§79ΣΩ. οὐδὲν ἄρα μᾶλλον ὁ πόρος τῶν τοιούτων ἀγαθῶν ἢ ἡ ἀπορία ἀρετὴ ἂν εἴη, ἀλλά, ὡς ἔοικεν, ὃ μὲν ἂν μετὰ δικαιοσύνης γίγνηται, ἀρετὴ ἔσται, ὃ δʼ ἂν ἄνευ πάντων τῶν τοιούτων, κακία.
苏格拉底:那么,获得此类好东西也并不比不获得更算得上是美德;相反,正如所见,伴随着正义而产生的获得将是美德,而没有任何这类品质而产生的获得则是恶德。
ΜΕΝ. δοκεῖ μοι ἀναγκαῖον εἶναι ὡς λέγεις.
美诺:在我看来,事情必然如你所说。
ΣΩ. οὐκοῦν τούτων ἕκαστον ὀλίγον πρότερον μόριον ἀρετῆς ἔφαμεν εἶναι, τὴν δικαιοσύνην καὶ σωφροσύνην καὶ πάντα τὰ τοιαῦτα;
苏格拉底:那么,我们刚才不是说,这些中的每一个——正义、节制以及所有这类事物——都是美德的一部分吗?
ΜΕΝ. ναί.
美诺:是的。
ΣΩ. εἶτα, ὦ Μένων, παίζεις πρός με;
苏格拉底:既然如此,美诺,你在戏弄我吗?
ΜΕΝ. τί δή, ὦ Σώκρατες;
美诺:为什么这么说,苏格拉底?
ΣΩ. ὅτι ἄρτι ἐμοῦ δεηθέντος σου μὴ καταγνύναι μηδὲ κερματίζειν τὴν ἀρετήν, καὶ δόντος παραδείγματα καθʼ ἃ δέοι ἀποκρίνεσθαι, τούτου μὲν ἠμέλησας, λέγεις δέ μοι ὅτι ἀρετή ἐστιν οἷόν τʼ εἶναι τἀγαθὰ πορίζεσθαι μετὰ δικαιοσύνης· τοῦτο δὲ φῂς μόριον ἀρετῆς εἶναι;
苏格拉底:因为刚才我请求你不要打碎或细分美德,并给出了应当如何回答的例子,你却无视了这些,反而告诉我,美德就是能够伴随着正义来获得好东西;而这个正义,你说是美德的一部分?
ΜΕΝ. ἔγωγε.
美诺:我是这样说的。
ΣΩ. οὐκοῦν συμβαίνει ἐξ ὧν σὺ ὁμολογεῖς, τὸ μετὰ μορίου ἀρετῆς πράττειν ὅτι ἂν πράττῃ, τοῦτο ἀρετὴν εἶναι· τὴν γὰρ δικαιοσύνην μόριον φῂς ἀρετῆς εἶναι, καὶ ἕκαστα τούτων.
苏格拉底:那么,从你所承认的可以得出结论:伴随着美德的一部分来行事(无论所做的是什么),这就是美德;因为你说正义以及这些中的每一个都是美德的一部分。
τί οὖν δὴ τοῦτο λέγω;
那我为什么说这个呢?
ὅτι ἐμοῦ δεηθέντος ὅλον εἰπεῖν τὴν ἀρετήν, αὐτὴν μὲν πολλοῦ δεῖς εἰπεῖν ὅτι ἐστίν, πᾶσαν δὲ φῂς πρᾶξιν ἀρετὴν εἶναι, ἐάνπερ μετὰ μορίου ἀρετῆς πράττηται, ὥσπερ εἰρηκὼς ὅτι ἀρετή ἐστιν τὸ ὅλον καὶ ἤδη γνωσομένου ἐμοῦ, καὶ ἐὰν σὺ κατακερματίζῃς αὐτὴν κατὰ μόρια.
因为虽然我请求你说明美德的整体,你非但远远没有说出它本身是什么,反而说只要是伴随着美德的一部分来进行,任何行为就都是美德,就好像你已经说过了美德的整体是什么,并且即使你把它切成碎片,我也已经能够认识它似的。
δεῖται οὖν σοι πάλιν ἐξ ἀρχῆς, ὡς ἐμοὶ δοκεῖ, τῆς αὐτῆς ἐρωτήσεως, ὦ φίλε Μένων, τί ἐστιν ἀρετή, εἰ μετὰ μορίου ἀρετῆς πᾶσα πρᾶξις ἀρετὴ ἂν εἴη;
因此,亲爱的美诺,在我看来,你必须从头开始重新面对同一个问题:如果伴随着美德的一部分的任何行为都是美德,那么美德究竟是什么?
τοῦτο γάρ ἐστιν λέγειν, ὅταν λέγῃ τις, ὅτι πᾶσα ἡ μετὰ δικαιοσύνης πρᾶξις ἀρετή ἐστιν.
因为当有人说“伴随着正义的任何行为都是美德”时,指的就是这个意思。
ἢ οὐ δοκεῖ σοι πάλιν δεῖσθαι τῆς αὐτῆς ἐρωτήσεως, ἀλλʼ οἴει τινὰ εἰδέναι μόριον ἀρετῆς ὅτι ἐστίν, αὐτὴν μὴ εἰδότα;
还是说,你认为不需要重新提出同一个问题,而是认为有人在不认识美德本身的情况下,就能知道美德的一部分是什么?
ΜΕΝ. οὐκ ἔμοιγε δοκεῖ.
美诺:我觉得不能。
ΣΩ. εἰ γὰρ καὶ μέμνησαι, ὅτʼ ἐγώ σοι ἄρτι ἀπεκρινάμην περὶ τοῦ σχήματος, ἀπεβάλλομέν που τὴν τοιαύτην ἀπόκρισιν τὴν διὰ τῶν ἔτι ζητουμένων καὶ μήπω ὡμολογημένων ἐπιχειροῦσαν ἀποκρίνεσθαι.
苏格拉底:如果你还记得,刚才我回答你关于“图形”的问题时,我们曾一致拒绝了那种试图通过尚在探求中、尚未达成共识的概念来进行回答的方式。
ΜΕΝ. καὶ ὀρθῶς γε ἀπεβάλλομεν, ὦ Σώκρατες.
美诺:而且我们拒绝得对,苏格拉底。
ΣΩ. μὴ τοίνυν, ὦ ἄριστε, μηδὲ σὺ ἔτι ζητουμένης ἀρετῆς ὅλης ὅτι ἐστὶν οἴου διὰ τῶν ταύτης μορίων ἀποκρινόμενος δηλώσειν αὐτὴν ὁτῳοῦν, ἢ ἄλλο ὁτιοῦν τούτῳ τῷ αὐτῷ τρόπῳ λέγων, ἀλλὰ πάλιν τῆς αὐτῆς δεήσεσθαι ἐρωτήσεως, τίνος ὄντος ἀρετῆς λέγεις ἃ λέγεις·
苏格拉底:那么,优秀的友人啊,在美德的整体尚在探求之中时,不要以为通过它的部分进行回答就能对任何人讲清楚它,也不要以为可以用这同一个方式去说明任何别的事物;相反,你仍需面对同一个问题,即:在你谈论美德时,美德究竟是作为什么整体而存在的。
ἢ οὐδέν σοι δοκῶ λέγειν;
还是说,你认为我是在无理取闹?
ΜΕΝ. ἔμοιγε δοκεῖς ὀρθῶς λέγειν.
美诺:我认为你说的很对。
ΣΩ. ἀπόκριναι τοίνυν πάλιν ἐξ ἀρχῆς· τί φῂς ἀρετὴν εἶναι καὶ σὺ καὶ ὁ ἑταῖρός σου;
苏格拉底:那么,请从头开始重新回答:你和你的同伴认为美德是什么?