做了一件有益的事。
νῦν μὲν γὰρ καὶ ζητήσειεν ἂν ἡδέως οὐκ εἰδώς, τότε δὲ ῥᾳδίως ἂν καὶ πρὸς πολλοὺς καὶ πολλάκις ᾤετʼ ἂν εὖ λέγειν περὶ τοῦ διπλασίου χωρίου, ὡς δεῖ διπλασίαν τὴν γραμμὴν ἔχειν μήκει.
因为现在既然不知道,他会乐意去寻找,而在当时,他很容易就会认为自己可以在许多人面前、多次得意洋洋地谈论这个两倍大的图形,说它的边在长度上必须是两倍。
ΜΕΝ. ἔοικεν.
美诺:似乎如此。
ΣΩ. οἴει οὖν ἂν αὐτὸν πρότερον ἐπιχειρῆσαι ζητεῖν ἢ μανθάνειν τοῦτο ὃ ᾤετο εἰδέναι οὐκ εἰδώς, πρὶν εἰς ἀπορίαν κατέπεσεν ἡγησάμενος μὴ εἰδέναι, καὶ ἐπόθησεν τὸ εἰδέναι;
苏格拉底:那么你认为,在他陷入困境并意识到自己不知道、从而渴望知道之前,他会试图去寻找或学习这个他自以为知道而实际上不知道的东西吗?
ΜΕΝ. οὔ μοι δοκεῖ, ὦ Σώκρατες.
美诺:我觉得不会,苏格拉底。
ΣΩ. ὤνητο ἄρα ναρκήσας;
苏格拉底:那么,他被麻痹了是有好处的吗?
ΜΕΝ. δοκεῖ μοι.
美诺:我觉得是。
ΣΩ. σκέψαι δὴ ἐκ ταύτης τῆς ἀπορίας ὅτι καὶ ἀνευρήσει ζητῶν μετʼ ἐμοῦ, οὐδὲν ἀλλʼ ἢ ἐρωτῶντος ἐμοῦ καὶ οὐ διδάσκοντος· φύλαττε δὲ ἄν που εὕρῃς με διδάσκοντα καὶ διεξιόντα αὐτῷ, ἀλλὰ μὴ τὰς τούτου δόξας ἀνερωτῶντα.
苏格拉底:那么请看他如何从这种困境出发,通过与我一起寻找来发现真理,而我除了向他提问之外什么都不教他;请监视我,看你是否发现我在教他、向他讲解,而不是在询问他自己的意见。
λέγε γάρ μοι σύ· οὐ τὸ μὲν τετράπουν τοῦτο ἡμῖν ἐστι χωρίον;
你告诉我:这难道不是我们的四平方英尺图形吗?
μανθάνεις;
你明白吗?
ΠΑΙ. ἔγωγε.
孩子:是的。
ΣΩ. ἕτερον δὲ αὐτῷ προσθεῖμεν ἂν τουτὶ ἴσον;
苏格拉底:那么我们可以在它旁边加上另一个同样大的图形吗?
ΠΑΙ. ναί.
孩子:是的。
ΣΩ. καὶ τρίτον τόδε ἴσον ἑκατέρῳ τούτων;
苏格拉底:还有第三个,和这两个中的每一个都相等,对吗?
ΠΑΙ. ναί.
孩子:是的。
ΣΩ. οὐκοῦν προσαναπληρωσαίμεθʼ ἂν τὸ ἐν τῇ γωνίᾳ τόδε;
苏格拉底:那么,我们可以把角落里的这一块填补满吗?
ΠΑΙ. πάνυ γε.
孩子:当然。
ΣΩ. ἄλλο τι οὖν γένοιτʼ ἂν τέτταρα ἴσα χωρία τάδε;
苏格拉底:那么,这难道不就成了这四个相等的图形吗?
ΠΑΙ. ναί.
孩子:是的。
ΣΩ. τί οὖν; τὸ ὅλον τόδε ποσαπλάσιον τοῦδε γίγνεται;
苏格拉底:那么,这个整体比原来的那个图形大多少倍呢?
ΠΑΙ. τετραπλάσιον.
孩子:四倍。
ΣΩ. ἔδει δέ γε διπλάσιον ἡμῖν γενέσθαι· ἢ οὐ μέμνησαι;
苏格拉底:但是我们应该得到一个两倍大的,难道你不记得了吗?
ΠΑΙ. πάνυ γε.
孩子:记得。